6
κατεσίγαζε τῇ χειρὶ τὸν θόρυβον. 1.2.7 Ὀψὲ δὲ καὶ μόλις τούτους καταπαύσας καὶ πρὸς τὸ πλῆθος τὸν λόγον ἀνενεγ κὼν ἔφη «θαυμάζειν ἔπεισί μοι, ἄνδρες Ἀμασειανοί, ὅπως τὴν συσκευὴν τουτωνὶ τῶν ἐξαπατώντων ὑμᾶς παντάπασιν ἠγνοήσατε τὴν σφῶν αὐτῶν σωτηρίαν τῷ ὑμετέρῳ αἵματι ἐξωνουμένων καὶ μεγίστην ὑμῖν τὴν βλάβην προξενούντων ἀεί. Ποία γὰρ ὑμῖν τῆς τοῦ Οὐρσελίου τυραννίδος ἡ ὠφέ λεια, εἰ μὴ σφαγαὶ καὶ πηρώσεις καὶ ἀκρωτηριασμοὶ μελῶν; Οὗτοι δὲ οἱ τῶν τοιούτων ὑμῖν πρόξενοι ἔνθεν μὲν τὰ οἰκεῖα ἀσινῆ διετήρουν τὸν βάρβαρον θεραπεύοντες, ἐκεῖθεν δὲ αὖθις τῶν ἐκ βασιλέως ἐνεφοροῦντο δωρημάτων χαριζό μενοι τούτῳ, ὅτι μὴ ὑμῶν τε καὶ τῆς πόλεως Ἀμασείας παρεχώρησαν τῷ βαρβάρῳ, καὶ ταῦτα μηδένα λόγον ὑμῶν ποιησάμενοι πώποτε. ∆ιὰ τοῦτο καὶ τὴν τυραννίδα συνί στασθαι βουλόμενοι, τῷ μὲν τυράννῳ χρηστὰς ὑποσαίνοντες ἐλπίδας ἀσινῆ τὰ οἰκεῖα διατηρῶσιν, ἐκ βασιλέως δὲ αὖθις ἀπαιτῶσι τιμάς τε καὶ δωρεάς. Ἢν δέ τι καὶ νεωτερισθείη, αὐτοὶ μὲν πάλιν ἑαυτοὺς τοῦ δράματος ἐξάγωσι, τὸν δὲ βασιλέως θυμὸν καθ' ὑμῶν ἐξάψωσιν. Εἴ τι οὖν ἐμοὶ πείθε σθε, τούτους μὲν ὑμᾶς πρὸς θόρυβον ἐρεθίζοντας τὸ παρὸν ἐρρῶσθαι ἐάσατε, ἕκαστος δὲ ὑμῶν οἴκαδε ἀπελθὼν τὰ λεχθέντα σκοπείτω, καὶ εἴσεσθε ὁποῖος ὑμῖν τὸ ξυμφέρον βουλεύεται».
1.3.1 Τούτων ἀκούσαντες τῶν ῥημάτων ὥσπερ ὀστράκου μεταπεσόντος τὴν γνώμην μεταβαλόντες οἴκαδε ἀνεχώ ρουν. Ὁ δὲ στρατοπεδάρχης γινώσκων τὸν δῆμον ἐν ῥοπῇ τὰς γνώμας μεταβάλλειν εἰωθότα, καὶ μᾶλλον εἰ ὑπὸ χαιρε κάκων ὀτρύνεται, δείσας μὴ διὰ τῆς νυκτὸς κατ' αὐτοῦ μελετήσαντες ἐπέλθωσι καὶ τὸν Οὐρσέλιον ἐξαγαγόντες μὲν τῆς φρουρᾶς, λύσαντες δὲ τῶν δεσμῶν ἀφῶσιν, ἐπεὶ μὴ ἀποχρώσας εἶχε δυνάμεις πρὸς τοσούτους ἀντικαταστῆναι, μηχανᾶται τὸ ἐντεῦθεν Παλαμήδειόν τι μηχάνημα. Ἐς μὲν τὸ φανερὸν ἀποτυφλοῖ τὸν Οὐρσέλιον· καὶ ἥπλωτο μὲν ἐν τῇ γῇ, ὁ δὲ δήμιος ἐπῆγε τὸν σίδηρον, ὁ δὲ ἐπωρύετό τε καὶ ἔστενε καθάπερ λέων βρυχώμενος. Σχῆμα δὲ πάντα ἦσαν τῆς τῶν ὀμμάτων ἀποστερήσεως, παρήγγελτο δὲ καὶ ὁ τῷ δόξαι τυφλούμενος βοᾶν τε καὶ κεκραγέναι καὶ ὁ μέχρι τοῦ δοκεῖν τοὺς ὀφθαλμοὺς ἐξορύττων δριμύ τε ἐνο ρᾶν πρὸς τὸν ἐκκείμενον καὶ μανιώδη τὰ πάντα δρᾶν, μᾶλλον δὲ σχηματίζεσθαι τὴν ἀποτύφλωσιν. Καὶ ὁ μὲν ἀπετυφλοῦτο μὴ ἀποτυφλούμενος, ὁ δὲ δῆμος ἐκρότει καὶ πανταχόθι τὴν τοῦ Οὐρσελίου τύφλωσιν διεβόμβει. 1.3.2 Ταῦτα ὥσπερ ἐν σκηνῇ δραματουργηθέντα πέπεικε τὸν ὄχλον ὅλον, ὅσος ἐγχώριος καὶ ὅσος ἔξωθεν, εἰς ἔρανον κατὰ τὰς μελίσσας συλλέγεσθαι. Τοῦτο γὰρ ἅπαν τὸ σκέμμα τῆς Ἀλεξίου φρονήσεως, ἵνα οἱ πρὸς τὸ δοῦναι χρήματα δυσχερῶς ἔχοντες καὶ ἀφελέσθαι τὸν Οὐρσέλιον ἐπιβουλεύοντες ἐκ τῶν χειρῶν Ἀλεξίου τοὐμοῦ πατρὸς ἀποκαραδοκήσωσί τε ὡς ἐντεῦθεν αὐτοῖς τῆς ἐπιβουλῆς ἀνωφελοῦς καθεστηκυίας καὶ ταχὺ πρὸς τὸ βούλημα τοῦ στρατοπεδάρχου τράπωνται τῆς πρῴην ἀστοχοῦντες βου λῆς αὐτόν τε φίλον ποιούμενοι καὶ ὀργὴν βασιλέως ἐκκλί νοντες. Τοῦτον τοίνυν οὕτω κατασχὼν τὸν Οὐρσέλιον ὁ ἀξιάγαστος στρατηγὸς εἶχεν ὡς ἐν ζωγρίῳ τὸν λέοντα ἔτι ἐπικαλύμματα τοῖς ὀφθαλμοῖς φέροντα τὰ σύμβολα τῆς δῆθεν ἀποτυφλώσεως. 1.3.3 Οὐ μὴν ἠρκεῖτο οἷς εἴργασται οὐδὲ ὡς κῦδος ἀράμενος πρὸς τἆλλα τῶν πραγμάτων ἀνα πεπτώκει, ἀλλὰ πόλεις τε ἄλλας πολλὰς καὶ φρούρια κατεκτήσατο καὶ ὑπὸ τὴν τῆς βασιλείας ἐξουσίαν πεποί ηκεν, ὅσα ἐπὶ τῶν Οὐρσελίου καιρῶν πονηρῶς προπέπραχεν. Ἐντεῦθεν οὖν τὰς ἡνίας στρέψας εὐθὺ τῆς βασιλίδος πόλεως ἤλαυνε. Γενόμενος δὲ ἐν τῇ παππῴᾳ πόλει καὶ μικρὸν ἀναπαύων τῶν πολλῶν καμάτων ἑαυτόν τε καὶ τὴν σύμπασαν στρατιὰν πρᾶγμα ἐντεῦθεν ὦπτο πεποιηκώς, ὅπερ Ἡρακλῆς ἐκεῖνος ἐπὶ τῇ τοῦ Ἀδμήτου Ἀλκήστιδι.1.3.4 Ὡς γὰρ εἶδεν ὁ ∆οκειανὸς