1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

8

ἰσχυρὸν δήσῃ, πῶς τὰ σκεύη αὐτοῦ διαρπάσει;» οἰκίαν λέγων τοῦ ἰσχυροῦ τὴν ἀνθρω πείαν φύσιν, ὡς πρὸς ἐκεῖνον αὐτομολήσασαν, καὶ πᾶν τὸ κελευσθὲν ὑπ' ἐκείνου ποιεῖν ἀνασχομένην, καὶ αὐθαίρετον δουλείαν ἐπισπασαμένην. Καὶ ἀλλα χοῦ δὲ, «Θαρσεῖτε, φησὶν, ἐγὼ νενίκηκα τὸν κόσμον.» Καὶ ἑτέρωθεν· «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου ἐκβληθήσεται ἔξω· κἀγὼ ἐὰν ἀπὸ τῆς γῆς ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Καὶ προϊὼν δὲ τοῦτο λέγει σαφέστερον· ΙΓʹ. Ὅτι κοινὴ τῶν ἀνθρώπων εὐεργεσία ἡ τοῦ Σωτῆρος οἰκονομία. «Περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται·» καὶ αὖθις· «Ἔρχεται ὁ τοῦ κόσμου τού του ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν·» πάσης γὰρ ἀπηλλαγμένος αἰτίας, οὐδὲν εἶχε τῶν τοῦ διαβόλου σπερμάτων. ∆ιὸ καὶ τὸ τυραννεῖν κατέπαυσεν, καὶ ἐξέβαλεν ἔξω, καὶ ὑπὸ τῶν πάλαι δουλευόντων πα τεῖσθαι πεποίηκε, παρεγγυῶν, καὶ λέγων· «Ἰδοὺ δίδωμι ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων, καὶ σκορ πίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ.» Ἵνα δὲ καὶ αὐτὴν ἴδωμεν τὴν πρὸς τὸν διάβολον πά λην, ἔλθωμεν ἐπὶ τὴν ἱστορίαν τῶν Εὐαγγελίων. Ἀνήχθη ὑπὸ τοῦ Πνεύματος Ἰησοῦς εἰς τὴν ἔρημον μετὰ τὸ βάπτισμα, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. Ἀνήχθη δὲ οὐχ ὁ Θεὸς Λόγος, ἀλλ' ὁ ἐκ σπέρματος ∆αβὶδ ὑπὸ τοῦ Θεοῦ Λόγου ληφθεὶς ναός· οὐ γὰρ τὸν Θεὸν Λόγον εἰς τὴν πρὸς τὸν διάβολον πάλην ἀπήγαγε τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ' ὃν ἐν τῇ Παρθένῳ διέπλασε τῷ Θεῷ Λόγῳ ναόν. Ἄσιτος διετέλεσεν ἡμέρας τεσ σαράκοντα, καὶ νύκτας ἰσαρίθμους· οὐ γὰρ ἠθέλησεν 75.1440 ὑπερβῆναι τῶν πάλαι νενηστευκότων τὸ μέτρον, ἵνα μὴ φύγῃ τὴν πρὸς αὐτὸν ὁ ἀντίπαλος μάχην, ἵνα μὴ γνωρίσας τὸν κρυπτόμενον, φύγῃ τὴν πρὸς τὸ φαινό μενον πάλην. Τούτου χάριν μετὰ τὸν προειρημένον ἀριθμὸν τῶν ἡμερῶν, τῆς ἀνθρωπείας φύσεως τὸ πάθος ὑποφαίνει, καὶ συγχωρεῖ τῇ πείνῃ χώραν λαβεῖν, λαβὴν ἐκείνῳ διὰ τῆς πείνης διδούς· οὐ γὰρ προσελθεῖν ἐτόλμα, πολλὰ περὶ αὐτὸν θεοπρεπῆ γινόμενα θεωρῶν· καὶ γὰρ ἄγγελοι τεχθέντος ἐχό ρευον, ἀνατείλας ἀστὴρ μάγους ἐποδήγησεν εἰς προσκύνησιν τοὺς τῆς αὐτῆς φάλαγγος κορυφαίους, καὶ αὐτὸν ἑώρα πᾶσαν ἐκ παιδὸς μετιόντα δικαιοσύ νην, βδελυττόμενον κακίαν, μυσαττόμενον πονηρίαν· καὶ ταῦτα [ξοδ. ταύτην] κατὰ τὴν εἰς αὐτὸν γεγενη μένην πρόῤῥησιν ὑπὸ τοῦ προφήτου, ὅτι «Πρὶν ἢ γνῶναι αὐτὸν ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν·» ἐβόα δὲ καὶ Ἰωάννης· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Πατὴρ ἄνωθεν ἐμαρτύρησεν· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.» Τοῦ Πνεύματος ἡ χάρις ἐφοίτησε. Ταῦτα καὶ ὅσα τοιαῦτα τὸν διάβολον καταπλήττοντα προσελθεῖν οὐκ εἴα τῷ τῆς ἡμετέρας φύσεως ἀθλητῇ· ὡς δὲ τῆς πείνης τὴν προσβολὴν ὑπεδέξατο, καὶ τροφῆς αὐτὸν εἶδεν ἀνθρωπίνης δεό μενον, καὶ καρτερεῖν περαιτέρω τῶν παλαιῶν ἀν δρῶν οὐ δυνάμενον, προσέρχεται, λαβὴν οἰόμενος εὑ ρηκέναι μεγίστην, καὶ νικήσειν ῥᾳδίως πιστεύων. Ι∆ʹ. Τίνι τρόπῳ κατηγωνίσατο τὸν διάβολον ὁ ∆εσπότης Χριστός. Καὶ καθάπερ ἐν τοῖς πολέμοις τὸν πανταχόθεν τῇ πανοπλίᾳ κεκαλυμμένον κατατοξεῦσαί τις ἐθέλων, ὅλον τοῖς ὀφθαλμοῖς περισκοπῶν, πόῤῥωθεν ἐρευνῶν, μέλος γεγυμνωμένον ἐπιζητῶν, ἵνα τὸ βέλος ἐκεῖ ῥί ψας τὸν ἀντίπαλον πλήξῃ, οὕτως ὁ διάβολος πάσῃ δικαιοσύνῃ τὸν Χριστὸν καθωπλισμένον ὁρῶν, καὶ τόπον ζητῶν ἁρμόδιον, ἵνα τὸ βέλος ἐκεῖ ἀκοντίσῃ, ὡς εἶδε τὴν πείναν ἀναφανεῖσαν, προσέρχεται θαρσα λέως ὡς εὑρὼν τὸ ζητούμενον, ὡς τοῦ προπάτορος ἐν αὐτῷ θεωρήσας τὸ πάθος. Καὶ γὰρ ἐκεῖνον διὰ βρώσεως στερήσας τῆς ἀλύπου ζωῆς, ἱδρῶτι καὶ ταλαιπωρίᾳ καὶ θανάτῳ συνέζευξε· προσέρχεται τοίνυν