1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

6

ἀκούσονται. Εἰ εἶπεν, ὅτι ἀκούσονται, χωρὶς τοῦ Ἴσως, ψευδὲς ἦν· οὐ γὰρ ἔμελλον ἀκούσεσθαι. Εἰ εἶπε τὸ ἀληθὲς, ὅτι οὐκ ἀκούσονται, περιττῶς ἔπεμπε τὸν προφήτην τοῖς οὐκ ἀκουσομένοις. Καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλὰ καὶ ἵνα μὴ ἡ πρόγνωσις αὐτοῦ νομισθείη ἀναγκαστική τις εἶναι τῆς παρακοῆς, διὰ τοῦτο ἐπαμ56.171 φιβόλως τέθεικε τὰ ῥήματα, ἵνα μὴ λέγωσί τινες, ὅτι προεῖπεν ὁ Θεὸς, καὶ πάντως ἔδει γενέσθαι· ὃ καὶ περὶ τοῦ Ἰούδα λέγουσι. Προεῖπε, φησὶν, ὅτι προδότης ἔσται, καὶ διὰ τοῦτο προδότης ἐγένετο. Ὢ τῆς ἀνοίας, ὢ τῆς ἀναισχυντίας. Οὐδὲ γὰρ ἡ πρόγνωσις, ἄνθρωπε, τῆς πονηρίας αἰτία· μὴ γένοιτο. Οὐ γάρ ἐστιν ἀναγκαστικὴ τῶν μελλόντων ἔσεσθαι, ἀλλὰ προγνωστικὴ μόνον. Οὐκ ἐπειδὴ προεῖπεν ὁ Χριστὸς, διὰ τοῦτο ἐγένετο ἐκεῖνος προδότης· ἀλλ' ἐπειδὴ προδότης ἔμελλε γενέσθαι, διὰ τοῦτο προεῖπεν ὁ Χριστός. Ἵνα οὖν μὴ καὶ ἐνταῦθα λέγωσιν, ὅτι εἶπεν ὅτι οὐκ ἀκούσονται, καὶ ἀπέκλεισεν αὐτοῖς τῆς μετανοίας τὴν ὁδὸν, προλαβὼν ἀνέσπασεν αὐτῶν τὴν πρόφασιν, εἰπὼν τῷ προφήτῃ, Ἴσως ἀκούσονται. εʹ. Μνημονεύετε τῆς ὑποσχέσεως· διὰ γὰρ τοῦτο συνεχῶς ὑμᾶς ὑπομιμνήσκω, ἵν' ὅταν ἐπαγάγω τὸ συμπέρασμα, μὴ ἐπιλάθησθε τοῦ ζητηθέντος ἡμῖν ἐν ἀρχῇ κεφαλαίου. Τί δὲ ἦν τοῦτο; Ὅτι εἰ ᾔσθοντο οἱ Ἰουδαῖοι, ὅτι ἔμελλεν αὐτοῖς συμβήσεσθαι τὰ κατειληφότα αὐτοὺς δεινὰ ταῦτα δὴ λέγω τὰ νῦν κατέχοντα αὐτοὺς, αὐτὰ τὰ βιβλία ἂν κατέκοψαν, καὶ οὐκ ἂν ἐφείσαντο οὐδὲ τῶν θείων γραμμάτων. Ἀλλ' ἐπὶ τὴν ἱστορίαν ἔλθωμεν. Ταῦτα ἀκούσας ὁ Ἱερεμίας, καλεῖ τὸν μαθητὴν αὐτοῦ Βαροὺχ υἱὸν Νηρίου, καὶ λέγει πρὸς αὐτόν· Γράψον εἰς βιβλίον πάντα τὰ μέλλοντα αὐτοῖς ἔσεσθαι δεινά. Τί γέγονε; σὺ ἐπετάγης παρὰ τοῦ Θεοῦ, καὶ τὸν μαθητὴν πέμπεις; ἆρα μὴ δειλιᾷς; ἆρα μὴ ἀγωνιᾷς; ἆρα μὴ δέδοικας; εἰ σὺ δέδοικας, πῶς ὁ μαθητὴς τολμήσει; Ἀλλ' οὐδὲν τούτων· πρόσκειται γὰρ ἡ αἰτία· εἰπὼν γὰρ, Γράψον καὶ ἀνάγνωθι, ἐπήγαγεν· Ἐγὼ γὰρ κατέχομαι ἐν τῇ φυλακῇ. Ὢ μεγαλοψυχίας. Ἐν τῷ δεσμωτηρίῳ ἦν, καὶ τῆς προφητείας οὐκ ἀφίστατο. Προσέχωμεν τῇ ἀνδρείᾳ τοῦ δικαίου, καὶ τῇ τῆς διανοίας φιλοσοφίᾳ. Οὐκ εἶπε πρὸς ἑαυτόν· Τοσαῦτά μοι δεινὰ συμβέβηκε διὰ τὴν παῤῥησίαν ταύτην· μυρίους ἀνήλωσα λόγους, καὶ οὐδὲν ὤνησα, οὐδὲ ἐγένετό μοί τι πλέον, ἀλλ' ἢ τὸ δεδέσθαι μόνον· καὶ οὔπω με τῶν δεσμῶν ἀπέλυσεν ὁ Θεὸς, καὶ πάλιν πέμπει με πρὸς τοὺς θῆρας ἐκείνους; Οὐδὲν τούτων οὐκ εἶπεν, οὐδὲ ἐνενόησεν· ἀλλ' ἓν μόνον ἐσκόπει, ὅπως ἀνυσθῇ τὸ ἐπίταγμα τοῦ ∆εσπότου· καὶ ἐπεὶ δι' ἑαυτοῦ οὐκ ἴσχυσε, διὰ τοῦ μαθητοῦ κατεσκεύασεν αὐτό. Ἀνάγνωθι γὰρ, φησὶν, αὐτοῖς, καὶ εἰπὲ πάντα τὰ κακά. Ἐγὼ γὰρ κατέχομαι ἐν τῇ φυλακῇ. Καὶ ἔλεγεν Ἱερεμίας, καὶ ἔγραφεν ὁ Βαροὺχ ἐν βιβλίῳ. Νηστείας καιρὸς ἦν, ὅτε ταῦτα ἐγίνετο· ἑορτὴ ἐφειστήκει, πάντας καλοῦσα πρὸς τὴν μητρόπολιν· ἔδει γὰρ κοινὸν γενέσθαι τὸν σύλλογον, ἐπειδὴ περὶ ἀναγκαίων πραγμάτων ἔμελλεν ἡ ἐκκλησία ἔσεσθαι. Εἰσῆλθε πρὸς τοὺς ἄρχοντας ὁ Βαροὺχ, καὶ ἀνέγνω εἰς τὰ ὦτα τῶν ἀρχόντων πάντας τοὺς λόγους τούτους· καὶ εἶπε καὶ τὴν αἰτίαν· Ἴσως γὰρ, φησὶ, πεσεῖται τὸ ἔλεος ὑμῶν ἐνώπιον Κυρίου· ἵνα μὴ νομίσωσιν ὅτι ὡς κατήγορος ἔλεγεν, ἀλλὰ μαθόντες ὅτι θεραπεῦσαι αὐτοὺς ἀφῖκται, ἐπιεικέστεροι γένωνται. Τί οὖν ἐκεῖνοι; ∆έον χάριτας ὁμολογῆσαι, δέον ἐπαινέσαι, δέον θαυμάσαι, οὐδὲν τούτων ποιοῦσιν, 56.172 ἀλλ' ἀπελθόντες ἀνήγγειλαν τῷ βασιλεῖ τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ, καὶ τὸ βιβλίον ἀπέθεντο ἐν τῷ οἴκῳ Ἐλισαμᾶ. Καὶ πέμψας, φησὶν, ὁ βασιλεὺς τὸν Ἰουδὴν, ἕνα τινὰ τῶν παρεστηκότων αὐτῷ, ἐκέλευσε κομισθῆναι τὸ βιβλίον. Καὶ ἐκάθητο ὁ βασιλεὺς ἐν οἴκῳ χειμερινῷ· μὴν γὰρ ἔννατος ἦν, τουτέστι Νοέμβριος· ἔννατον ἀπὸ τοῦ Ξανθικοῦ ἀριθμῶν λέγει· δεῖ γὰρ καὶ ταῦτα ἀκριβῶς εἰδέναι. Εἰ γὰρ ἀπὸ τοῦ ∆ίου ἠρίθμει, οὐκ ἔμελλεν ἔσεσθαι τότε χειμών. Τίνος οὖν