1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

7

ἕνεκεν καὶ τοῦτο πρόσκειται; Ἐκ τῶν μετὰ ταῦτα εἴσῃ σαφῶς. Καὶ ἐσχάρα πυρὸς ἔμπροσθεν αὐτοῦ· ἀνθρακιὰ, φησὶ, διότι ψῦχος ἦν. Ὁρᾶτε πῶς οὐδὲν παραλιμπάνεται τῇ θείᾳ Γραφῇ; Καὶ ἀνθρακιὰ πυρὸς ἔμπροσθεν αὐτοῦ· καὶ περιεστήκεισαν οἱ σατράπαι· ἐκομίσθη τὸ βιβλίον μυρίων γέμον καλῶν ἡ γὰρ τῶν κακῶν προφητεία κακῶν ἀναίρεσις ἦν, καὶ ἀνεγινώσκετο. Μνημονεύετέ μοι, παρακαλῶ, τῆς ὑποσχέσεως. Καὶ ἐν τῷ ἀναγινώσκειν αὐτὸν τρεῖς σελίδας, λαβὼν τὴν σμίλην ἔκοψεν, καὶ ἔβαλεν εἰς τὴν ἐσχάραν τοῦ πυρὸς, ἕως ἐξέλιπε τὸ βιβλίον ἅπαν. Εἶδες πῶς οὐ φείδονται οὐδὲ τῶν βιβλίων; πῶς οὐδὲ τῶν γραμμάτων τῶν θείων ἀπέχονται; Ἐπειδὴ αἰχμαλωσίαν εἶχε τῆς Ἱερουσαλὴμ, κατέκοψε· καὶ οὐχ εὑρὼν τὸν προφήτην, εἰς τὰ γράμματα τὴν ὀργὴν ἀφῆκεν. Ὁ τοίνυν τοῖς ἀψύχοις οὕτω πολεμῶν, εἰ τὸν ψυχὴν ἔχοντα εὗρε, τί οὐκ ἂν εἰργάσατο; Καθάπερ γὰρ τὰ χαλεπὰ τῶν θηρίων, ἐπειδὰν ἐπιλάβωνται τῶν πυκτευόντων αὐτοῖς, εἶτα ἐκεῖνοι διαφύγωσι καταλιπόντες ἐν τῷ στόματι τῶν θηρίων ἃ περίκεινται δέρματα, λοιπὸν αὐτὰ περιτρώγουσι παραμυθούμενα τὸν θυμόν· οὕτω δὴ καὶ ὁ βασιλεὺς ἐποίησεν. Οὐχ εὗρε τὸν ἔχοντα τὸ βιβλίον, καὶ αὐτὸ τὸ βιβλίον κατέκοψε· καὶ οὐ κατέκοψε μόνον, ἀλλὰ καὶ ἐνέβαλεν εἰς τὴν ἐσχάραν τοῦ πυρὸς, ἵνα μηδὲ λείψανον μείνῃ τῶν γραμμάτων ἐκείνων. Ἀλλ' οὐδέπω πᾶσαν ἔγνωτε αὐτοῦ τὴν μανίαν· εἴσεσθε δὲ σαφῶς, ἐὰν μετὰ ἀκριβείας τῷ διηγήματι προσέχητε. Οὐ γὰρ εἶπεν, ὅτι ἀναγνοὺς τὸ βιβλίον ἅπαν, οὕτως ἔκαυσεν· ἀλλ' Ἐν τῷ ἀναγινώσκειν αὐτὸν τρεῖς σελίδας ἢ τέσσαρας, ἐξέτεμεν αὐτό. Οὐκ ἀνέμεινεν οὐδὲ τὸ τέλος τῆς ἀναγνώσεως, ἀλλ' ἐξ αὐτῶν τῶν προοιμίων εὐθέως ἐξηγριώθη. ∆ιὰ ταῦτα οὐκ ἦν ἀσφαλὲς τοῖς προφήταις Ἰουδαίοις λέγειν μετὰ σαφηνείας πάντα τὰ ἐσόμενα δεινά. Εἰ γὰρ πρόσκαιρον οὐκ ἤνεγκεν αἰχμαλωσίαν ἀκοῦσαι, τὴν διηνεκῆ πῶς ἂν ὑπέμεινε μαθεῖν; Καὶ οὐδὲ μέχρι τούτου ἔστη ὁ βασιλεύς· ἀλλ' ἔπεμψε, φησὶ, ζητεῖν πανταχοῦ τὸν προφήτην, ἀλλ' οὐχ εὗρεν αὐτόν· ἔκρυψε γὰρ αὐτὸν ὁ Θεός. Ἐκεῖνον μὲν τόπῳ τότε ἔκρυψε, τοὺς δὲ ἄλλους προφήτας τῇ ἀσαφείᾳ τῶν λεγομένων. ςʹ. Οὐκ ἀπὸ τούτων δὲ μόνον ἡμῖν ἔσται φανερὸν, ὅτι τολμηρὸν ἦν παρὰ Ἰουδαίοις καὶ ψυχῆς ῥιψοκινδύνου, τὴν ἐσομένην τοῖς ἔθνεσι τιμὴν καὶ δόξαν, καὶ τὴν διαδεξομένην ἐκείνους ἀτιμίαν λέγειν, ἀλλὰ καὶ ἐκ τῶν Παύλου ῥημάτων. Οὗτος γοῦν ἰδών τινα προφήτην μικρὸν παρανοίξαντά τι τῆς προῤῥήσεως ταύτης, καὶ σαφέστερον τῶν ἄλλων εἰπόντα, καὶ τὰ ἡμέτερα 56.173 ἀγαθὰ, καὶ τὰ ἐκείνων κακὰ, ἐξεπλάγη καὶ ἐθαύμασε τῆς τόλμης αὐτὸν, οὕτως εἰπών· Ἡσαΐας δὲ ἀποτολμᾷ, καὶ λέγει· Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. Εἶπον, Ἰδού εἰμι, τῷ ἔθνει, οἳ οὐκ ἐκάλεσαν τὸ ὄνομά μου. Καίτοι, εἰ μὴ κίνδυνος ἐκ τῆς προῤῥήσεως ἠκολούθει, τίνος ἕνεκεν εἶπε Παῦλος, Ἡσαΐας δὲ ἀποτολμᾷ, καὶ λέγει· Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν; Μεγίστη ὄντως κατηγορία Ἰουδαίων. Οἱ μὴ ζητοῦντες εὗρον, καὶ οἱ ζητοῦντες ἀπέτυχον· οἱ μὴ ἀκούσαντες ἐπίστευσαν, καὶ οἱ ἀκούσαντες ἐσταύρωσαν. ∆ιὰ ταῦτα τολμητὴν ἐκάλεσε τὸν Ἡσαΐαν. Καὶ γὰρ ὄντως μεγίστης τόλμης ἦν, ἐν μέσῳ τῶν κατηγορουμένων ἑστῶτα, ἀφειδῶς ποιεῖσθαι τὰς κατηγορίας, καὶ ἐκείνους μὲν τῆς τιμῆς φανερῶς ἐκβάλλειν διὰ τῆς προφητείας, ἑτέρους δὲ εἰσάγειν εἰς τὴν ὀφειλομένην ἐκείνοις δόξαν. Τὸ δικαστήριον τῶν ἀκουόντων κατηγόρους εἶχε πάντας. Τίς δὲ ἐν δικασταῖς ἐχθροῖς διαφεύγειν δύναται κίνδυνον; ∆ιὰ τοῦτο, φησὶν, Ἀποτολμᾷ καὶ λέγει. Ἀλλ' ἔτι τοῦτο ὑμῖν σαφέστερον ἀποδεῖξαι βούλομαι. ∆ιὰ τοῦτο περὶ Ἰουδαίων καὶ ἡμῶν ἀσαφῶς ἐν ταῖς Γραφαῖς εἴρηται, ἵνα μὴ πρὸ καιροῦ συνῶσι τῶν λεγομένων Ἰουδαῖοι. Καὶ τούτου παράγω μάρτυρα τὸν μεγαλοφωνότατον Παῦλον, τὸν ἄνωθεν φθεγγόμενον, τὴν σάλπιγγα τῶν οὐρανῶν, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸν νυμφαγωγὸν