9
ματος ὅλου ὡσανεὶ δυεῖν σταδίων διάστημα Σκύθαι τινὲς ἧσαν σύμμαχοι βαρβαρικοῖς κεκοσμημένοι τοῖς ὅπλοις. Παρήγγελτο δέ, ἐπειδὰν οἱ πολέμιοι προφανεῖεν καὶ ἡ σάλπιγξ πολέμιον ἀλαλάξειεν, εὐθὺς κατὰ νώτων ἐμπί πτειν καὶ βάλλειν τοὺς Σκύθας τοῖς πολεμίοις καὶ θλίβειν αὐτοὺς τοῖς πυκνοῖς καὶ συνεχέσι τοξεύμασι, τοὺς δὲ λοι ποὺς πυκνὰ συνασπισαμένους ἐμπίπτειν κατὰ τὸ καρτερώ τατον. 1.5.3 Οὕτω μὲν οὗτος τοὺς ἀμφ' αὐτὸν διετάξατο· ὁ δέ γε ἐμὸς πατὴρ ὁ Κομνηνὸς Ἀλέξιος τοῦ τόπου τὴν θέσιν κατασκεψάμενος τὸ μὲν τοῦ στρατεύματος κατέστησεν ἔν τισι κοιλάσι, τὸ δ' ἀντιμέτωπον ἔστησε τῆς στρατιᾶς Βρυεννίου. Ἄμφω δὲ παραταξάμενος, τὸ ὑποκαθήμενον καὶ τὸ προφανές, καὶ πτερώσας λόγοις ἄνδρα ἕκαστον καὶ εἰς ἀνδρείαν ἐπάρας τῷ μὲν ἐπέσκηπτε τῷ προλοχίζοντι τάγματι, ἐπειδὰν κατὰ νώτου γένοιντο τῶν πολεμίων, ἐξ αἰφνιδίου προσπίπτειν καὶ μετὰ ῥύμης ὅτι πολλῆς καὶ σφοδρᾶς ἐπα ράττειν κατὰ τοῦ δεξιοῦ κέρατος. Τοὺς δ' ἀθανάτους λεγομέ νους καί τινας ἀπὸ τῶν Κελτῶν ἑαυτῷ παρακατέσχε καὶ τού των προὐτέτακτο· τῶν δὲ Χωματηνῶν καὶ Τούρκων ἔξαρχον τὸν Κατακαλὼν κατέστησε καὶ πρὸς τὸ Σκυθικὸν ἅπαν ἔχειν τὸν νοῦν καὶ τὰς διεκδρομὰς αὐτῶν ἀπαλλάττειν παρεκε λεύσατο. 1.5.4 Ταῦτα μὲν οὕτως εἶχε. Καὶ ἐπεὶ κατὰ τοὺς κοιλώδεις τόπους τὸ τοῦ Βρυεννίου γέγονε στράτευμα, εὐθὺς σύνθημα δεδωκότος τοὐμοῦ πατρὸς Ἀλεξίου μετὰ βοῆς καὶ ἀλαλαγμοῦ ἐμπηδῆσαν τὸ περὶ τὴν ἐνέδραν στρά τευμα τῷ τε αἰφνιδίῳ κατέπληξαν τοὺς πολεμίους, ἕκα στος τῶν παρατυχόντων πλήττων τε καὶ φονεύων, καὶ εἰς φυγὴν κατηνάγκασαν. Ἀλλ' ὁ Βρυέννιος Ἰωάννης καὶ τοῦ ἡγεμόνος αὐτάδελφος μνησθεὶς ἐνταῦθα θούριδος ἀλκῆς καὶ θυμοῦ τῷ ψαλίῳ στρέψας τὸν ἵππον καὶ τὸν ἐπιόντα στρατιώτην ἀθάνατον πληγῇ μιᾷ καταβαλὼν ἔστησέ τε κλο νουμένην τὴν φάλαγγα καὶ οὕτω συντάξας ἀπῶσε τοῦς πολεμίους. Οὕτως οἱ ἀθάνατοι προτροπάδην μετά τινος ἀκοσμίας ἔφευγον ὑπὸ τῶν κατόπιν ἀεὶ στρατιωτῶν ἀπο κτιννύμενοι. 1.5.5 Ὁ δέ γε ἐμὸς πατὴρ εἰς μέσους ἑαυτὸν ἐμβαλὼν τῶν πολεμίων καὶ γενναίως ἀγωνιζόμενος ἐκλόνει μὲν καὶ οὗτος τὸ μέρος, ἐφ' ᾧπερ ἂν παραγίνοιτο, πλήττων ἕκαστον τὸν πρὸς αὐτὸν ἰόντα καὶ εὐθὺς καταβάλλων, ἐλπίζων δὲ ξυνέπεσθαι καί τινας ἀμύνειν αὐτῷ στρατιώτας ἀκατασχέτως εἴχετο τοῦ ἀγῶνος. Αἰσθόμενος δὲ διαρρα γεῖσαν τὴν ἑαυτοῦ φάλαγγα καὶ ἤδη πολλαχοῦ σκεδασθεῖσαν τοὺς εὐψυχοτέρους (ἓξ δὲ ἧσαν οἱ σύμπαντες) συλλεξάμε νος ἐβουλεύσατο σπασαμένους τὰ ξίφη, ἐπειδὰν ἐγγίσαιεν τῷ Βρυεννίῳ, κατ' αὐτοῦ χωρεῖν ἀναισχύντως, κἂν δέοι κἀκείνους αὐτῷ συναποθανεῖν. Ἀλλ' ἀπεῖρξε τοῦ τοιούτου βουλεύματος Θεόδοτός τις στρατιώτης, ἀνὴρ τὠμῷ πατρὶ παιδόθεν ὑπηρετήσας, ὡς ἄντικρυς παραβόλου τοῦ ἐγχειρή ματος ὄντος. Τὴν ἐναντίαν οὖν τρεπόμενος ὁ Ἀλέξιος ὀλίγον μὲν ὑπεξάγειν ἑαυτὸν τῆς τοῦ Βρυεννίου στρατιᾶς ἐβούλετο, γνωρίμους δέ τινας τῶν διασκεδασθέντων ἐπισυλ λέξας καὶ συστησάμενος αὖθις τῷ ἔργῳ ἐνέκειτο. 1.5.6 Μή πω δὲ τοὐμοῦ πατρὸς ἐκεῖθεν ἑαυτὸν ὑπεξαγαγόντος οἱ Σκύ θαι τοὺς περὶ τὸν Κατακαλὼν Χωματηνοὺς ἐκλόνουν βοῇ πολλῇ καὶ ἀλαλαγμῷ χρώμενοι. Καὶ ἐπειδὴ καὶ τούτους ἀπώσαντο καὶ εἰς φυγὴν εὐκόλως ἐτρέψαντο, πρὸς λαφυρα γωγίαν ἀπέβλεψαν [καὶ φυγὴν] καὶ τὰς ἑαυτῶν ἀνεζήτουν διατριβάς. Τοιοῦτον γὰρ τὸ ἔθνος τὸ Σκυθικόν· μήπω καθαρῶς τρεψάμενοι τὸν ἀντίπαλον καὶ τὸ κράτος ἀναδη σάμενοι διαφθείρουσι τὴν νίκην τῇ λαφυραγωγίᾳ. Τὴν γὰρ οὐραγίαν τοῦ Βρυεννικοῦ στρατεύματος καταλαβὸν ἅπαν τὸ θητικὸν ταῖς τάξεσιν αὐτῶν ξυνεμίγνυτο φόβῳ τῶν Σκυθῶν τοῦ μή τι παθεῖν ἕνεκα παρὰ τούτων· ἀεὶ δέ τι συρρέον ἐπὶ τούτους, ὅσον ἐξέφυγε τὰς χεῖρας τὰς Σκυ θικάς, σύγχυσιν οὐ μικρὰν ταῖς τάξεσιν ἐνεποίησε τῶν σημαιῶν ἀναμιχθεισῶν ἀλλήλαις. 1.5.7 Ἐν τούτοις δὲ ἐναπ ειλημμένος ὢν οὑμὸς πατὴρ Ἀλέξιος, ὡς καὶ πρόσθεν