1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

27

προωδευκότων τὸν βίον ἴχνος τι καταληπτικῆς ἐπινοίας σημαινο μένου τῇ γνώσει τοῦ ὑπὲρ γνῶσιν πράγματος. Τοιοῦ τος δὲ ὢν κατὰ τὴν φύσιν ὁ ὑπὲρ πᾶσαν φύσιν, ἄλλῳ λόγῳ καὶ ὁρᾶται καὶ καταλαμβάνεται ὁ ἀόρατός τε καὶ ἀπερίγραπτος. Πολλοὶ δὲ οἱ τῆς τοιαύτης κατα νοήσεως τρόποι. Ἔστι γὰρ καὶ διὰ τῆς ἐμφαινομέ νης τῷ παντὶ σοφίας, τὸν ἐν σοφίᾳ πάντα πεποιη κότα στοχαστικῶς ἰδεῖν. Καθάπερ καὶ ἐπὶ τῶν ἀνθρωπίνων δημιουργημάτων ὁρᾶται τρόπον τινὰ τῇ διανοίᾳ ὁ δημιουργὸς τοῦ προκειμένου κατασκευάσμα τος, τὴν τέχνην τῷ ἔργῳ ἐναποθέμενος. Ὁρᾶται δὲ οὐχ ἡ φύσις τοῦ τεχνητεύσαντος, ἀλλὰ μόνον ἡ τεχνικὴ ἐπιστήμη, ἣν ὁ τεχνίτης τῇ κατασκευῇ ἐν απέθετο. Οὕτω καὶ πρὸς τὸν ἐν τῇ κτίσει βλέποντες κόσμον, ἔννοιαν οὐ τῆς οὐσίας, ἀλλὰ τῆς σοφίας τοῦ κατὰ πάντα σοφῶς πεποιηκότος ἀνατυπούμεθα. Κἂν τῆς ἡμετέρας ζωῆς τὴν αἰτίαν λογισώμεθα, ὅτι οὐκ ἐξ ἀνάγκης, ἀλλ' ἐξ ἀγαθῆς προαιρέσεως ἦλθεν εἰς τὸ κτίσαι τὸν ἄνθρωπον, πάλιν καὶ διὰ τούτου τοῦ τρόπου καθεωρακέναι λέγομεν τὸν Θεὸν, τῆς ἀγαθότητος οὐ τῆς οὐσίας ἐν περινοίᾳ γενόμενοι· οὕτω καὶ τὰ ἄλλα πάντα, ὅσα πρὸς τὸ κρεῖττόν τε καὶ ὑψηλότερον ἀνάγει τὴν ἔν 44.1269 νοιαν, Θεοῦ κατανόησιν τὰ τοιαῦτα κατονομά ζομεν, ἑκάστου τῶν ὑψηλῶν νοημάτων τὸν Θεὸν ἡμῖν εἰς ὄψιν ἄγοντος. Ἡ γὰρ δύναμις καὶ ἡ καθαρότης, καὶ τὸ ὡσαύτως ἔχειν, καὶ τὸ ἀμιγὲς τοῦ ἐναντίου, καὶ πάντα τὰ τοιαῦτα θείας τινὸς καὶ ὑψηλῆς ἐννοίας ἐντυποῖ ταῖς ψυχαῖς τὴν φαντασίαν. Οὐκοῦν δείκνυται διὰ τῶν εἰρημένων, πῶς καὶ ὁ Κύριος ἀληθεύει, ὀφθήσεσθαι τὸν Θεὸν τοῖς καρδίαν ἔχουσι καθαρὰν ἐπαγγειλάμενος· καὶ ὁ Παῦλος οὐ ψεύδεται, μήτε ἑωρακέναι τινὰ τὸν Θεὸν, μήτ' ἰδεῖν δύνασθαι διὰ τῶν οἰκείων λόγων ἀποφηνάμενος. Ὁ γὰρ τῇ φύσει ἀόρατος, ὁρατὸς ταῖς ἐνεργείαις γίνε, ἔν τισι τοῖς περὶ αὐτὸν καθορώμενος. Ἀλλ' οὐ πρὸς τοῦτο βλέπει μόνον τοῦ μακαρισμοῦ ἡ διάνοια, τὸ ἔκ τινος ἐνεργείας τὸν ἐνεργοῦντα δύνασθαι τοιοῦτον ἀναλογίσασθαι· γένοιτο γὰρ ἂν ἴσως καὶ τοῖς τοῦ αἰῶνος τούτου σοφοῖς, διὰ τῆς τοῦ κόσμου εὐαρμοστίας ἡ τῆς ὑπερκειμένης σοφίας τε καὶ δυνάμεως κατανόησις. Ἀλλ' ἕτερόν μοι δοκεῖ ἡ τοῦ μακαρισμοῦ μεγαλοφυΐα τοῖς δυναμένοις δέξασθαι κατιδεῖν τὸ ποθούμενον, τὴν συμβουλὴν ὑφηγεῖσθαι· τὸ δέ μοι παραστὰν νόημα δι' ὑποδειγμάτων σαφηνισθήσεται. Ἀγαθόν τι κατὰ τὸν ἀνθρώπινόν ἐστι βίον, ὑγίεια τοῦ σώματος· ἀλλὰ μακάριον οὐ τὸ εἰδέναι μόνον τῆς ὑγιείας τὸν λόγον, ἀλλὰ τὸ ἐν ὑγιείᾳ ζῇν. Εἰ γάρ τις ἐγκώμια διεξιὼν τῆς ὑγιείας τὴν νοσώδη καὶ κακόχυμον αἱροῖτο τρο φήν· τί τῶν ἐγκωμίων τῆς ὑγιείας ἀπώνατο ταῖς ἀῤ ῥωστίαις ἐπιτριβόμενος; Οὕτω τοίνυν νοήσωμεν καὶ τὸν προκείμενον λόγον, ὅτι οὐ τὸ γνῶναί τι περὶ Θεοῦ μακάριον ὁ Κύριος εἶναί φησιν· ἀλλὰ τὸ ἐν ἑαυτῷ σχεῖν τὸν Θεόν. Μακάριοι γὰρ οἱ καθαροὶ τῇ καρ δίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Οὐ γάρ μοι δοκεῖ ὡς ἀντιπρόσωπόν τι θέαμα τὸν Θεὸν προτιθέναι τῷ κεκαθαρμένῳ τὸν τῆς ψυχῆς ὀφθαλμόν· ἀλλὰ τοῦτο τάχα ἡ τοῦ ῥητοῦ μεγαλοφυΐα ἡμῖν ὑποτίθεται, ὃ καὶ πρὸς ἑτέρους ὁ λόγος γυμνότερον παρίστησιν, ἐντὸς ὑμῶν εἶναι τὴν βασιλείαν τοῦ Θεοῦ εἰπών· ἵνα διδαχ θῶμεν, ὅτι ὁ πάσης τῆς κτίσεως καὶ ἐμπαθοῦς δια θέσεως τὴν ἑαυτοῦ καρδίαν ἀποκαθήρας, ἐν τῷ ἰδίῳ κάλλει τῆς θείας φύσεως καθορᾷ τὴν εἰκόνα. Καί μοι δοκεῖ δι' ὀλίγων ὧν εἶπεν, τοιαύτην συμβουλὴν περι έχειν ὁ Λόγος· ὅτι, Ὦ ἄνθρωποι, ὅσοις ἐστί τις ἐπι θυμία τῆς τοῦ ὄντως ἀγαθοῦ θεωρίας, ἐπειδὰν ἀκού σητε ὑπὲρ τοὺς οὐρανοὺς ἐπῆρθαι τὴν θείαν μεγαλο πρέπειαν, καὶ τὴν δόξαν αὐτῆς ἀνερμήνευτον εἶναι, καὶ τὸ κάλλος ἄφραστον, καὶ τὴν φύσιν ἀχώρητον· μὴ ἐκπίπτετε εἰς ἀνελπιστίαν τοῦ μὴ δύνασθαι κατ ιδεῖν τὸ ποθούμενον. Τὸ γάρ σοι χωρητὸν, τῆς τοῦ 44.1272 Θεοῦ κατανοήσεως μέτρον ἐν σοί ἐστιν. Οὕτω τοῦ πλάσαντός σε τὸ τοιοῦτον ἀγαθὸν εὐθὺς τῇ φύσει κα τουσιώσαντος. Τῶν γὰρ τῆς ἰδίας φύσεως ἀγαθῶν ὁ Θεὸς ἐνετύπωσε τῇ σῇ κατασκευῇ τὰ μιμήματα, οἷόν τινα κηρὸν σχήματι γλυφῆς προτυπώσας. Ἀλλ' ἡ κα κία τῷ θεοειδεῖ χαρακτῆρι