1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

8

γνῶναι τὸν ταύτης ἡγεμόνα τὸν τοῦ Πατρὸς Λόγον, τὸν τῇ ἑαυτοῦ εἰς πάντα προνοίᾳ γνωρίζοντα πᾶσι τὸν Πατέρα, καὶ διὰ τοῦτο τὰ ὅλα κινοῦντα, ἵνα δι' αὐτοῦ πάντες γινώσκωσι τὸν Θεόν. 12.4 Ἢ εἰ τοῦτο αὐτοῖς ἦν ὀκνηρόν, κἂν τοῖς ἁγίοις δυνατὸν ἦν αὐτοὺς συντυγχάνειν, καὶ δι' αὐτῶν μαθεῖν τὸν τῶν πάντων δημιουργὸν Θεόν, τὸν τοῦ Χριστοῦ Πατέρα· καὶ ὅτι τῶν εἰδώλων ἡ θρησκεία ἀθεότης ἐστὶ καὶ πάσης ἀσεβείας μεστή. 12.5 Ἐξὸν δὲ ἦν αὐτοὺς καὶ τὸν νόμον ἐγνωκότας, παύσασθαι πάσης παρανομίας καὶ τὸν κατ' ἀρετὴν ζῆσαι βίον. Οὐδὲ γὰρ διὰ Ἰουδαίους μόνους ὁ νόμος ἦν οὐδὲ δι' αὐτοὺς μόνους οἱ προφῆται ἐπέμποντο, ἀλλὰ πρὸς Ἰουδαίους μὲν ἐπέμποντο, καὶ παρὰ Ἰουδαίων ἐδιώκοντο· πάσης δὲ τῆς οἰκουμένης ἦσαν διδασκά λιον ἱερὸν τῆς περὶ Θεοῦ γνώσεως, καὶ τῆς κατὰ ψυχὴν πολιτείας. 12.6 Τοσαύτης οὖν οὔσης τῆς τοῦ Θεοῦ ἀγαθότητος καὶ φιλανθρωπίας, ὅμως οἱ ἄνθρωποι, νικώμενοι ταῖς παραυτίκα ἡδοναῖς καὶ ταῖς παρὰ δαιμόνων φαντασίαις καὶ ἀπάταις, οὐκ ἀνένευσαν πρὸς τὴν ἀλήθειαν· ἀλλ' ἑαυτοὺς πλείοσι κακοῖς καὶ ἁμαρτήμασιν ἐνεφόρησαν, ὡς μηκέτι δοκεῖν αὐτοὺς λογικούς, ἀλλὰ ἀλόγους ἐκ τῶν τρόπων νομίζεσθαι.

13.1 Οὕτω τοίνυν ἀλογωθέντων τῶν ἀνθρώπων, καὶ οὕτως τῆς δαιμονικῆς πλάνης ἐπισκιαζούσης τὰ πανταχοῦ καὶ κρυπτούσης τὴν περὶ τοῦ ἀληθινοῦ Θεοῦ γνῶσιν, τί τὸν Θεὸν ἔδει ποιεῖν; σιωπῆσαι τὸ τηλικοῦτον, καὶ ἀφεῖναι τοὺς ἀνθρώπους ὑπὸ δαιμόνων πλανᾶσθαι, καὶ μὴ γινώσκειν αὐτοὺς τὸν Θεόν; 13.2 Καὶ τίς ἡ χρεία τοῦ καὶ ἐξ ἀρχῆς κατ' εἰκόνα Θεοῦ γενέσθαι τὸν ἄνθρωπον; ἔδει γὰρ αὐτὸν ἁπλῶς ὡς ἄλογον γενέσθαι, ἢ γενόμενον λογικὸν τὴν τῶν ἀλόγων ζωὴν μὴ βιοῦν. 13.3 Τίς δὲ ὅλως ἦν χρεία ἐννοίας αὐτὸν λαβεῖν περὶ Θεοῦ ἐξ ἀρχῆς; Εἰ γὰρ οὐδὲ νῦν ἄξιός ἐστι λα βεῖν, ἔδει μηδὲ κατὰ τὴν ἀρχὴν αὐτῷ δοθῆναι. 13.4 Τί δὲ καὶ ὄφελος τῷ πεποιηκότι Θεῷ, ἢ ποία δόξα αὐτῷ ἂν εἴη, εἰ οἱ ὑπ' αὐτοῦ γενόμενοι ἄνθρωποι οὐ προσκυνοῦσιν αὐτῷ, ἀλλ' ἑτέρους εἶναι τοὺς πεποιηκότας αὐτοὺς νομίζουσιν; Εὑρίσκεται γὰρ ὁ Θεὸς ἑτέροις καὶ οὐχ ἑαυτῷ τούτους δημιουργήσας. 13.5 Εἶτα βασιλεὺς μὲν ἄνθρωπος ὢν τὰς ὑπ' αὐτοῦ κτισθείσας χώρας οὐκ ἀφίησιν ἐκδότους ἑτέροις δου λεύειν, οὐδὲ πρὸς ἄλλους καταφεύγειν· ἀλλὰ γράμμασιν αὐ τοὺς ὑπομιμνήσκει, πολλάκις δὲ καὶ διὰ φίλων αὐτοῖς ἐπιστέλλει, εἰ δὲ καὶ χρεία γένηται, αὐτὸς παραγίνεται, τῇ παρουσίᾳ λοιπὸν αὐτοὺς δυσωπῶν· μόνον ἵνα μὴ ἑτέροις δουλεύσωσι, καὶ ἀργὸν αὐτοῦ τὸ ἔργον γένηται. 13.6 Οὐ πολλῷ πλέον ὁ Θεὸς τῶν ἑαυτοῦ κτισμάτων φείσεται πρὸς τὸ μὴ πλανηθῆναι ἀπ' αὐτοῦ, καὶ τοῖς οὐκ οὖσι δουλεύειν; Μάλιστα ὅτι ἡ τοιαύτη πλάνη ἀπωλείας αὐτοῖς αἰτία καὶ ἀφανισμοῦ γίνεται, οὐκ ἔδει δὲ τὰ ἅπαξ κοινωνήσαντα τῆς τοῦ Θεοῦ Εἰκόνος ἀπολέσθαι. 13.7 Τί οὖν ἔδει ποιεῖν τὸν Θεόν; Ἢ τί ἔδει γενέσθαι, ἀλλ' ἢ τὸ κατ' εἰκόνα πάλιν ἀνανεῶσαι, ἵνα δι' αὐτοῦ πάλιν αὐτὸν γνῶναι δυνηθῶσιν οἱ ἄνθρωποι; Τοῦτο δὲ πῶς ἂν ἐγεγόνει, εἰ μὴ αὐτῆς τῆς τοῦ Θεοῦ εἰκόνος παραγενομένης τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ; ∆ι' ἀνθρώπων μὲν γὰρ οὐκ ἦν δυνατόν, ἐπεὶ καὶ αὐτοὶ κατ' εἰκόνα γεγόνασιν· ἀλλ' οὐδὲ δι' ἀγγέλων· οὐδὲ γὰρ οὐδὲ αὐτοί εἰσιν εἰκόνες. Ὅθεν ὁ τοῦ Θεοῦ Λόγος δι' ἑαυτοῦ παρεγένετο, ἵνα ὡς Εἰκὼν ὢν τοῦ Πατρὸς τὸν κατ' εἰκόνα ἄνθρωπον ἀνακτίσαι δυνηθῇ. 13.8 Ἄλλως δὲ πάλιν οὐκ ἂν ἐγεγόνει, εἰ μὴ ὁ θάνατος ἦν καὶ ἡ φθορὰ ἐξαφανισθεῖσα. 13.9 Ὅθεν εἰκότως ἔλαβε σῶμα θνητόν, ἵνα καὶ ὁ θάνατος ἐν αὐτῷ λοιπὸν ἐξαφανισθῆναι δυνηθῇ, καὶ οἱ κατ' εἰκόνα πάλιν ἀνακαινισθῶσιν ἄνθρωποι. Οὐκοῦν ἑτέρου πρὸς ταύτην τὴν χρείαν οὐκ ἦν, εἰ μὴ τῆς Εἰκόνος τοῦ Πατρός.

14.1 Ὡς γὰρ τῆς γραφείσης ἐν ξύλῳ μορφῆς παρα φανισθείσης ἐκ τῶν ἔξωθεν ῥύπων, πάλιν χρεία τοῦτον παραγενέσθαι, οὗ καὶ ἔστιν ἡ μορφή, ἵνα ἀνακαινισθῆναι ἡ εἰκὼν δυνηθῇ ἐν τῇ αὐτῇ ὕλῃ-διὰ γὰρ τὴν ἐκείνου γραφὴν καὶ