6
αὐτὰ δέξασθαι ὡς τὰ συνεφθαρμένα καὶ ἑνούμενα μένειν ἀσύγχυτα καὶ ἀδιάφθορα καὶ ἀναλλοίωτα ὡς τὰ παρακείμενα. Οὐκ ἔστιν οὖν ἡ ψυχὴ ἐν σώματι, ἀλλὰ τὸ σῶμα ἐν τῇ ψυχῇ. Ἰστέον δέ, ὥς τινες τῶν πατέρων τὸ τῆς κράσεως ὄνομα ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου οὐκ ἐδέξαντο, τὴν δὲ κατὰ σύνθεσιν ἕνωσιν ἅπαντες. Ἔστιν ἕνωσις καὶ ἡ κατὰ παράθεσιν· ἔοικε δὲ τῇ κατὰ ἁρμονίαν. Πάλιν ἕνωσις λέγεται προσωπική, ὅταν τις τὸ ἑτέρου ὑποδυόμενος πρόσωπον ἀντ' αὐτοῦ τοὺς ὑπὲρ αὐτοῦ ποιῆται λόγους, καὶ ἕνωσις σχετικὴ ὡς φίλου πρὸς φίλον. Ὁ δὲ Νεστόριος καὶ ἄλλας ἐπινοεῖ ἑνώσεις κατὰ τὴν ἀξίαν φημὶ καὶ ταυτοβουλίαν καὶ ὁμοτιμίαν καὶ εὐδοκίαν καὶ ὁμωνυμίαν. 7 Περὶ διαιρέσεως ∆ιαίρεσίς ἐστι πρώτη τομὴ ἡ τοῦ πράγματος, οἷον τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον. Ἐπιδιαίρεσίς ἐστιν ἡ δευτέρα τομὴ τοῦ αὐτοῦ πράγματος, οἷον τὸ ζῷον διαιρεῖται εἰς θνητὸν καὶ ἀθάνατον. Ὑποδιαίρεσίς ἐστιν ἡ τοῦ σκέλους τομή, οἷον τοῦ ζῴου διαιρεθέντος εἰς λογικὸν καὶ ἄλογον τὸ λογικὸν διαιρεῖται εἰς θνητὸν καὶ ἀθάνατον. Οὐκ ἐπὶ πάντων δὲ γίνεται διαίρεσις καὶ ἐπιδιαίρεσις, ἀλλ' ὅτε μὴ πάντα περιέχονται ὑπὸ τὴν πρώτην διαίρεσιν, οἷον τοῦ ζῴου διαιρουμένου εἰς λογικὸν καὶ ἄλογον εὑρίσκονται καὶ ἐν τοῖς λογικοῖς ποηφάγα ἤγουν βοτάνην ἐσθίοντα καὶ ἐν τοῖς ἀλόγοις ὁμοίως κρεωφάγα. Ἀναγκαίως οὖν ποιούμεθα ἐπιδιαίρεσιν ἤγουν δευτέραν τομὴν τοῦ αὐτοῦ ζῴου λέγοντες· Τὸ ζῷον διαιρεῖται εἰς ποηφάγον καὶ κρεωφάγον. ∆ιαιρετικοὶ δὲ τρόποι εἰσὶν ηʹ· -ἢ ὡς γένος εἰς εἴδη, ὡς ὅταν διέλῃς τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον· -ἢ ὡς εἶδος εἰς ἄτομα οἷον ὁ ἄνθρωπος εἰς Πέτρον καὶ Παῦλον καὶ τοὺς λοιποὺς κατὰ μέρος ἀνθρώπους, -ἢ ὡς ὅλον εἰς μέρη καὶ τοῦτο διχῶς, ἢ εἰς ὁμοιομερῆ ἢ εἰς ἀνομοιομερῆ. Καὶ ὁμοιομερὲς μέν ἐστιν, ὅταν τὰ τμήματα τό τε ὄνομα τοῦ ὅλου καὶ ἀλλήλων καὶ τὸν ὁρισμὸν ἐπιδέχωνται, οἷον ἡ σὰρξ διαιρεῖται εἰς πολλὰς σάρκας, καὶ ἕκαστον μέρος τῆς σαρκὸς σὰρξ λέγεται καὶ τὸν ὁρισμὸν τῆς σαρκὸς ἐπιδέχεται. Ἀνομοιομερὲς δέ ἐστι τὸ ἀνάπαλιν, ὅταν τὸ τμηθὲν μὴ ἐπιδέξηται μήτε τὸ ὄνομα μήτε τὸν ὁρισμὸν μήτε ὅλου μήτε ἀλλήλων, ὡς ἵνα διέλῃς τὸν Σωκράτην εἰς χεῖρας καὶ πόδας καὶ κεφαλήν· οὔτε γὰρ ὁ τμηθεὶς ποῦς ἀπὸ Σωκράτους Σωκράτης λέγεται οὔτε τὸν ὁρισμὸν τοῦ Σωκράτους ἐπιδέχεται. -ἢ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα· καὶ τοῦτο πάλιν διχῶς· ἢ γὰρ ὅλον τι σημαίνει ἢ μέρος. Καὶ ὅλον μὲν ὡς ἡ κύων φωνή· φέρεται γὰρ ὅλον χερσαίου κυνὸς καὶ ἀστρῴου καὶ θαλαττίου, ἅπερ ὅλον τί εἰσι καὶ οὐ μέρος ζῴου. Ὡς δὲ μέρος, ὅτε τὸ τῆς γλώσσης ὄνομα φέρεται κατά τε ἄκρου τοῦ ὑποδήματος καὶ τοῦ αὐλοῦ καὶ τοῦ γευστικοῦ μορίου τῶν ζῴων, ἅτινα μέρη εἰσὶ καὶ οὐχ ὅλα. -ἢ ὡς οὐσία εἰς συμβεβηκότα, ὡς ὅταν εἴπω· Τῶν ἀνθρώπων οἱ μέν εἰσι λευκοὶ οἱ δὲ μέλανες. -ἢ ὡς συμβεβηκὸς εἰς οὐσίας, ὡς ὅταν εἴπω· Τῶν λευκῶν τὰ μὲν ἔμψυχα τὰ δὲ ἄψυχα. -ἢ ὡς συμβεβηκὸς εἰς συμβεβηκότα, ὡς ὅταν εἴπω· Τῶν ψυχρῶν τὰ μὲν λευκὰ τὰ δὲ μελανά. -ἢ ὡς τὰ ἀφ' ἑνὸς καὶ πρὸς ἕν. Ἀφ' ἑνὸς μὲν ὡς ἀπὸ τῆς ἰατρικῆς ἰατρικὸν βιβλίον, ἰατρικὸν φάρμακον· ἀπὸ γὰρ ἑνός, τῆς ἰατρικῆς, ὠνομάσθησαν ἰατρικά. Πρὸς ἓν δὲ ὡς ὑγιεινὸν φάρμακον, ὑγιεινὸν βρῶμα· πρὸς ἓν γὰρ βλέπουσι, τὴν ὑγίειαν. Τῶν δὲ ἀφ' ἑνὸς τὰ μὲν ἔκ τινος αἰτίου λέγεται, ὡς ἡ εἰκὼν τοῦ ἀνθρώπου ἐξ ἀληθινοῦ αἰτίου τοῦ ἀνθρώπου λέγεται, τὰ δὲ ὡς ἀπό τινος ἐξειρημένα ὡς ἰατρικὸν βιβλίον καὶ τὰ τοιαῦτα. ∆εῖ δὲ γινώσκειν, ὡς οὐδ' ἐν ἑνὶ τρόπῳ τῆς διαιρέσεως θεωρεῖται ἐν τοῖς τμήμασιν τὸ φύσει πρότερον καὶ ὕστερον οὐδὲ τὸ μᾶλλον καὶ ἧττον, εἰ μὴ ἐν τοῖς ἀφ' ἑνὸς καὶ πρὸς ἓν καὶ ἐξ οὗ ἡ ὀνομασία. Τί δέ ἐστι φύσει πρότερον, ἐν τῇ περὶ τοῦ προτέρου διδασκαλίᾳ ζητῶν εὑρήσεις· ἡ γὰρ ἡμετέρα ψυχὴ διττὰς ἔχει