1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

13

ἀπήνεια, φθόνος, κολακεία, μνησικακία τε καὶ ἀναλγησία, καὶ πάντα τὰ κατὰ τὸ ἐναντίον ἐν ἡμῖν νοούμενα πάθη, τυράννων ἐστί τινων καὶ δεσπο τῶν ἀπαρίθμησις, τῶν πρὸς τὸ ἴδιον κράτος τὴν ψυχὴν οἷόν τινα δορυάλωτον καταδουλούντων. Εἰ δέ τις καὶ τὰς περὶ τὸ σῶμα συμφορὰς ἀναλογίζοιτο, τὰς τῇ φύσει ἡμῶν συμπεπλεγμένας τε καὶ συστρε φομένας, τὰς ποικίλας λέγω καὶ πολυτρόπους τῶν νοσημάτων ἰδέας, ὧν πάντων τὸ κατ' ἀρχὰς ἀπεί ρατον ἦν τὸ ἀνθρώπινον, πολὺ μᾶλλον πλεονάσει τὸ δάκρυον, ἐκ παραλλήλου θεωρῶν ἀντὶ τῶν ἀγαθῶν τὰ λυπηρὰ, καὶ ἀντιπαρατιθεὶς τὰ κακὰ τοῖς βελ τίοσιν. Τοῦτο οὖν ἔοικεν ἐν ἀποῤῥήτῳ διδάσκειν ὁ μακαρίζων τὸ πένθος, τὸ πρὸς τὸ ἀληθινὸν ἀγαθὸν τὴν ψυχὴν βλέπειν, μηδὲ τῇ παρούσῃ ἀπάτῃ τοῦ βίου καταβαπτίζεσθαι· οὐ γὰρ ἔστιν οὔτε ἀδακρυτὶ ζῇν τὸν ἐπεσκεμμένον δι' ἀκριβείας τὰ πράγματα, οὔτε ἐν λυπηροῖς εἶναι νομίζειν τὸν ταῖς βιωτικαῖς ἡδοναῖς ἐμβαθύνοντα· καθάπερ ἐπὶ τῶν ἀλόγων τὸ τοιοῦτον ἔστιν ἰδεῖν· οἷς ἐλεεινὴ μὲν ἡ τῆς φύσεώς ἐστι κατασκευή· (τί γὰρ ἐλεεινότερον τῆς τοῦ λόγου στερήσεως;) αἴσθησις δὲ τῆς συμφορᾶς αὐτοῖς οὐδε μία, ἀλλὰ κατά τινα ἡδονὴν κἀκείνοις ἡ ζωὴ διεξ άγεται· καὶ ὁ ἵππος γαυριᾷ, καὶ ὁ ταῦρος κονίζεται· καὶ ὁ σὺς φρίσσει τὴν λοφιάν· καὶ οἱ σκύλακες παί ζουσι, καὶ διασκιρτῶσιν οἱ μόσχοι, καὶ ἕκαστον τῶν ζώων ἔστιν ἰδεῖν διά τινων τεκμηρίων τὴν ἡδονὴν ἐνδεικνύμενον, οἷς εἴ τις κατανόησις ἦν τῆς τοῦ λόγου χάριτος, οὐκ ἂν τὸν κωφὸν αὐτῶν καὶ ταλαί πωρον βίον ἐν ἡδονῇ διετίθεντο. Οὕτως καὶ ἐπὶ τῶν ἀνθρώπων, οἷς οὐδεμία τῶν ἀγαθῶν ἐστι γνῶσις, 44.1229 ὧν ἡ φύσις ἡμῶν ἀπεστέρηται, τούτοις καθ' ἡδονὴν ἡ τῆς παρούσης ζωῆς διαγωγή. Ἀκολουθεῖ δὲ τῷ τοῖς παροῦσιν ἥδεσθαι, τὸ μὴ ζητεῖν τὰ βελτίω. Ὁ δὲ μὴ ζητῶν, οὐκ ἂν εὕροι τὸ μόνοις ζη τοῦσι παραγενόμενον. Οὐκοῦν διὰ τοῦτο ὁ Λόγος μα καρίζει τὸ πένθος, οὐ δι' ἑαυτὸ κρίνων εἶναι μακάριον, ἀλλὰ διὰ τὸ ἐξ ἐκείνου παραγενόμενον. ∆είκνυσι δὲ τοῦ λόγου ἡ συζυγία, ὅτι τῆς πρὸς τὴν παράκλη σιν ἀναφορᾶς τὸ πενθεῖν αὐτοῖς ἐστι μακάριον. Μα κάριοι γὰρ, φησὶν, οἱ πενθοῦντες καὶ οὐκ ἔστησεν ἐν τούτῳ τὸν λόγον, ἀλλὰ προσέθηκεν, Ὅτι αὐτοὶ παρακληθήσονται. Ὅ μοι δοκεῖ προκατανενοηκὼς ὁ μέγας Μωϋσῆς (μᾶλλον δὲ, ὁ ἐν ἐκείνῳ ταῦτα δια τάσσων Λόγος, ἐν ταῖς μυστικαῖς τοῦ Πάσχα παρατη ρήσεσιν)· ἄζυμον μὲν αὐτοῖς ἄρτον ἐν ταῖς ἑορτασί μοις ἡμέραις νομοθετῆσαι· ὄψον δὲ τῇ βρώσει πικρί δας ποιήσασθαι, ὡς ἂν διὰ τῶν τοιούτων μάθοιμεν αἰ νιγμάτων, ὅτι οὐκ ἔστι τῆς μυστικῆς ἐκείνης ἑορτῆς μετασχεῖν ἄλλως, εἰ μὴ αἱ πικρίδες τοῦ βίου τούτου τῇ ἁπλῇ καὶ ἀζύμῳ ζωῇ ἑκουσίως καταμιγνύοιντο. ∆ιὰ τοῦτο καὶ ὁ μέγας ∆αβὶδ, καίτοι τὸ ἀκρότατον τῆς ἀνθρωπίνης εὐκληρίας μέτρον (λέγω δὴ τὴν βα σιλείαν) περὶ ἑαυτὸν βλέπων· δαψιλῶς ἐπιβάλλει τῶν πικρίδων τῇ ἑαυτοῦ ζωῇ στενάζων ἐν οἰμωγῇ, καὶ θρηνῶν τὴν παράτασιν τῆς ἐν σαρκὶ παροικίας, καὶ ἐκλείπων, ὑπὸ τῆς τῶν μειζόνων ἐπιθυμίας, φησὶν, Οἴμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη, Ἑτέρωθι δὲ πρὸς τὸ κάλλος τῶν θείων σκηνωμάτων ἀτενὲς ἀπο βλέπων, ἐκλιπεῖν ὑπὸ τῆς ἐπιθυμίας φησὶ, τὸ ἐν ἐσχάτοις ἐκεῖ τετάχθαι, τοῦ πρωτεύειν ἐν τοῖς παρ οῦσι, προτιμότερον ἑαυτῷ κρίνων. Εἰ δέ τις ἀκρι βέστερον κατανοῆσαι βούλοιτο τοῦ μακαριζομένου τούτου πένθους τὴν δύναμιν, ἐπισκεψάσθω ἑαυτῷ ἐν τῷ κατὰ τὸν Λάζαρον καὶ τὸν πλούσιον διηγήματι, ἐν ᾧ γυμνότερον τὸ τοιοῦτον δόγμα ἡμῖν σαφηνίζεται. Μνήσθητι γὰρ, φησὶν ὁ Ἀβραὰμ πρὸς τὸν πλούσιον, ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου· ὁμοίως δὲ καὶ ὁ Λάζαρος τὰ κακά· διὰ τοῦτο οὗτος μὲν πα ρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Ἔοικε γὰρ, ἐπειδὴ τῆς ἀγαθῆς τοῦ Θεοῦ περὶ τὸν ἄνθρωπον οἰκονομίας ἀπ έστησεν ἡμᾶς ἡ ἀβουλία, μᾶλλον δὲ ἡ κακοβουλία τοῦ γὰρ Θεοῦ ἀμιγὲς τοῦ κακοῦ τὸ ἀγαθὸν ἐν τῇ ἀπο λαύσει ἡμῶν νομοθετήσαντος, καὶ καταμιγνύναι τῷ καλῷ τὴν τοῦ κακοῦ πεῖραν ἀπαγορεύσαντος, ἐπειδὴ ἡμεῖς ὑπὸ λαιμαργίας ἑκουσίως τοῦ ἐναντίου ἐνεφο ρήθημεν (λέγω δὲ τῆς τοῦ θείου Λόγου παρακοῆς ἀπογευσάμενοι)· διὰ τοῦτο χρὴ πάντως ἐν ἀμφοτέροις γενέσθαι τὴν