1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

7

τῆς οὐρανίας ἐπέβης ἐλπίδος, ἐκείνην μοι πολυπραγμόνει τὴν γῆν, ἥτις οὐ πάντων ἐστὶ κληρονομία, πλὴν εἴ τινες διὰ τῆς τοῦ βίου πραότη 44.1212 τος ἄξιοι τῆς ἐπαγγελίας ἐκείνης κρίνονται· ἤν μοι δοκεῖ καὶ ὁ μέγας ∆αβὶδ, ὁ παρὰ πάντας τοὺς κατ' αὐτὸν ἐπιδεδημηκότας τῷ βίῳ πραΰς τε καὶ ἀνεξί κακος μαρτυρηθεὶς ὑπὸ τῆς θείας Γραφῆς, προνενοη κέναι τῇ ὑφηγήσει τοῦ Πνεύματος, καὶ διὰ πίστεως ἤδη κατεσχηκέναι τὸ ἐλπιζόμενον, εἰπὼν Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων. Οὐ γάρ φημι τὸν Προφήτην, ταύτην ζώντων προσειρηκέναι τὴν γῆν τὰ θνητὰ πάντα φύουσαν, καὶ εἰς ἑαυτὴν πάλιν πᾶν τὸ ἐξ αὐτῆς γένος ἀναλύουσαν· ἀλλ' οἶδε γῆν ζώντων, ἧς οὐκ ἐπέβη θάνατος· ἐν ᾗ ὁδὸς ἁμαρ τωλῶν οὐκ ἐτρίβη, ἣ κακίας ἴχνος ἐφ' ἑαυτῆς οὐκ ἐδέξατο, ἣν οὐκ ἀνέτεμε τῷ ἀρότρῳ τῆς πονηρίας ὁ τὰ ζιζάνια σπείρων, ἡ τριβόλων καὶ ἀκανθῶν ἄγονος· ἐν ᾗ τὸ ὕδωρ τῆς ἀναπαύσεως, καὶ ὁ τῆς χλόης τόπος, καὶ ἡ τετραχῆ μεριζομένη πηγὴ, καὶ ἡ παρὰ τοῦ Θεοῦ τῶν ὅλων γεωργουμένη ἄμπελος, καὶ ὅσα ἄλλα δι' αἰνιγμάτων παρὰ τῆς θεοπνεύστου δι δασκαλίας ἀκούομεν. Εἰ δὴ νενόηται ἡμῖν ἡ ὑψηλὴ γῆ ὑπεράνω τῶν οὐρανῶν θεωρουμένη, ἐφ' ἧς ἡ πό λις τοῦ βασιλέως συνῴκισται, περὶ ἧς τὰ δεδοξα σμένα ἐλαλήθη, καθώς φησιν ὁ Προφήτης, οὐκέτ' ἂν εἰκότως πρὸς τὴν τάξιν τῆς ἀκολουθίας τῶν μακαρι σμῶν ξενιζοίμεθα. Οὐδὲ γὰρ εἰκὸς ἦν, οἶμαι, ταύτην εὐλογίας προκεῖσθαι ταῖς ἐλπίσι τὴν γῆν τοῖς ἁρπα γησομένοις, καθώς φησιν ὁ Ἀπόστολος, ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτως μέλ λουσι πάντοτε σὺν Κυρίῳ ἔσεσθαι. Τίς οὖν ἔτι χρεία τῆς κάτω γῆς, οἷς ἡ ζωὴ μετάρσιος ἐν ἐλπίσιν ἐστίν; Ἁρπαγησόμεθα γὰρ ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυ ρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. Ἀλλ' ἴδωμεν τίνος ἀρετῆς γέρας ἡ ἐκείνης τῆς γῆς κληρονομία πρόκειται. Μακάριοι γὰρ, φησὶν, οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Τί τὸ πρᾶον; καὶ περὶ τί τὸ πρᾶον μακαρίζει ὁ Λό γος; οὐ γάρ μοι δοκεῖ πάντα ἐπίσης ἀρετὴν οἴεσθαι δεῖν, ὅσα ἂν ἐν πραότητι γίνεται, εἰ τὸ ἠρεμαῖόν τε καὶ βραδὺ μόνον διὰ τῆς λέξεως ταύτης σημαίνοιτο. Οὔτε γὰρ ἐν δρομεῦσιν ὁ πρᾶος ἀμείνων τοῦ ἐπι σπεύδοντος, οὔτε ὁ δυσκίνητος ἐν πυκτικῇ τὸν κατὰ τοῦ ἐναντίου στέφανον αἴρεται· κἂν τρέχωμεν πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ἐπιτείνειν ὁ Παῦλος συμβουλεύει τὸ τάχος, λέγων· Οὕτω τρέχετε, ἵνα καταλάβητε· ἐπεὶ καὶ αὐτὸς διὰ σφοδροτέρας ἀεὶ τῆς κινήσεως τοῦ πρόσω εἴχετο, τῶν ὀπίσω λήθην ποιούμενος· καὶ πυκτεύων εὐκίνητος ἦν· διεώρα γὰρ τοῦ ἀνθεστῶτος τὴν προσβολήν· καὶ περὶ τὴν βάσιν ἀσφαλὴς ἦν, καὶ ταῖς χερσὶ καθωπλισμένος, οὐ κατὰ κενοῦ τινος καὶ ἀνυποστάτου διεῤῥίπτει τὸ περὶ τὰς χεῖρας ὅπλον, ἀλλὰ τῶν καιρίων τοῦ προσπαλαίοντος ἥπτετο, κατ' αὐτοῦ τοῦ σώματος τὰς πληγὰς φέρων. Βούλει γνῶναι τοῦ Παύλου τὴν πυκτικήν; Ἴδε τὰς ὠτειλὰς τοῦ ἀνταγωνιζομένου, ἴδε τὰ ὑπώπια τοῦ ἀντιπάλου, ἴδε τὰ στίγματα τοῦ ἡττηθέντος Πάντως 44.1213 δὲ οὐκ ἀγνοεῖς τὸν ἀντίπαλον τὸν διὰ τῆς σαρκὸς προσπαλαίοντα, ὃν ὑπωπιάζει διὰ τῆς πυκτικῆς, ἀμύσσων τοῖς ὄνυξι τῆς ἐγκρατείας, οὗ νεκροῖ τὰ μέλη λιμῷ, καὶ δίψει, καὶ ψύχει, καὶ γυμνότητι, ᾧ τὰ στίγματα τοῦ Κυρίου ἐπιβάλλει, ὃν νικᾷ διὰ τοῦ δρόμου κατόπιν ἑαυτοῦ καταλιπὼν, ὡς ἂν μὴ ἐπισκο τοῖτο τὰς ὄψεις τοῦ ἀντιπάλου προτρέχοντος. Εἰ οὖν ὀξὺς καὶ εὐκίνητος ἐν τοῖς ἀγῶσιν ὁ Παῦλος, καὶ ὁ ∆αβὶδ πλατύνει τὰ διαβήματα τοῖς ἐχθροῖς ἐπιτρέχων, καὶ ὁ νυμφίος ἐν τῷ Ἄσματι δορκάδι κατὰ τὸ εὐ κίνητον ὁμοιοῦται, ὄρη διαπηδῶν, καὶ βουνοῖς ἐφαλ λόμενος (καὶ πολλὰ τοιαῦτα ἔστιν εἰπεῖν, ἐν οἷς προτιμότερον εὑρίσκεται τῆς πραότητος τὸ κατὰ τὴν κίνησιν τάχος)· πῶς ἐνταῦθα ἐν κατορθώματος εἴδει μακαρίζει τὸ πρᾶον ὁ Λόγος; Μακάριοι γὰρ, φησὶν, οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν· ἐκείνην πάντως τὴν γῆν τὴν τῶν καλῶν εὔφορον γεννημάτων, τὴν τῷ ξύλῳ τῆς ζωῆς κομῶσαν, τὴν ταῖς πηγαῖς τῶν πνευματικῶν χαρισμάτων κατάῤῥυ τον, ἐφ' ἧς ἡ ἄμπελος ἡ ἀληθινὴ βλαστάνει, ἧς γεωργὸν τὸν