1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

9

αὐτὴ ἡ ὕλη ἐν ᾗ καὶ γέγραπται οὐκ ἐκβάλλεται, ἀλλ' ἐν αὐτῇ ἀνατυποῦται. 14.2 Κατὰ τοῦτο καὶ ὁ πανάγιος τοῦ Πατρὸς Υἱός, Εἰκὼν ὢν τοῦ Πατρός, παρεγένετο ἐπὶ τοὺς ἡμετέρους τόπους, ἵνα τὸν κατ' αὐτὸν πεποιημένον ἄνθρωπον ἀνακαινίσῃ, καὶ ὡς ἀπολόμενον εὕρῃ διὰ τῆς τῶν ἁμαρτιῶν ἀφέσεως, ᾗ φησι καὶ αὐτὸς ἐν τοῖς Εὐαγγελίοις· «Ἦλθον τὸ ἀπολόμενον εὑρεῖν καὶ σῶσαι.» Ὅθεν καὶ πρὸς τοὺς Ἰουδαίους ἔλεγεν· «Ἐὰν μή τις ἀναγεν-νηθῇ», οὐ τὴν ἐκ γυναικῶν γέννησιν σημαίνων ὥσπερ ὑπενόουν ἐκεῖνοι, ἀλλὰ τὴν ἀναγεννωμένην καὶ ἀνακτι ζομένην ψυχὴν ἐν τῷ κατ' εἰκόνα δηλῶν. 14.3 Ἐπει δὴ δὲ καὶ εἰδωλομανία καὶ ἀθεότης κατεῖχε τὴν οἰκου μένην καὶ ἡ περὶ Θεοῦ γνῶσις ἐκέκρυπτο, τίνος ἦν διδάξαι τὴν οἰκουμένην περὶ Πατρός; ἀνθρώπου φαίη τις ἄν; ἀλλ' οὐκ ἦν ἀνθρώπων ἐνὸν τὴν ὑφήλιον πᾶσαν ὑπελθεῖν, οὔτε τῇ φύσει τοσοῦτον ἰσχυόντων δραμεῖν, οὔτε ἀξιοπίστων περὶ τούτου δυναμένων γενέσθαι, οὔτε πρὸς τὴν τῶν δαιμόνων ἀπάτην καὶ φαντασίαν ἱκανῶν δι' ἑαυτῶν ἀντιστῆναι. 14.4 Πάντων γὰρ κατὰ ψυχὴν πληγέντων καὶ ταραχθέντων παρὰ τῆς δαιμονικῆς ἀπάτης καὶ τῆς τῶν εἰδώλων ματαιότητος, πῶς οἷόν τε ἦν ἀνθρώπου ψυχὴν καὶ ἀνθρώπων νοῦν μεταπεῖσαι, ὅπουγε οὐδὲ ὁρᾶν αὐτοὺς δύναν ται; ὃ δὲ μὴ ὁρᾷ τις, πῶς δύναται μεταπαιδεῦσαι; 14.5 Ἀλλ' ἴσως ἄν τις εἴποι τὴν κτίσιν ἀρκεῖσθαι· ἀλλ' εἰ ἡ κτίσις ἤρκει, οὐκ ἂν ἐγεγόνει τὰ τηλικαῦτα κακά. Ἦν γὰρ καὶ ἡ κτίσις, καὶ οὐδὲν ἧττον οἱ ἄνθρωποι ἐν τῇ αὐτῇ περὶ Θεοῦ πλάνῃ ἐκυλίοντο. 14.6 Τίνος οὖν ἦν πάλιν χρεία, ἢ τοῦ Θεοῦ Λόγου τοῦ καὶ ψυχὴν καὶ νοῦν ὁρῶντος, τοῦ καὶ τὰ ὅλα ἐν τῇ κτίσει κινοῦντος, καὶ δι' αὐτῶν γνωρίζοντος τὸν Πατέρα; τοῦ γὰρ διὰ τῆς ἰδίας προνοίας καὶ διακοσμήσεως τῶν ὅλων διδάσκοντος περὶ τοῦ Πατρός, αὐτοῦ ἦν καὶ τὴν αὐτὴν διδασκαλίαν ἀνανεῶσαι. 14.7 Πῶς οὖν ἂν ἐγεγόνει τοῦτο; Ἴσως ἄν τις εἴποι ὅτι ἐξὸν ἦν διὰ τῶν αὐτῶν, ὥστε πάλιν διὰ τῶν τῆς κτίσεως ἔργων τὰ περὶ αὐτοῦ δεῖξαι. Ἀλλ' οὐκ ἦν ἀσφαλὲς ἔτι τοῦτο. Οὐχί γε· παρεῖδον γὰρ τοῦτο πρότερον οἱ ἄνθρωποι, καὶ οὐκέτι μὲν ἄνω, κάτω δὲ τοὺς ὀφθαλμοὺς ἐσχήκασιν. 14.8 Ὅθεν εἰκότως ἀνθρώπους θέλων ὠφελῆσαι, ὡς ἄνθρωπος ἐπιδημεῖ, λαμβάνων ἑαυτῷ σῶμα ὅμοιον ἐκείνοις, καὶ ἐκ τῶν κάτω-λέγω δὴ διὰ τῶν τοῦ σώματος ἔργων-ἵνα οἱ μὴ θελήσαντες αὐτὸν γνῶναι ἐκ τῆς εἰς τὰ ὅλα προνοίας καὶ ἡγεμονίας αὐτοῦ, κἂν ἐκ τῶν δι' αὐτοῦ τοῦ σώματος ἔργων γνώσωνται τὸν ἐν τῷ σώματι τοῦ Θεοῦ Λόγον, καὶ δι' αὐτοῦ τὸν Πατέρα.

15.1 Ὡς γὰρ ἀγαθὸς διδάσκαλος κηδόμενος τῶν ἑαυτοῦ μαθητῶν, τοὺς μὴ δυναμένους ἐκ τῶν μειζόνων ὠφεληθῆναι, πάντως διὰ τῶν εὐτελεστέρων συγκαταβαίνων αὐτοὺς παιδεύει· οὕτως καὶ ὁ τοῦ Θεοῦ Λόγος, καθὼς καὶ ὁ Παῦλός φησιν· «Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας». 15.2 Ἐπειδὴ γὰρ οἱ ἄνθρωποι ἀποστραφέντες τὴν πρὸς τὸν Θεὸν θεωρίαν καὶ ὡς ἐν βυθῷ βυθισθέντες κάτω τοὺς ὀφθαλ μοὺς ἔχοντες, ἐν γενέσει καὶ τοῖς αἰσθητοῖς τὸν Θεὸν ἀνεζήτουν, ἀνθρώπους θνητοὺς καὶ δαίμονας ἑαυτοῖς θεοὺς ἀνατυπούμενοι· τούτου ἕνεκα ὁ φιλάνθρωπος καὶ κοινὸς πάντων Σωτήρ, ὁ τοῦ Θεοῦ Λόγος, λαμβάνει ἑαυτῷ σῶμα, καὶ ὡς ἄνθρωπος ἐν ἀνθρώποις ἀναστρέφεται, καὶ τὰς αἰσθήσεις πάντων ἀνθρώπων προσλαμβάνει, ἵνα οἱ ἐν σωμα τικοῖς νοοῦντες εἶναι τὸν Θεόν, ἀφ' ὧν ὁ Κύριος ἐργάζεται διὰ τῶν τοῦ σώματος ἔργων, ἀπ' αὐτῶν νοήσωσι τὴν ἀλήθειαν, καὶ δι' αὐτοῦ τὸν Πατέρα λογίσωνται. 15.3 Ἄνθρωποι δὲ ὄντες καὶ ἀνθρώπινα πάντα νοοῦντες, οἷς ἐὰν ἐπέβαλον τὰς ἑαυτῶν αἰσθήσεις, ἐν τούτοις προσλαμβανομένους ἑαυτοὺς ἑώρων, καὶ πανταχόθεν διδασκομένους τὴν ἀλήθειαν. 15.4 Εἴτε γὰρ εἰς τὴν κτίσιν ἐπτόηντο, ἀλλ' ἑώρων αὐτὴν ὁμολο γοῦσαν τὸν Χριστὸν Κύριον· εἴτε εἰς ἀνθρώπους ἦν αὐτῶν ἡ διάνοια προληφθεῖσα, ὥστε τούτους θεοὺς νομίζειν, ἀλλ' ἐκ τῶν ἔργων τοῦ Σωτῆρος, συγκρινόντων τε ἐκείνων,