1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

6

ὁρωμένων. 4.5 ∆ιὰ τοῦτο εἰπὼν ὅτι ἐγένετο φῶς, ἐπήγαγε· «Καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς ὅτι καλόν», καὶ καθ' ἕκαστον οὕτως. Εἶτα ἵνα μὴ πάντα κατ' ὄνομα εἰπὼν μηκύνῃ τὸν λόγον, ὁμοῦ περὶ πάντων ἀποφαίνεται ἁπαξαπλῶς καὶ πάλιν λέγει· Εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν.» 4.6 Οὐκ ἐπειδὴ μετὰ τὸ γενέσθαι ἔγνω ὁ Θεὸς ὅτι καλὸν τὸ γενόμενον· ἄπαγε. Εἰ γὰρ τεχνίτης ἄνθρωπος καὶ πρὸ τοῦ γενέσθαι τὰ τῆς τέχνης μαθὼν οἶδεν ὅτι καλὰ τὰ παρ' αὐτοῦ μέλλοντα γίνεσθαι, πολλῷ μᾶλλον ἡ ἄρρητος ἐκείνη σοφία βουλήματι μόνῳ τὰ πάντα παραγαγοῦσα καὶ πρὸ τῆς γεννήσεως ᾔδει ὅτι καλά. 4.7 Οὐδὲ γὰρ ἂν αὐτὰ παρήγαγεν, εἰ ἠγνόει. Τίνος οὖν ἕνεκεν οὕτως εἴρηται; ∆ιὰ τὴν αἰτίαν ἣν εἶπον. Ἀκούσας τοίνυν τοῦ προφήτου πρὸς σὲ λέγοντος ὅτι ὁ Θεὸς αὐτὰ εἶδε καὶ ἐπῄνεσε, μὴ ζήτει λοιπὸν ἑτέραν βάσανον καὶ ἀπόδειξιν τοῦ κάλλους αὐτῶν, μηδὲ λέγε· Πῶς καλά; Τῆς γὰρ διὰ τῶν ἔργων ἀποδείξεως σαφεστέρα ἡ διὰ τῆς ψήφου καὶ τῆς κρίσεως τοῦ ποιήσαντος ἀπόφασις. 4.8 ∆ιά τοι τοῦτο καὶ παχυτέρᾳ κέχρηται τῇ λέξει. Ὥσπερ γὰρ εἴ τις φάρμακα βουλόμενος ὠνεῖσθαι, ἄπειρος ὤν, κελεύοι πρότερον ἐπιδείκνυσθαι τῷ ἰατρῷ ταῦτα, κἂν μάθῃ σαφῶς ὅτι ἰδὼν ἐκεῖνος ἐπῄνεσεν, οὐδεμίαν ἑτέραν ἀπόδειξιν τῆς τούτων ἀρετῆς ἐπιζητεῖ, ἀλλ' ἀκούσας ὅτι εἶδεν αὐτὰ ὁ ἰατρὸς καὶ ἐπῄνεσεν, ἀρκεῖται τῇ ψήφῳ τοῦ τεχνίτου, 4.9 οὕτω δὴ καὶ ὁ Μωυσῆς πᾶσαν περιεργίαν ἀναίσχυντον περιελεῖν βουλόμενος τῶν μετὰ ταῦτα μελλόντων ἀπολαύειν τῆς κτίσεως, ἀπήγγειλε καὶ εἶπεν ὅτι εἶδεν αὐτὰ ὁ Θεὸς καὶ ἐπῄνεσε καὶ ἐψηφίσατο εἶναι καλὰ καὶ οὐχ ἁπλῶς καλά, ἀλλὰ καὶ καλὰ λίαν. 4.10 Μὴ τοίνυν περιεργάζου, μηδὲ πολυπραγμόνει λογισμοῖς τὰ γεγενημένα, τοιαύτην ἔχων τοῦ κάλλους αὐτῶν μαρτυρίαν. Εἰ γὰρ μὴ ἀρκεσθῇς τῷ ῥήματι τούτῳ, ἀλλὰ βουληθῇς εἰς ζήτησιν τῶν γεγενημένων ἐλθεῖν, εἰς εὔριπον λογισμῶν καὶ κύματα πολὺν ἐργαζόμενα χειμῶνα σαυτὸν ἐμβαλὼν μόνον, εἴσῃ μὲν πλέον οὐδέν, ναυάγιον δὲ ἐργάσῃ σεαυτῷ χαλεπόν. Οὐδὲ γὰρ δυνήσῃ τοὺς λόγους ἅπαντας ἑκάστου τῶν γεγενημένων εὑρεῖν, ἀλλὰ καὶ τῶν δοκούντων εἶναι σοι νῦν καλῶν πολλὰ διαβαλεῖς, ἐὰν ἀγνώμονι κεχρημένος ᾖς τῇ γνώμῃ. 4.11 Οὕτω γὰρ ἀσθενὴς τῶν ἀνθρώπων ὁ λογισμὸς ὡς εἰς ἐναντία περιαχθῆναι πολλάκις καὶ ἐκ διαμέτρου κατὰ ἀλλήλων στῆναι πολλοὺς ἐν τῇ περὶ τῆς κτίσεως ψήφῳ. Ἑλλήνων μὲν γὰρ παῖδες ὑπὲρ τὸ δέον αὐτὴν θαυμάσαντες καὶ τὸ μέτρον ὑπερεκβάντες, θεὸν εἶναι αὐτὴν ἐνόμισαν. 4.12 Μανιχαῖοι δὲ καὶ ἕτεροι πάλιν αἱρετικοί, οἱ μὲν οὐκ ἀγαθοῦ θεοῦ ἔργον ἔφησαν αὐτὴν εἶναι, οἱ δὲ ἓν αὐτῆς ἀποτεμόντες μέρος, αὐτομάτῳ τινὶ προσέρριψαν ὕλῃ καὶ ἀναξίαν ἔκριναν τῆς τοῦ Θεοῦ δημιουργίας εἶναι. Οὕτως, ὥσπερ ἕφθην εἰπών, εἴ τις λογισμοῖς καὶ ἀγνώμονι χρήσαιτο γνώμῃ καὶ τῶν δοκούντων εἶναι καλῶν πολλὰ διαβαλεῖ. 4.13 Τί γάρ σοι ὡραιότερον ἡλίου εἶναι δοκεῖ; Ἀλλ' ὅμως τοῦτο τὸ φαιδρὸν ἄστρον καὶ γλυκὺ καὶ ὀφθαλμοὺς λυμαίνεται ἀσθενοῦντας καὶ γῆν κατακαίει θερμοτέρας ἀφεὶς τὰς ἀκτῖνας καὶ πυρετοὺς τίκτει καὶ καρπὸν πολλάκις κατεξήρανε καὶ ἐποίησεν ἄχρηστον καὶ δένδρα ἄκαρπα εἰργάσατο καὶ μέρος τῆς οἰκουμένης ἀοίκητον κατέστησεν ἡμῖν. 4.14 Τί οὖν, εἰπέ μοι; διαβαλοῦμεν τὸν ἥλιον διὰ τοῦτο; Ἄπαγε· ἀλλὰ τοὺς λογισμοὺς ἡσυχάζειν ἀφέντες καὶ τὸν τούτων θόρυβον, ἐπιληψώμεθα τῆς πέτρας ἐκείνης, καὶ τῆς ῥήσεως τῆς λεγούσης· «Καὶ εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν», ἐπεὶ καὶ αὐτὰ ἃ ἀπηριθμησάμην νῦν, καλὰ λίαν καὶ χρηστά. Ἀλλ', ὅπερ ἔμπροσθεν εἶπον, ἐπὶ τὴν ῥῆσιν ἐκείνην ἐπανιέναι χρὴ διαπαντὸς καὶ λέγειν· «Ἰδοὺ πάντα ὅσα ἐποίησεν ὁ Θεὸς καλὰ λίαν». 4.15 Ἀλλὰ τὸ τρυφᾶν καὶ γελᾶν καὶ ἐν ἡδονῇ εἶναι, καλόν; Οὐκοῦν ἄκουσον Σολομῶντος, τοῦ πᾶν εἶδος τρυφῆς ἐπελθόντος, λέγοντος· «Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους ἢ πορευθῆναι εἰς οἶκον πότου.» Ἀλλὰ νὺξ φαῦλον; δεῖ γὰρ ἐκ τῶν ἐναντίων μεταχειρίσασθαι τὸν λόγον. 4.16 Καίτοι γε αὕτη πόνων ἀνάπαυσις, φροντίδων ἀπαλλαγή, νοσημάτων παραμυθία, φόβων καὶ κινδύνων οὐ μικρὰ ἀναψυχή· νεαρὸν