8
Πατέρα τοῦ Κυρίου ἀκούομεν. Ἀλλ' ἔοικε τοιοῦτόν τι φιλοσοφεῖν ὁ Λόγος, ὅτι πολλὴ πρὸς τὴν κακίαν ἐστὶν ἡ εὐκολία, καὶ ὀξύῤῥο πον ἐπὶ τὸ χεῖρον ἡ φύσις· καθάπερ τὰ βαρέα τῶν σωμάτων πρὸς μὲν τὰ ἄνω παντάπασιν ἀκίνητα μένει, εἰ δέ τινος ἀκρωρείας ὑψηλῆς ἐπὶ τὸ πρανὲς ἀποσεισθείη, τοσούτῳ ῥοίζῳ πρὸς τὸ ὑποκείμενον φέρεται, τοῦ οἰκείου βάρους τὴν φορὰν ἐπιτείνοντος, ὡς ὑπὲρ λόγον εἶναι τὸ τάχος. Ἐπεὶ οὖν χαλεπόν ἐστιν ἡ ἐν τούτοις ὀξύτης, μακαριστὸν ἂν εἴη πάντως τὸ ἐξ ἀντιστρόφου νοούμενον. Τοῦτο δέ ἐστι πραότης, ἡ πρὸς τὰς τοιαύτας τῆς φύσεως ὁρμὰς βραδεῖά τε καὶ δυσκίνητος ἕξις. Καθάπερ γὰρ τὸ πῦρ, ἀεικίνητον τὴν φύσιν ἐπὶ τὰ ἄνω ἔχον, ἀκίνητόν ἐστι κατὰ τὴν ἐναντίαν φοράν· τὸν αὐτὸν τρόπον καὶ ἡ ἀρετὴ πρὸς τὰ ἄνω καὶ ὑπερκείμενα ὀξεῖά τις οὖσα, καὶ οὐχ ὑφιεῖσά ποτε τῆς ταχύτητος, πεπέδηται πρὸς τὴν ἐναντίαν ὁρμήν. Οὐκοῦν ἐπειδὴ πλεονάζει κατὰ τὴν φύσιν ἡμῶν ἡ πρὸς τὰ κακὰ ταχύτης, καλῶς τὸ ἐν τοῖς τοιούτοις ἠρεμοῦν μακαρίζεται. Τὸ γὰρ ἡσύχιον ἐν τούτοις, τῆς πρὸς τὰ ἄνω κινήσεως μαρτυρία γί νεται. Κρεῖττον δ' ἂν εἴη δι' αὐτῶν τῶν κατὰ τὸν βίον ὑποδειγμάτων σαφηνίσαι τὸν λόγον· ∆ιπλῆ τῆς ἑκά στου προαιρέσεώς ἐστιν ἡ κίνησις, κατ' ἐξουσίαν πρὸς τὸ δοκοῦν προϊοῦσα, ἔνθεν πρὸς σωφροσύνην, ἐκεῖθεν πρὸς τὸ ἀκόλαστον. Ὃ δ' ἐπὶ μέρους εἴρηται τοῦ κατὰ τὴν ἀρετὴν καὶ κακίαν εἴδους, τοῦτο καὶ ἐπὶ παντὸς νοείσθω. Σχίζεται γὰρ πάντως πρὸς τὰς ἐναντίας ὁρμὰς τὸ ἀνθρώπινον ἦθος, ἢ θυμοῦ πρὸς ἐπιείκειαν ἀντιδιαιρουμένου, ἢ τύφου πρὸς μετριό τητα, ἢ φθόνου πρὸς εὔνοιαν, ἢ δυσμενείας πρὸς ἀγαπητικὴν καὶ εἰρηνικὴν συνδιάθεσιν. Ἐπειδὴ τοί νυν ὑλώδης μὲν ὁ ἀνθρώπινος βίος, περὶ δὲ τὰς ὕλας τὰ πάθη, πᾶν δὲ πάθος ὀξεῖαν ἔχει καὶ ἀκατάσχετον 44.1216 τὴν ὁρμὴν πρὸς τὴν ἐκπλήρωσιν τοῦ θελήματος (βαρεῖα γὰρ καὶ κατωφερὴς ἡ ὕλη)· διὰ τοῦτο μακα ρίζει ὁ Κύριος, οὐ τοὺς ἔξω πάθους ἐφ' ἑαυτῶν βιο τεύοντας (οὐ γὰρ δυνατόν ἐστιν ἐν ὑλώδει ζωῇ τὸν ἄϋ λον καθ' ὅλου καὶ ἀπαθῆ κατορθωθῆναι βίον), ἀλλὰ τὸν ἐνδεχόμενον τῆς ἀρετῆς ὅρον ἐν τῇ διὰ σαρκὸς ζωῇ τὴν πραότητα λέγει, καὶ ἱκανὸν εἰς μακαρισμὸν τὸ πρᾶον εἶναί φησιν. Οὐ γὰρ καθόλου τὴν ἀπάθειαν νομοθετεῖ τῇ ἀνθρωπίνῃ φύσει· οὐδὲ γὰρ δικαίου νομοθέτου τὸ ταῦτα κελεύειν, ὅσα ἡ φύσις οὐ δέχεται· τὸ γὰρ τοιοῦτον ὅμοιόν ἐστιν, ὥσπερ ἂν εἴ τις τὰ ἔνυδρα μετοικίζοι πρὸς τὸν ἐναέριον βίον, ἢ τὸ ἔμ παλιν ἐπὶ τὸ ὕδωρ, ὅσα τῷ ἀέρι ἐμβιοτεύει· ἀλλὰ τῇ οἰκείᾳ καὶ κατὰ φύσιν δυνάμει πρόσφορον εἶναι προσ ήκει τὸν νόμον. ∆ιὰ τοῦτο τὸ μέτριόν τε καὶ πρᾶον ὁ μακαρισμὸς, οὐ τὸ παντάπασιν ἀπαθὲς ἐγκελεύεται· τὸ μὲν γὰρ ἔξω τῆς φύσεως, τὸ δὲ δι' ἀρετῆς κατορ θούμενον. Εἰ οὖν τὸ ἀκίνητον πρὸς ἐπιθυμίαν ὁ μακαρισμὸς ὑπετίθετο, ἀνόνητος ἂν ἦν τῷ βίῳ καὶ ἄχρηστος ἡ εὐλογία· τίς γὰρ ἂν τοῦ τοιούτου καθ ίκοιτο σαρκὶ καὶ αἵματι συνεζευγμένος; Νυνὶ δέ φησιν οὐ τὸν ἐπιθυμήσαντα κατά τινα συντυχίαν εἶναι κατά κριτον, ἀλλὰ τὸν ἐκ προνοίας τὸ πάθος ἐπισπασά μενον. Τὸ μὲν γὰρ ἐγγενέσθαι ποτὲ τοιαύτην ὁρμὴν, ἡ συγκεκραμένη τῇ φύσει πολλάκις ἀσθένεια καὶ παρὰ γνώμην παρασκευάζει· τὸ δὲ μὴ χειμάῤῥου δίκην παρενεχθῆναι τῇ τοῦ πάθους ὁρμῇ, ἀλλ' ἀν δρικῶς πρὸς τὴν τοιαύτην διάθεσιν στῆναι, καὶ τοῖς λογισμοῖς τὸ πάθος ἀπώσασθαι, τοῦτο τῆς ἀρετῆς ἔργον ἐστίν. Μακάριοι τοίνυν οἱ μὴ ὀξύῤῥοποι πρὸς τὰς ἐμπαθεῖς τῆς ψυχῆς κινήσεις, ἀλλὰ κατεσταλμένοι τῷ λόγῳ, ἐφ' ὧν ὁ λογισμὸς καθάπερ τις χαλινὸς ἀναστομῶν τὰς ὁρμὰς, οὐκ ἐᾷ τὴν ψυχὴν πρὸς ἀταξίαν ἐκφέ ρεσθαι. Μᾶλλον δ' ἄν τις ἐπὶ τοῦ κατὰ τὸν θυμὸν πάθους τὸ τοιοῦτον ἴδοι, ὅπως ἐστὶ μακαριστὸν ἡ πραότης. Ἐπειδὰν γὰρ λόγος, ἢ πρᾶξίς τις, ἢ ὑπό νοια τῶν ἀηδεστέρων τὴν τοιαύτην ἀνακινήσῃ νόσον, καὶ περιζέσῃ τῇ καρδίᾳ τὸ αἷμα, καὶ διαναστῇ πρὸς ἄμυναν ἡ ψυχή· καθάπερ οἱ μῦθοι διὰ φαρμακοπο σίας τινὸς εἰς ἀλόγων μορφὰς ἀλλοιοῦσι τὴν φύσιν· οὕτως ἔστιν ἐξαίφνης ἰδεῖν σῦν, ἢ κύνα, ἢ πάρδαλιν, ἢ ἄλλο τι τοιοῦτον θηρίον ἐκ τοῦ θυμοῦ τὸν ἄνδρα γενόμενον. Ὕφαιμος ὀφθαλμός· θρὶξ ἑσταμένη καὶ ἐπιφρίσσουσα· φωνὴ τραχεῖα καὶ ἐποξυνομένη τοῖς