1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

28

περιχυθεῖσα ἄχρηστον ἐποίησέ σοι τὸ ἀγαθὸν ὑποκεκρυμμένον τοῖς αἰσχροῖς προκαλύμμασιν. Εἰ οὖν ἀποκλύσειας πάλιν δι' ἐπι μελείας βίου τὸν ἐπιπλασθέντα τῇ καρδίᾳ σου ῥύπον, ἀναλάμψει σοι τὸ θεοειδὲς κάλλος. Ὥσπερ ἐπὶ τοῦ σιδήρου γίνεσθαι πέφυκεν, ὅταν δι' ἀκόνης τοῦ ἰοῦ γυμνωθῇ, ὁ πρὸ ὀλίγου μέλας, αὐγάς τινας ἐφ' ἑαυτοῦ πρὸς τὸν ἥλιον στίλβων καὶ λαμπηδόνας ἐκδίδωσιν· οὕτως καὶ ὁ ἔνδον ἄνθρωπος, ὃν καρδίαν ὀνομάζει ὁ Κύριος, ἐπειδὰν ἀποξύσηται τὸν ἰώδη ῥύπον τὸν διὰ τοῦ πονηροῦ εὐρῶτος ἐπανθήσαντα τῇ μορφῇ, πάλιν ἀναλήψεται τὴν πρὸς τὸ ἀρχέτυπον ὁμοιότητα, καὶ ἀγαθὸς ἔσται. Τὸ γὰρ ἀγαθῷ ὅμοιον, ἀγαθὸν πάντως. Οὐκοῦν ὁ ἑαυτὸν βλέπων, ἐν ἑαυτῷ τὸ ποθούμενον βλέπει· καὶ οὕτω γίνεται μακάριος ὁ καθαρὸς τῇ καρδίᾳ, ὅτι πρὸς τὴν ἰδίαν καθαρότητα βλέπων, ἐν τῇ εἰκόνι καθορᾷ τὸ ἀρχέτυπον. Ὥσπερ γὰρ οἱ ἐν κατόπτρῳ ὁρῶντες τὸν ἥλιον, κἂν μὴ πρὸς αὐτὸν τὸν οὐρανὸν ἀποβλέψωσιν ἀτενὲς, οὐδὲν ἔλαττον ὁρῶσι τὸν ἥλιον ἐν τῇ τοῦ κατόπτρου αὐγῇ, τῶν πρὸς αὐτὸν ἀποβλεπόντων τοῦ ἡλίου τὸν κύκλον· οὕτω, φησὶ, καὶ ὑμεῖς, κἂν ἀτονῆτε πρὸς κατανόησιν φωτὸς, ἐὰν ἐπὶ τὴν ἐξ ἀρχῆς ἐγκατασκευασθεῖσαν ὑμῖν χάριν τῆς εἰκόνος ἐπαναδράμητε, ἐν ἑαυτοῖς τὸ ζητούμενον ἔχετε. Καθαρότης γὰρ, ἀπάθεια, καὶ κακοῦ παντὸς ἀλλοτρίωσις ἡ θεότης ἐστίν. Εἰ οὖν ταῦτα ἐν σοί ἐστι, Θεὸς πάντως ἐν σοί ἐστιν. Ὅταν οὖν ἀμιγὴς πάσης κακίας, καὶ πάθους ἐλεύθερος, καὶ παντὸς κεχωρι σμένος μολύσματος, ὁ ἐν σοὶ λογισμὸς ᾖ, μακάριος εἶ τῆς ὀξυωπίας, ὅτι τὸ τοῖς μὴ καθαρθεῖσιν ἀθέατον, ἐκκαθαρθεὶς κατενόησας, καὶ τῆς ὑλικῆς ἀχλύος τῶν τῆς ψυχῆς ὀμμάτων ἀφαιρεθείσης, ἐν καθαρᾷ τῇ τῆς καρδίας αἰθρίᾳ τηλαυγῶς βλέπεις τὸ μακάριον θέαμα. Τοῦτο δέ ἐστι τί; Καθαρότης, ὁ ἁγιασμὸς, ἡ ἁπλότης, πάντα τὰ τοιαῦτα τὰ φωτοειδῆ τῆς θείας φύσεως ἀπαυγάσματα, δι' ὧν ὁ Θεὸς ὁρᾶται. Ἀλλὰ τὸ μὲν ταῦτα οὕτως ἔχειν ἐκ τῶν εἰρημένων οὐκ ἀμφιβάλλομεν. Ἔτι δὲ ἡμῖν ὁ λόγος τὸ ἐξ ἀρχῆς ἀπορηθὲν ἐπὶ τῆς αὐτῆς ἀμηχανίας βλέπει. Ὡς γὰρ ὁ ἐν οὐρανῷ γενόμενος, ἐν μετουσίᾳ τῶν οὐρανίων θαυμάτων ἐστίν· ὁ δὲ τῆς ἀνόδου τρόπος ἀμήχανος, ὧν οὐδὲν ἡμῖν τῶν διωμολογημένων κέρδος ποιεῖ· οὕτως ἐκ τοῦ καθαρθῆναι τὴν καρδίαν, τὸ μακάριον γενέσθαι οὐκ ἀμφιβάλλεται· τὸ δ' ὅπως ἄν τις αὐτὴν τῶν μολυνθέντων ἀποκαθάρειεν, ἴσον ἀντικρὺς εἶναι δοκεῖ τῆς ἐπὶ τὸν οὐρανὸν ἀναβάσεως. Ποία τοίνυν κλίμαξ τοῦ Ἰακώβ; ποῖον εὑρεθήσεται πύρινον ἅρμα καθ' ὁμοιότητα τοῦ τὸν προφήτην Ἠλίαν πρὸς οὐρα νὸν ἀνυψώσαντος, ᾧ πρὸς τὰ ἄνω θαύματα ἡ καρδία 44.1273 ἡμῶν ἐπαρθεῖσα, τὸ γήϊνον τοῦτο βάρος ἀποτινάξεται; Εἰ γάρ τις ἐν περινοίᾳ γένοιτο τῶν ἀναγκαίων τῆς ψυχῆς παθημάτων, ἄπορον οἰήσεται καὶ ἀμήχανον τὴν τῶν συνεζευγμένων κακῶν ἀναχώρησιν. Εὐθὺς ἐκ πά θους ἡμῖν ἡ γένεσις ἄρχεται, καὶ διὰ πάθους ἡ αὔξησις πρόεισιν, καὶ εἰς τὸ πάθος ἡ ζωὴ καταλήγει, καὶ ἀνα κέκραταί πως τὸ κακὸν πρὸς τὴν φύσιν, διὰ τῶν ἐξ ἀρχῆς παραδεξαμένων τὸ πάθος, τῶν διὰ τῆς παρα κοῆς εἰσοικισαμένων τὴν νόσον. Ὥσπερ δὲ τῇ δια δοχῇ τῶν ἐπιγινομένων καθ' ἕκαστον εἶδος, τῶν ζώων ἡ φύσις συνδιεξέρχεται, ὡς ταὐτὸν εἶναι τὸ γενόμε νον κατὰ τὸν τῆς φύσεως λόγον, τοῦ ἐξ οὗ γέγονεν· οὕτως ἐξ ἀνθρώπου ἅνθρωπος γίνεται, ἐξ ἐμπαθοῦς ἐμπαθὴς, ἐξ ἁμαρτωλοῦ τοιοῦτος. Οὐκοῦν συνυφίστα τρόπον τινὰ τοῖς γινομένοις ἡ ἁμαρτία, συναπο τικτομένη τε καὶ συναύξουσα, καὶ τῷ τῆς ζωῆς ὅρῳ συγκαταλήγουσα. Ἀλλὰ δυσεπίτευκτον ἡμῖν εἶναι τὴν ἀρετὴν, μυρίοις ἱδρῶσι καὶ πόνοις, σπουδῇ καὶ καμάτῳ μόγις κατορθουμένην, πολλαχῆ παρὰ τῆς θείας Γραφῆς ἐδιδάχθημεν, τεθλιμμένην καὶ διὰ στε νοῦ προϊοῦσαν τὴν ὁδὸν τῆς βασιλείας ἀκούσαντες, πλατεῖάν τε καὶ κατάντη καὶ ἐπίδρομον, τὴν διὰ κα κίας τὸν βίον ἐπὶ τὴν ἀπώλειαν ἀπάγουσαν. Οὐ μὴν καθόλου ἀμήχανον τὴν ὑψηλὴν ζωὴν, ἡ Γραφὴ διωρί σατο, ἡ τοσούτων ἀνδρῶν ἐν ταῖς ἱεραῖς βίβλοις ἐκ θεμένη τὰ θαύματα. Ἀλλ' ἐπειδὴ διπλῆς οὔσης τῆς διανοίας ἐν τῇ τοῦ ἰδεῖν τὸν Θεὸν ἐπαγγελίᾳ· μιᾶς μὲν τοῦ γνῶναι τὴν τοῦ παντὸς