1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

7

ἐργασάμενος καὶ χαρισάμενος Θεός. 10.6 Αἰτία μὲν δὴ πρώτη τῆς ἐνανθρωπήσεως τοῦ Σωτῆρος αὕτη. Γνοίη δ' ἄν τις αὐτοῦ τὴν ἀγαθὴν εἰς ἡμᾶς παρουσίαν εὐλόγως γεγενῆσθαι καὶ ἐκ τούτων.

11.1 Ὁ Θεός, ὁ πάντων ἔχων τὸ κράτος, ὅτε τὸ τῶν ἀνθρώπων γένος διὰ τοῦ ἰδίου Λόγου ἐποίει, κατιδὼν πάλιν τὴν ἀσθένειαν τῆς φύσεως αὐτῶν, ὡς οὐχ ἱκανὴ εἴη ἐξ ἑαυτῆς γνῶναι τὸν δημιουργόν, οὐδ' ὅλως ἔννοιαν λαβεῖν Θεοῦ, τῷ τὸν μὲν εἶναι ἀγέννητον, τὰ δὲ ἐξ οὐκ ὄντων γεγενῆσθαι, καὶ τὸν μὲν ἀσώματον εἶναι, τοὺς δὲ ἀνθρώπους κάτω που σώματι πεπλάσθαι, καὶ ὅλως πολλὴν εἶναι τὴν τῶν γενητῶν ἔλλειψιν πρὸς τὴν τοῦ πεποιηκότος κατάληψιν καὶ γνῶσιν· ἐλεήσας πάλιν τὸ γένος τὸ ἀνθρώπινον, ἅτε δὴ ἀγαθὸς ὤν, οὐκ ἀφῆκεν αὐτοὺς ἐρήμους τῆς ἑαυτοῦ γνώσεως, ἵνα μὴ ἀνόνητον ἔχωσι καὶ τὸ εἶναι. 11.2 Ποία γὰρ ὄνησις τοῖς πεποιημένοις μὴ γινώσκουσι τὸν ἑαυτῶν ποιητήν; Ἢ πῶς ἂν εἶεν λογικοὶ μὴ γινώσκοντες τὸν τοῦ Πατρὸς Λόγον, ἐν ᾧ καὶ γεγόνασιν; Οὐδὲν γὰρ οὐδὲ ἀλόγων διαφέρειν ἔμελλον, εἰ πλέον οὐδὲν τῶν περιγείων ἐπεγίνωσκον. Τί δὲ καὶ ὁ Θεὸς ἐποίει τούτους, ἀφ' ὧν οὐκ ἠθέλησε γινώσκεσθαι; 11.3 Ὅθεν, ἵνα μὴ τοῦτο γένηται, ἀγαθὸς ὢν τῆς ἰδίας εἰκόνος αὐτοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεταδίδωσι, καὶ ποιεῖ τούτους κατὰ τὴν ἑαυτοῦ εἰκόνα καὶ καθ' ὁμοίωσιν· ἵνα διὰ τῆς τοιαύτης χάριτος τὴν εἰκόνα νοοῦντες, λέγω δὴ τὸν τοῦ Πατρὸς Λόγον, δυνηθῶσιν ἔννοιαν δι' αὐτοῦ τοῦ Πατρὸς λαβεῖν, καὶ γινώσκοντες τὸν ποιητὴν ζῶσι τὸν εὐδαίμονα καὶ μακάριον ὄντως βίον. 11.4 Ἀλλ' ἄνθρωποι πάλιν παράφρονες, κατολιγωρήσαντες καὶ οὕτως τῆς δοθείσης αὐτοῖς χάριτος, τοσοῦτον ἀπεστράφησαν τὸν Θεόν, καὶ τοσοῦτον ἐθόλωσαν ἑαυτῶν τὴν ψυχὴν ὡς μὴ μόνον ἐπιλαθέσθαι τῆς περὶ Θεοῦ ἐννοίας, ἀλλὰ καὶ ἕτερα ἀνθ' ἑτέρων ἑαυτοῖς ἀναπλάσασθαι. Εἴδωλά τε γὰρ ἀντὶ τῆς ἀληθείας ἑαυτοῖς ἀνετυπώσαντο, καὶ τὰ οὐκ ὄντα τοῦ ὄντος Θεοῦ προετίμησαν, τῇ κτίσει παρὰ τὸν κτίσαντα λατρεύοντες, καὶ τό γε χείριστον, ὅτι καὶ εἰς ξύλα καὶ εἰς λίθους καὶ εἰς πᾶσαν ὕλην καὶ ἀνθρώπους τὴν τοῦ Θεοῦ τιμὴν μετετίθουν, καὶ πλείονα τούτων ποιοῦντες, ὥσπερ ἐν τοῖς ἔμπροσθεν εἴρηται. 11.5 Τοσοῦτον δὲ ἠσέβουν, ὅτι καὶ δαίμονας ἐθρήσκευον λοιπὸν καὶ θεοὺς ἀνηγόρευον, τὰς ἐπιθυμίας αὐτῶν ἀποπληροῦντες. Θυσίας τε γὰρ ζῴων ἀλόγων, καὶ ἀνθρώπων σφαγάς, ὥσπερ εἴρηται πρότερον, εἰς τὸ ἐκείνων καθῆκον ἐπετέλουν, πλεῖον ἑαυτοὺς τοῖς ἐκείνων οἰστρήμασι καταδεσμεύοντες. 11.6 ∆ιὰ τοῦτο γοῦν καὶ μαγεῖαι παρ' αὐτοῖς ἐδιδάσκοντο, καὶ μαντεῖα κατὰ τόπον τοὺς ἀνθρώπους ἐπλάνα, καὶ πάντες τὰ γενέσεως καὶ τοῦ εἶναι ἑαυτῶν τὰ αἴτια τοῖς ἄστροις καὶ τοῖς κατ' οὐρανὸν πᾶσιν ἀνετίθουν, μηδὲν πλέον τῶν φαινομένων λογιζόμενοι. 11.7 Καὶ ὅλως πάντα ἦν ἀσεβείας καὶ παρα νομίας μεστά, καὶ μόνος ὁ Θεὸς οὐδὲ ὁ τούτου Λόγος ἐπεγινώσκετο, καίτοι οὐκ ἀφανῆ ἑαυτὸν τοῖς ἀνθρώποις ἐπικρύψας, οὐδὲ ἁπλῆν τὴν περὶ ἑαυτοῦ γνῶσιν αὐτοῖς δε δωκώς, ἀλλὰ καὶ ποικίλως καὶ διὰ πολλῶν αὐτὴν αὐτοῖς ἐφαπλώσας.

12.1 Αὐτάρκης μὲν γὰρ ἦν ἡ κατ' εἰκόνα χάρις γνωρίζειν τὸν Θεὸν Λόγον, καὶ δι' αὐτοῦ τὸν Πατέρα· εἰδὼς δὲ ὁ Θεὸς τὴν ἀσθένειαν τῶν ἀνθρώπων, προενοήσατο καὶ τῆς ἀμελείας τούτων, ἵν' ἐὰν ἀμελήσαιεν δι' ἑαυτῶν τὸν Θεὸν ἐπιγνῶναι, ἔχωσι διὰ τῶν τῆς κτίσεως ἔργων τὸν δημιουργὸν μὴ ἀγνοεῖν. 12.2 Ἐπειδὴ δὲ ἡ ἀνθρώπων ἀμέλεια ἐπὶ τὰ χείρονα κατ' ὀλίγον ἐπικαταβαίνει· προενοήσατο πάλιν ὁ Θεὸς καὶ τῆς τοιαύτης αὐτῶν ἀσθενείας, νόμον καὶ προφήτας τοὺς αὐτοῖς γνωρίμους ἀποστείλας, ἵνα ἐὰν καὶ εἰς τὸν οὐρανὸν ὀκνήσωσιν ἀναβλέψαι καὶ γνῶναι τὸν ποιητήν, ἔχωσιν ἐκ τῶν ἐγγὺς τὴν διδασκαλίαν. Ἄνθρωποι γὰρ παρὰ ἀνθρώπων ἐγγυτέρω δύνανται μαθεῖν περὶ τῶν κρειττόνων. 12.3 Ἐξὸν οὖν ἦν ἀναβλέψαντας αὐτοὺς εἰς τὸ μέγεθος τοῦ οὐρανοῦ, καὶ κατανοήσαντας τὴν τῆς κτίσεως ἁρμονίαν,