1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

7

ποιεῖ τὸ σῶμα, ἀκμάζουσαν τὴν διάνοιαν, ἀναπαύει τὴν σάρκα πεπονηκυῖαν. Ἀλλὰ νόσος κακόν; Πόθεν οὖν ὁ Λάζαρος ἐστεφανώθη; Ἀλλὰ πενία; Καὶ πόθεν ὁ Ἰὼβ εὐδοκίμησεν; Ἀλλὰ θλίψεις ἐπάλληλοι καὶ συνεχεῖς; 4.17 Καὶ πόθεν οἱ ἀπόστολοι ἀνεκηρύχθησαν; ποία δὲ ὁδὸς ἡ εἰς τὴν ζωὴν ἄγουσα; οὐχ ἡ στενὴ καὶ τεθλιμμένη; Μὴ τοίνυν λέγε· ∆ιὰ τί τοῦτο; εἰς τί τοῦτο; ἀλλὰ καὶ ἐπὶ τῶν οἰκονομιῶν καὶ ἐπὶ τῶν κτισμάτων τοῦ Θεοῦ, ἣν παρέχει σιγὴν ὁ πηλὸς τῷ κεραμεῖ, ταύτην καὶ αὐτὸς τῷ ποιήσαντί σε Θεῷ.

5.t Κεφ. εʹ. Ὅτι δεῖ πεπεῖσθαι ὅτι προνοεῖ πάντων ὁ Θεὸς καὶ τοῖς ἀμφιβάλλουσι μεγίστη ἡ διὰ τῆς κτίσεως ἀπόδειξις

5.1 Τί οὖν; φησίν· οὐ βούλει με εἰδέναι σαφῶς καὶ πιστεύειν ὅτι προνοεῖ

πάντων ὁ Θεός; Καὶ μάλα καὶ βούλομαι καὶ εὔχομαι καὶ ἐπιθυμῶ σφόδρα· οὐ μὴν περιεργάζεσθαι τὴν πρόνοιαν, οὐδὲ πολυπραγμονεῖν. Εἰ μὲν γὰρ οἶσθα καὶ πέπεικας σεαυτόν, μὴ ζήτει· εἰ δὲ ἀμφιβάλλεις ἐρώτησον τὴν γῆν, τὸν οὐρανόν, τὸν ἥλιον, τὴν σελήνην, ἐρώτησον τὰ ποικίλα τῶν ἀλόγων γένη, τὰ σπέρματα, τὰ φυτά, τοὺς ἀφώνους ἰχθύας, τὰς πέτρας, τὰ ὄρη, τὰς νάπας, τοὺς βουνούς, τὴν νύκτα, τὴν ἡμέραν. 5.2 Τοῦ γὰρ ἡλίου καὶ τῆς ἀκτῖνος αὐτῆς φανερωτέρα ἡ τοῦ Θεοῦ πρόνοια καὶ καθ' ἕκαστον καιρὸν καὶ καθ' ἕκαστον τόπον καὶ ἐν ἐρημίᾳ καὶ ἐν οἰκουμένῃ καὶ ἐν ἀοικήτῳ καὶ ἐν γῇ καὶ ἐν θαλάσσῃ καὶ ὅπουπερ ἂν ἀφίκῃ, ὑπομνήματα ὄψει τῆς προνοίας ταύτης σαφῆ καὶ διαρκῆ καὶ παλαιὰ καὶ νέα καὶ φωνὰς τῆς φωνῆς ἡμῶν ταύτης τῆς λογικῆς τρανοτέρας πανταχόθεν φερομένας καὶ τὸν βουλόμενον ἀκούειν παιδευούσας αὐτοῦ τὴν κηδεμονίαν. 5.3 ∆ιὰ τοῦτο καὶ ὁ προφήτης τῶν φωνῶν τούτων τὸ ἐξαίρετον δηλῶν ἔλεγεν· «Οὐκ εἰσὶ λαλιαί, οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν.» Ἡ μὲν γὰρ ἡμετέρα τοῖς ὁμοφώνοις ἐστὶ γνώριμος μόνον, ἑτερογλώσσοις δὲ οὐκέτι· ἡ δὲ διὰ τῆς κτίσεως φωνὴ πᾶσι τοῖς ἔθνεσι τοῖς κατὰ τὴν οἰκουμένην ἐστὶν ἀκουστή.

6.t Κεφ. ςʹ. Περὶ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς πᾶσαν ἀγάπην μεθ'

ὑπερβολῆς ὑπερβαινούσης 6.1 Τοῖς μὲν οὖν εὐγνώμοσιν ἀρκεῖ καὶ πρὸ τῆς διὰ τῶν ἔργων ἀποδείξεως ἡ

ἀπόφασις αὐτὴ μόνη τοῦ Θεοῦ, οὐχὶ τὴν πρόνοιαν αὐτοῦ δεικνῦσα μόνον, ἀλλὰ καὶ τὸν σφοδρὸν ἔρωτα τὸν περὶ ἡμᾶς. Οὐ γὰρ ἁπλῶς ἡμῶν προνοεῖ, ἀλλὰ καὶ ἐρῶν καὶ σφόδρα ἐρῶν ἔρωτά τινα ἀμήχανον, ἔρωτα ἀπαθῆ μέν, θερμότατον δὲ καὶ εὐτονώτατον καὶ γνήσιον καὶ ἀκατάλυτον καὶ σβεσθῆναι μὴ δυνάμενον. 6.2 Καὶ τοῦτον παραστῆσαι βουλομένη ἡ θεία Γραφή, παράγει μὲν εἰκόνας τὰς ἐν ἀνθρώποις, παράγει δὲ καὶ πολλὰ ἔρωτος ὑποδείγματα καὶ προνοίας καὶ κηδεμονίας. Οὐ μὴν μέχρι τούτων ἡμᾶς μόνον βούλεται ἑστάναι, ἀλλὰ καὶ ὑπερβαίνειν τὰ παραδείγματα τῷ λογισμῷ. Οὐδὲ ὡς ἀρκοῦντα δεῖξαι τὸ φίλτρον παράγει ταῦτα, ἀλλ' ὡς γνώριμα τοῖς ἀκούουσι καὶ τῶν ἄλλων μᾶλλον δυνάμενα δεῖξαι τοῦτο. 6.3 Οἷόν τι λέγω. Πρός τινας ὀδυρομένους καὶ πενθοῦντάς ποτε καὶ λέγοντας· «Ἐγκατέλιπέ με Κύριος καὶ ἐπελάθετό μου ὁ Θεὸς τοῦ Ἰσραήλ», τηνικαῦτα ἐπάγει λέγων ὁ προφήτης· «Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς ἢ τοῦ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς;» τοῦτο λέγων ὅτι ὥσπερ ἐκείνη οὐκ ἂν ἐπιλάθοιτο τῶν παιδίων τῶν ἑαυτῆς, οὕτως οὐδὲ ὁ Θεὸς τοῦ γένους τῶν ἀνθρώπων. 6.4 Εἶτα ἵνα μάθῃς ὅτι τὴν εἰκόνα ταύτην παρήγαγεν ὁ προφήτης, οὐχὶ τοσοῦτον βουλόμενος δεῖξαι τὸ μέτρον τῆς ἀγάπης τοῦ Θεοῦ ὅση μητρός ἐστι περὶ τὰ ἔκγονα τῆς κοιλίας