1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

8

συγγράμματος ἀναλέγεσθαι καὶ τὸ εὐχερὲς τοῦ ἀνδρὸς ἐποπτεύειν. ἐξ ἧς εὐχερείας ἀκούσει αὐτοῦ τὸν Σολομῶνα προφήτην ἀποκαλοῦντος πολλάκις καὶ τὰς Παροιμίας προφητείας 1.2.26 ὀνομάζοντος· ὥσπερ οὖν ἐν οἷς φησιν τούτου γὰρ χάριν ὁ ἁγιώτατος προφήτης Σολομὼν «δέξασθαί τε στροφὰς λόγων» ἔφη, καὶ πάλιν «ῥήσεις τε σοφῶν καὶ αἰνίγματα» τὴν παροιμίαν προφητείαν ὀνομάζει, καὶ αὖθις διό μοι δοκεῖ ὁ σοφώτατος οὗτος προφήτης καὶ τὰ πρῶτα ῥήματα τῆς προφητείας παροιμιωδῶς εἰρηκέναι. 1.2.27 καὶ δεύτερον δὲ καὶ τρίτον καὶ πολλάκις, ὡς ἔφην, τοῦτο ποιεῖ, ἀγνοῶν ὅτι «διαιρέσεις χαρισμάτων εἰσὶν» εἰ καὶ τὸ «αὐτὸ πνεῦμα», καὶ ἄλλῳ μὲν «δίδοται λόγος σοφίας» κατὰ τὸν ἀπόστολον, «ἄλλῳ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ προ1.2.28 φητεία». διόπερ ὁ Σολομὼν σοφίας μὲν εἰληφὼς χάρισμα μεμαρτύρηται «καὶ ἔδωκεν γὰρ κύριος τῷ Σολομῶνι σοφίαν», ὡς ἡ γραφή φησιν, «καὶ ἐσοφίσθη ὑπὲρ πάντας ἀνθρώπους»· οὔτε δὲ τὸν βίον προφητικὸν ἐσχηκὼς οὔτε τὸν τῆς προφητείας χαρακτῆρα, τὸν ἀπὸ τοῦ «τάδε λέγει κύριος» τῶν τε ὁμοιοτρόπων γνωριζόμενον, διὰ τῶν 1.2.29 οἰκείων ἐμφαίνει λόγων. ὁ δὲ τούτων οὐδὲν ἰδών, ὥσπερ τι χαριζόμενος τῷ ἀνδρὶ προφήτην αὐτὸν καλεῖ, οὐ συνιεὶς ὅτι οἱ προφῆται «περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι». καὶ τὰς Παροιμίας δὲ αὐτοῦ προφητείαν εἶναι λέγει, εἰ μηδαμοῦ τῆς θείας γραφῆς διδασκούσης, αὐτοῦ δὲ τοῦ σοφωτάτου σὺν θείῳ πνεύματι ταύτῃ μὲν τῇ βίβλῳ ΠΑΡΟΙΜΙΑΙ ὄνομα θέντος, τῇ δὲ ἑτέρᾳ ΕΚΚΛΗΣΙΑΣΤΗΣ καὶ τῇ τρίτῃ ΑΙΣ1.2.30 ΜΑΤΑ ΑΙΣΜΑΤΩΝ, οὐκ ἀθεεὶ οὐδ' ἀνθρωπίνῳ λογισμῷ ταύταις ἐπιβάλλοντος ταῖς ἐπηγορίαις. ἀλλὰ καὶ αὐτὴν τὴν θεόπνευστον αὐτοῦ γραφὴν δι' Ἑλληνικῶν πειρᾶται παραδειγμάτων ἑρμηνεύειν, οὐκ ἐπακούσας Παύλου τοῦ ἀποστόλου λέγοντος «ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν· ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς πνεύματος ἁγίου, πνευματικὰ πνευματικοῖς συγκρίνοντες. ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται». καὶ ταῦτα δὲ ἀγνοήσας ὁ γενναῖος πειρᾶται ἡμῖν ἐξ Ἑλληνικῶν ἀναγνωσμάτων τὴν τῶν θείων Παροιμιῶν διάνοιαν παρατιθέναι, τοῦτον γράφων αὐτοῖς ῥήμασιν τὸν τρόπον 1.3.1 Οὐδὲν γὰρ ἄτοπον, οἶμαι, ἐν τῷ παρόντι ὀλίγον τῶν ἔξωθεν ὑπομνῆσαί σε παροιμιῶν. ΑΛΛ' Η ΤΕΘΝΗΚΕΝ Η ∆Ι∆ΑΣΚΕΙ ΓΡΑΜΜΑΤΑ. ταύτην τὴν παροιμίαν πρὸς μὲν τὸ φαινόμενον τοῦ γράμματος ὑπολάβοι ἄν τις κατὰ τῶν γράμματα διδασκόντων εἰρῆσθαι· ἐπεὶ καὶ ἕτερός τις τῶν παρ' αὐτοῖς «ἐδίδασκες γράμματα, ἐγὼ δ' ἐφοίτων» ἔφη. τὸ δ' οὐχ οὕτως ἔχειν οἱ τὰ ὑπομνήματα γράψαντες ἔφασαν· ἀλλ' ἐπειδὴ Ἀθηναίους Σικελιῶται, φασίν, πολέμῳ νικήσαντες μόνους ἔσωζον τοὺς παιδείαν σκηπτομένους, διδασκάλους αὐτοὺς τοῖς παισὶν ἄγοντες, τοὺς δὲ ἄλλους πάντας ἐφόνευον, ἐξ αὐτῶν δή τινας φυγόντας καὶ ἐπανελθόντας ἐρωτωμένους τε ὑπὸ Ἀθηναίων περί τινων διαφερόντων αὐτοῖς ἔφασαν εἰρηκέναι ΑΛΛ' Η ΤΕ ΘΝΗΚΕΝ, Η ∆Ι∆ΑΣΚΕΙ ΓΡΑΜΜΑΤΑ. 1.3.2 τί δὲ καὶ τὸ ΑΙΞ ΤΗΝ ΜΑΧΑΙΡΑΝ; νομίσειεν ἄν τις εἰρῆσθαι, ἵνα θῶ πρότερον τὰ περὶ αὐτῆς λεγόμενα, πάντως που διὰ τὸ τὴν θυομένην αἶγα εἰς τὴν μάχαιραν ἀφορᾶν εἰρῆσθαι τὴν παροιμίαν. ἀλλ' οὔτι γε τοῦτ' ἔφασαν οἱ παλαιοί· οὐδὲ γὰρ παροιμία ἦν ἂν ἡ λεχθεῖσα, εἴγε τοῦθ' οὕτως εἶχεν τοῦτο γὰρ ἀκόλουθον ἦν ἐκ τῶν φαινομένων ἐννοεῖν, ἀλλ' ἐπὶ τῶν ἑαυτοῖς κακὰ προξενούντων εἰρῆσθαι τοῦτό φασιν. φασὶν γὰρ Μήδειαν ἐν Κορίνθῳ τὰ τέκνα ἀποκτείνασαν κατακρύψαι τὴν μάχαιραν αὐτόθι· τοὺς δὲ Κορινθίους κατὰ χρησμὸν αὐτοῖς δοθέντα αἶγα μέλαιναν ἐναγίζοντας ἀπορεῖν μαχαίρας, τὴν δὲ αἶγα σκάλλουσαν τῷ ποδὶ τὴν