1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

9

ῥήμασιν· γλῶσσα τῷ πάθει νεναρκηκυῖα, καὶ οὐχ ὑπηρετοῦσα ταῖς ἔνδον ὁρμαῖς· χείλη πεπηγότα, καὶ οὐ διαρθροῦντα τὸν λόγον, οὔτε περιστέλλοντα τῷ στόματι τὴν ἐγγενομένην ὑπὸ τοῦ πάθους ὑγρότητα, ἀλλ' ἀσχημόνως τὸν ἀφρὸν τῇ φωνῇ συνεκπτύοντα· τοιαῦται αἱ χεῖρες· τοιοῦτοι οἱ πόδες· τοιαύτη πᾶσα τοῦ σώματος ἡ διάθεσις, ἑκάστου τῶν μελῶν συνδια 44.1217 τιθεμένου τῷ πάθει. Εἰ οὖν ὁ μὲν τοιοῦτος εἴη· ὁ δὲ πρὸς τὸν μακαρισμὸν βλέπων, διὰ τῶν λογισμῶν καταπραΰνοι τὴν νόσον ἐν καθεστῶτι τῷ βλέμματι, καὶ ἠρεμαίᾳ τῇ φωνῇ, καθάπερ τις ἰατρὸς ἐκ φρενίτι δος ἀσχημονοῦντα θεραπεύων τῇ τέχνῃ· ἆρ' οὐχὶ καὶ αὐτὸς ἐρεῖς ἀντιπαραθεὶς τοῦτο ἐκείνῳ, ὅτι ἐλεεινὸς μὲν καὶ βδελυκτὸς ὁ θηριώδης ἐκεῖνος, μακαριστὸς δὲ ὁ πραῢς ὁ τῇ τοῦ πέλας κακίᾳ μὴ συνδιαστρέψας τὸ εὕσχημον; Καὶ ὅτι πρὸς τοῦτο μάλιστα τὸ πάθος ὁ Λόγος βλέπει, δῆλόν ἐστιν ἐκ τοῦ μετὰ τὴν ταπεινοφροσύνην νομοθετῆσαι ἡμῖν τὴν πραότητα. Ἔοικε γὰρ ἔχεσθαι τοῦ ἑτέρου τὸ ἕτερον, καὶ οἷον μήτηρ τις εἶναι τῆς κατὰ τὸ πρᾶον ἕξεως ἡ τῆς ταπεινοφροσύνης κατά στασις. Εἰ γὰρ ὑφέλοις τοῦ ἤθους τὸν τῦφον, καιρὸν οὐκ ἔχει τὸ κατὰ θυμὸν ἐγγενέσθαι πάθος. Ὕβρις γὰρ καὶ ἀτιμία τῆς τοιαύτης ἀῤῥωστίας τοῖς ὀργισθεῖσιν αἰτία γίνεται. Ἀτιμία δὲ οὐχ ἅπτεται τοῦ ἑαυτὸν ταπεινοφροσύνῃ παιδαγωγήσαντος. Εἰ γάρ τις κεκα θαρμένον ἔχοι τὸν λογισμὸν ἐκ τῆς ἀνθρωπίνης ἀπάτης, καὶ βλέποι τὸ οὐτιδανὸν τῆς φύσεως ᾗ συγκεκλήρωται, ἀφ' οἵας ἀρχῆς τὴν σύστασιν ἔχει, καὶ εἰς ὅ τι φέρεται τέλος τὸ βραχὺ καὶ ὠκύμορον τῆς τῇδε ζωῆς, καὶ τὸν συνεζευγμένον τῇ σαρκὶ ῥύπον, καὶ τὸ πενιχρὸν τῆς φύσεως, τὸ μὴ εἶναι αὐτὴν αὐτάρκη δι' ἑαυτῆς πρὸς τὴν ἰδίαν σύστασιν, εἰ μὴ τῇ περιουσίᾳ τῶν ἀλόγων τὸ ἐνδέον ἀναπληρώσειεν· λύπας τε πρὸς τούτοις καὶ πένθη καὶ συμφορὰς, τάς τε πολυτρόπους τῶν νο σημάτων ἰδέας, αἷς ὑπόκειται ἡ ἀνθρωπίνη ζωὴ, ὧν οὐκ ἔστιν ὅστις ἐκ φύσεως ἀτελής ἐστι καὶ ἐλεύθε ρος. Ταῦτα δι' ἀκριβείας κεκαθαρμένῳ τῷ τῆς ψυχῆς ὀφθαλμῷ βλέπων, οὐκ ἂν ῥᾳδίως πρὸς τὰς τῶν τι μῶν ἐλλείψεις ἀγανακτήσειεν. Τὸ ἐναντίον μὲν οὖν ἀπάτην ἡγήσεται τὴν ἐπί τινι προσαγομένην αὐτῷ παρὰ τοῦ πέλας τιμὴν, οὐκ ὄντος ἡμῖν ἐν τῇ φύσει τοιούτου τινὸς, ὃ δύναται τὴν πρὸς τὸ τίμιον κοινω νίαν ἔχειν, εἰ μὴ κατὰ ψυχὴν μόνον, ἧς ἡ τιμὴ οὐκ ἀπὸ τῶν κατὰ τὸν κόσμον τοῦτον ἐπιζητουμένων συν ίσταται. Τὸ γὰρ ἐπὶ πλούτῳ κομπάζειν, ἢ γένει σε μνύνεσθαι, ἢ πρὸς δόξαν ὁρᾷν, ἢ τὸ δοκεῖν ὑπὲρ τὸν πέλας εἶναι, δι' ὧν αἱ ἀνθρώπιναι πληροῦνται τιμαί· ταῦτα πάντα καθαίρεσις τῆς ψυχικῆς τιμῆς καὶ ὄνειδος γίνονται, ὡς μὴ ἂν ἑλέσθαι τὸν λελογισμένον τοιούτῳ τινὶ τὸ καθαρὸν τῆς ψυχῆς καταμολύνεσθαι. Τὸ δὲ οὕτως ἔχειν οὐδὲν ἕτερον, ἢ ἐν ἕξει βαθείᾳ τῆς ταπεινοφροσύνης ἐστὶν εἶναι, ἧς κατορθωθείσης, οὐ δεμίαν εἴσοδον ὁ θυμὸς κατὰ τῆς ψυχῆς ἕξει. Τούτου δὲ μὴ παρόντος, ὁ ἤρεμός τε καὶ ἡσύχιος κατορθοῦ βίος· ὅπερ οὐδὲν ἕτερον, εἰ μὴ πραΰτης ἐστὶν, ἧς τὸ πέρας μακαρισμὸς καὶ οὐρανίας γῆς κληρονο μία, ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 44.1220

ΛΟΓΟΣ Γʹ. Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθή σονται. Οὔπω τῆς κορυφῆς

τοῦ ὄρους ἐπιβεβήκαμεν, ἀλλ' ἔτι κατὰ τὴν ὑπώρειαν τῶν νοημάτων ἐσμέν· εἰ καὶ δύο τινὰς ἤδη παρωδεύσαμεν λόφους, ἐπὶ τὴν μα καριστὴν πτωχείαν, καὶ τὴν ἀνωτέρω ταύτης πραό τητα διὰ τῶν μακαρισμῶν ἀναχθέντες, μεθ' οὓς προσάγει τοῖς ὑψηλοτέροις ἡμᾶς ὁ Λόγος, καὶ τρίτον ἡμῖν ἐφεξῆς ὕψωμα διὰ τῶν μακαρισμῶν ἀναδεί κνυσι· πρὸς ὃ χρὴ πάντως ἀναδραμεῖν ὄκνον ἀπο θεμένους πάντα, καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, καθώς φησιν ὁ Ἀπόστολος, ὡς ἂν κοῦφοι καὶ εὐστα λεῖς ἐπὶ τῆς ἄκρας γενόμενοι, καθαρωτέρῳ τῷ τῆς ἀληθείας φωτὶ διὰ τῆς ψυχῆς