1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

6

θανάτῳ· καὶ ὡς συνὼν δὲ διὰ τοῦ ὁμοίου τοῖς πᾶσιν ὁ ἄφθαρτος τοῦ Θεοῦ Υἱὸς εἰκότως τοὺς πάντας ἐνέδυσεν ἀφθαρσίαν ἐν τῇ περὶ τῆς ἀναστάσεως ἐπαγγελίᾳ. Καὶ αὐτὴ γὰρ ἡ ἐν τῷ θανάτῳ φθορὰ κατὰ τῶν ἀνθρώπων οὐκέτι χώραν ἔχει διὰ τὸν ἐνοικήσαντα Λόγον ἐν τούτοις διὰ τοῦ ἑνὸς σώματος. 9.3 Καὶ ὥσπερ μεγάλου βασιλέως εἰσελθόντος εἴς τινα πόλιν μεγάλην καὶ οἰκήσαντος εἰς μίαν τῶν ἐν αὐτῇ οἰκιῶν, πάντως ἡ τοιαύτη πόλις τιμῆς πολλῆς καταξιοῦται, καὶ οὐκέτι τις ἐχθρὸς αὐτὴν οὔτε λῃστὴς ἐπιβαίνων κατα στρέφει, πάσης δὲ μᾶλλον ἐπιμελείας ἀξιοῦται διὰ τὸν εἰς μίαν αὐτῆς οἰκίαν οἰκήσαντα βασιλέα· οὕτως καὶ ἐπὶ τοῦ πάντων βασιλέως γέγονεν. 9.4 Ἐλθόντος γὰρ αὐτοῦ ἐπὶ τὴν ἡμετέραν χώραν, καὶ οἰκήσαντος εἰς ἓν τῶν ὁμοίων σῶμα, λοιπὸν πᾶσα ἡ κατὰ τῶν ἀνθρώπων παρὰ τῶν ἐχθρῶν ἐπιβουλὴ πέπαυται, καὶ ἡ τοῦ θανάτου ἠφάνισται φθορὰ ἡ πάλαι κατ' αὐτῶν ἰσχύουσα. Παραπωλώλει γὰρ ἂν τὸ τῶν ἀνθρώπων γένος, εἰ μὴ ὁ πάντων ∆εσπότης καὶ Σωτὴρ τοῦ Θεοῦ Υἱὸς παρεγεγόνει πρὸς τὸ τοῦ θανάτου τέλος.

10.1 Πρέπον δὲ καὶ μάλιστα τῇ ἀγαθότητι τοῦ Θεοῦ ἀληθῶς τὸ μέγα τοῦτο ἔργον. Εἰ γὰρ βασιλεὺς κατασκευάσας οἰκίαν ἢ πόλιν, καὶ ταύτην ἐξ ἀμελείας τῶν ἐνοικούντων πολεμουμένην ὑπὸ λῃστῶν τὸ σύνολον οὐ παρορᾷ, ἀλλ' ὡς ἴδιον ἔργον ἐκδικεῖ καὶ περισῴζει, οὐκ εἰς τὴν τῶν ἐνοικούντων ἀμέλειαν ἀφορῶν, ἀλλ' εἰς τὸ ἑαυτοῦ πρέπον· πολλῷ πλέον ὁ τοῦ παναγάθου Θεὸς Λόγος Πατρὸς εἰς φθορὰν κατερχόμενον τὸ δι' αὐτοῦ γενόμενον τῶν ἀνθρώπων γένος οὐ παρεῖδεν· ἀλλὰ τὸν μὲν συμβεβηκότα θάνατον ἀπήλειψε διὰ τῆς προσφορᾶς τοῦ ἰδίου σώματος, τὴν δὲ ἀμέλειαν αὐτῶν διωρθώσατο τῇ ἑαυτοῦ διδασ καλίᾳ, πάντα τὰ τῶν ἀνθρώπων διὰ τῆς ἑαυτοῦ δυνάμεως κατορθώσας. 10.2 Ταῦτα δὲ καὶ παρὰ τῶν αὐτοῦ τοῦ Σωτῆρος θεολόγων ἀνδρῶν πιστοῦσθαί τις δύναται ἐντυγχάνων τοῖς ἐκείνων γράμμασιν, ᾗ φασιν· «Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς κρίναντας τοῦτο, ὅτι εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα ἡμεῖς μηκέτι ἑαυτοῖς ζῶμεν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἀναστάντι» ἐκ νεκρῶν, τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ· καὶ πάλιν· «Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου». 10.3 Εἶτα καὶ τὴν αἰτίαν τοῦ μὴ ἄλλον δεῖν ἢ αὐτὸν τὸν Θεὸν Λόγον ἐνανθρωπῆσαι σημαίνει λέγων· «Ἔπρεπε γὰρ αὐτῷ δι' ὃν τὰ πάντα, καὶ δι' οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.» Τοῦτο δὲ σημαίνει λέγων, ὡς οὐκ ἄλλου ἦν ἀπὸ τῆς γενομένης φθορᾶς τοὺς ἀνθρώπους ἀνενεγκεῖν, ἢ τοῦ Θεοῦ Λόγου τοῦ καὶ κατὰ τὴν ἀρχὴν πεποιηκότος αὐτούς. 10.4 Ὅτι δὲ διὰ τὴν περὶ τῶν ὁμοίων σωμάτων θυσίαν σῶμα καὶ αὐτὸς ὁ Λόγος ἔλαβεν ἑαυτῷ, καὶ τοῦτο σημαί νουσι λέγοντες· «Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τού τους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας.» 10.5 Τῇ γὰρ τοῦ ἰδίου σώματος θυσίᾳ καὶ τέλος ἐπέθηκε τῷ καθ' ἡμᾶς νόμῳ, καὶ ἀρχὴν ζωῆς ἡμῖν ἐκαίνισεν, ἐλπίδα τῆς ἀναστάσεως δεδωκώς· ἐπειδὴ γὰρ ἐξ ἀνθρώπων εἰς ἀνθρώπους ὁ θάνατος ἐκράτησε, διὰ τοῦτο πάλιν διὰ τῆς ἐνανθρωπήσεως τοῦ Θεοῦ Λόγου ἡ τοῦ θανάτου κατάλυσις γέγονε καὶ ἡ τῆς ζωῆς ἀνάστασις, λέγοντος τοῦ χριστοφόρου ἀνδρός· «Ἐπειδὴ γὰρ δι' ἀνθρώπου θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν. Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται», καὶ τὰ τού τοις ἀκόλουθα. Οὐκέτι γὰρ νῦν ὡς κατακρινόμενοι ἀποθνῄ σκομεν, ἀλλ' ὡς ἐγειρόμενοι περιμένομεν τὴν κοινὴν πάντων ἀνάστασιν, «ἣν καιροῖς ἰδίοις δείξει» ὁ καὶ ταύ την