1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

7

ὁ μακάριος Παῦλος ἔλεγεν· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας, ἐν ὁμοιώματι σαρκὸς ἁμαρ τίας, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.» Ὃ δὲ λέγει, τοιοῦτό ἐστι· Σκοπὸς, φησὶν, ἦν τῷ νόμῳ δικαιῶσαι τὴν φύσιν τῶν ἀνθρώπων· ἀδυνάτως δὲ εἶχε τοῦτο ποιεῖν, οὐ παρὰ τὴν οἰκείαν ἀσθένειαν, ἀλλὰ διὰ τὴν τῶν ἀκουόντων ῥᾳστώνην· ἐπιῤῥεπῶς γὰρ ἔχοντες περὶ τὴν τῆς σαρκὸς ἡδονὴν, ἔφυγον μὲν τὸ τῶν νομίμων ἐπίπονον, ταῖς δὲ τοῦ σώματος προσεχώρουν ἡδυπαθείαις· διὰ τοῦτο, φησὶν, ὁ τῶν ὅλων Θεὸς τὸν ἑαυτοῦ πέμψας Υἱὸν ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, τουτέστιν ἀνθρωπίνῃ μὲν φύσει, ἁμαρτίας δὲ ἀπηλλαγμένῃ, καὶ περὶ ἁμαρτίας, κατ έκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἐλέγξας αὐτῆς τὴν ἀδικίαν, ὅτι τὸν ἀνεύθυνον καὶ ἁμαρτίας ἐλεύθερον τοῖς τῶν ἁμαρτωλῶν ἐπιτιμίοις ὑπέβαλλεν· οὐχ ἵνα δὲ δικαιώσῃ ὃν ἀνέλαβεν ἄνθρωπον, ταῦτα πεποίηκεν, ἀλλ' ἵνα, φησὶ, τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Ἐπὶ γὰρ πᾶσαν τὴν φύσιν τῶν ἀνθρώπων ἡ τοῦ Σωτῆρος ἡμῶν εὐεργεσία χωρεῖ· ὅτι καθάπερ τῷ προπάτορι Ἀδὰμ, καὶ τῆς ἀρᾶς ἐκοι νωνήσαμεν, καὶ γεγόναμεν ἅπαντες ὑπὸ τὸν θάνατον ὥσπερ ἐκεῖνος, οὕτω τοῦ Σωτῆρος Χριστοῦ καὶ τὴν νίκην οἰκειούμεθα, καὶ τῆς δόξης συμμεθέξομεν, καὶ τῆς βασιλείας συναπολαυσόμεθα. Καὶ τούτων μάρτυς ὁ μακάριος Παῦλος, τῶν τε παλαιῶν καὶ τῶν νέων ἀναμιμνήσκων, καὶ δεικνὺς τῶν προτέρων λύσιν γε γενημένην, τὴν τοῦ Σωτῆρος ἡμῶν δικαιοσύνην. ΙΒʹ. Ὥσπερ τῶν τοῦ Ἀδὰμ θανάτῳ ἐκοινωνήσα μεν, οὕτω καὶ τῇ τοῦ Κυρίου ζωῇ. «Εἰ γὰρ τῷ τοῦ ἑνὸς, φησὶ, παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ, καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς πολλοὺς ἐπερίσσευσε.» Καὶ μετὰ βραχέα· «Ἄρα οὖν ὡς δι' ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους τὸ κατάκριμα, οὕτω καὶ δι' ἑνὸς δικαιώματος δικαίωσις ζωῆς· ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀν θρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθή σονται οἱ πολλοί.» Ταῦτα καὶ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ σαφέστερον διδάσκει λέγων· «Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Ἐξ ὧν εὔδηλον, ὡς ἡμετέρα νίκη τοῦ Σωτῆρος ἡμῶν ἡ νίκη· καὶ γὰρ ἧττα κοινὴ γέγονεν ἡ τοῦ προπάτορος ἡμῶν ἧττα· 75.1437 καὶ δεῖ, καθάπερ ἐκείνῳ τῆς κοινωνίας ἐκοινωνή σαμεν, οὕτως ἡμᾶς συναπολαῦσαι τῶν ἀγαθῶν τῷ ἐξ ἡμῶν μὲν ἀναληφθέντι, ὑπὲρ ἡμῶν δὲ στεφανωθέντι· διὸ καὶ ὁ θεῖος Ἀπόστολος ἔλεγεν, ὅτι «Οὓς προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐ τοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελ φοῖς· οὓς αὐτὸς προώρισε, τούτους καὶ ἐκάλεσε· καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσε· καὶ οὓς ἐδι καίωσε, τούτους καὶ ἐδόξασε.» Καὶ ἑτέρωθεν λέγει· «Εἰ δὲ τέκνα, καὶ κληρονόμοι· κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ· εἴπερ καὶ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.» Καὶ ἀλλαχοῦ· «Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν.» Ὑπὲρ πάσης τοίνυν τῆς ἡμετέρας φύσεως ὁ τοῦ Θεοῦ Θεὸς Λόγος τὴν ἡμετέραν ἀπαρχὴν ἀνελάβετο, ἵνα διὰ πάσης αὐτὴν ἀρετῆς ἀγαγὼν, εἰς πάλην μὲν προτρέψῃ τὸν ἀντ αγωνιστὴν, δείξῃ δὲ τὸν ἀθλητὴν ἀήττητον· καὶ τοῦτον μὲν στεφανώσῃ, ἐκείνου δὲ τὴν ἧτταν κηρύξῃ, καὶ καταθαῤῥεῖν αὐτοῦ πάντας παρασκευάσῃ· διὸ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔλεγε, νῦν μέν· «Εἶδον τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα·» νῦν δέ· «Ἐὰν μή τις εἰσέλθῃ εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ τὸν