9
λέγων· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λί θοι οὗτοι ἄρτοι γένωνται.» Οὐκ ἂν δὲ τοῦτο πεποίη κεν, εἰ μὴ τὸ πάθος τῆς πείνης ὁ Σωτὴρ κατεδέξατο· καὶ τοῦτο μάθοι τις ἐκ τῶν μετὰ ταῦτα σαφῶς· ὡς γὰρ ἡττήθη παλαίσας, καὶ διὰ τῆς πείρας ἔμαθεν, ὅτι αὐτός ἐστιν ὃν οἱ προφῆται προεκήρυξαν ἅπαντες, οὐδὲ τὴν θέαν αὐτοῦ προσιόντος φέρειν ἐτόλμησεν, ἀλλ' εὐθὺς ἐδραπέτευσεν, νῦν μὲν βοῶν, «Τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; τί ἦλθες πρὸ καιροῦ βασανί σαι ἡμᾶς;» νῦν δὲ, «Οἶδά σε τίς εἶ, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁρκίζω σε μή με βασανίσῃς.» Οὕτως ἐδεδοίκει, καὶ κριτὴν ὡμολόγει· τότε πρὸ τῆς πείρας οὐ τοιού 75.1441 τοις ἐκέχρητο ῥήμασιν, ἀλλὰ θαῤῥῶν προσῄει λέγων· «Εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.» Τῆς μὲν γὰρ ἄνωθεν ἐλθούσης φωνῆς ἤκουσα, φησὶ, τοῦτό σε καλεσάσης, ἀπιστῶ δὲ ἕως ἂν λάβω τὴν πεῖραν δι δάσκαλον. Πεῖσόν με διὰ τῶν πραγμάτων, ὡς ὃ κέ κλησαι, ἀληθῶς ὑπάρχεις. Ἂν γὰρ τοῦτο μάθω, φεύ ξομαι, καὶ δραπετεύσω, καὶ τὴν πρὸς σὲ παραιτήσο μαι πάλην· οἶδα γὰρ ὅσον ἐμοῦ καὶ σοῦ τὸ διάφορον. ∆εῖξον τοίνυν τὸ θαῦμα καὶ τὴν θαυματουργίαν, δίδα ξον τὸν τοῦ θαύματος ποιητήν· «Εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.» Τούτων ἀκούσας κρύπτει μὲν τὴν θεότητα, ἐκ δὲ τῆς ἀνθρωπείας διαλέγεται φύσεως· «Οὐκ ἐπ' ἄρτῳ μόνῳ, λέγων, ζήσεται ἄνθρωπος, ἀλλ' ἐν παντὶ ῥή ματι διὰ στόματος ἐκπορευομένῳ Θεοῦ.» ∆ύναμαι, φησὶν, ἄνευ ἄρτου τραφῆναι. Οὐ μόνον γὰρ ἄρτοις ἡ τῶν ἀνθρώπων συγκροτεῖται ζωὴ, ἀλλὰ ῥῆμα Θεοῦ ἀρκεῖ πᾶσαν τῶν ἀνθρώπων διαθρέψαι τὴν φύσιν· οὕτως ὁ Ἰσραηλιτικὸς διετράφη λαὸς, τεσσαράκοντα ἔτη συλλέγων τὸ μάννα, καὶ θήρας ἀπολαύων ὀρνίθων πεπεδημένης βουλῇ Θεοῦ· καὶ Ἡλίας κόρακας ἑστιά τορας ἔσχε· καὶ Ἐλισαῖος ἀγρίοις λαχάνοις τοὺς θιασώτας διέθρεψε· καὶ τί με δεῖ τὰ παλαιὰ κατα λέγειν; Ἰωάννης οὗτος ὁ ἔναγχος ἐν τῷ Ἰορδάνῃ βαπτίζων, πᾶσάν τε τὴν ἡλικίαν ἐν τῇ ἐρήμῳ διατε λέσας, ἀκρίσι τρέφεται, καὶ μελιττῶν ἀγρίων καρπῷ· οὐδὲν τοίνυν ἀπεικὸς, καὶ ἡμᾶς ἀπὸ Θεοῦ ξένῃ ἑστια θῆναι τροφῇ, καὶ ἄρτου μὴ δεηθῆναι. Τούτων ἀκούσας ὁ διάβολος, ἤλγησε μὲν ὡς ἡττη θεὶς, οὐκ ἀπηγόρευσε δὲ τὴν νίκην, ἀκούσας ὡς ἄν θρωπος εἴη· διὸ δευτέραν αὐτῷ καὶ τρίτην αὖθις πεῖραν προσάγει, πὴ μὲν λέγων, «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν ἄνωθεν κάτω·» πὴ δὲ τὰς βασιλείας τῆς οἰκουμένης ὑποδεικνὺς, καὶ ταύτας ἀντιδώσειν ὑπισχνούμενος, εἰ πρότερον παρ' αὐτοῦ τὴν προσκύ νησιν λάβοι· ὡς δὲ πάλιν αὐτὸν τῶν παλαιῶν νομί μων ἀνέμνησε, «Γέγραπται, λέγων, Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις,» καὶ ἐδίδαξεν ὅτι οὐκ ἀνέξεται ἑτέρῳ τινὶ τὸ θεῖον γέρας προσενεγκεῖν, καὶ ἑτέρων δὲ ὑπομέμνησε ῥημάτων τοῦ Θεοῦ καὶ διδαγμάτων διαγορευόντων μὴ πειράζειν τὸν τῶν ὅλων Θεὸν, ὁ μὲν ἀπέδρα, τῆς ἥττης τὴν αἰσχύνην οὐ φέρων, καὶ δειλιῶν, καὶ τρέμων, καὶ τῆς τυραννίδος ἐκβληθήσεσθαι προσδοκῶν. Πάντα γὰρ αὐτοῦ κενώσας τὰ βέλη, καὶ πάσας αὐτοῦ τῆς ἀπάτης τὰς πάλας προσενεγκὼν, ἄτρωτον εὗρε καὶ ἀήττητον τὸν ἀθλητήν. Καὶ ὡς τῷ Ἀδὰμ προσελθὼν, οὐχ εὗ ρεν ὃν προσεδόκησεν· ἄγγελοι δὲ τῷ νικητῇ προσ ιόντες, οἳ πόῤῥωθεν ἑώρων τὴν πάλην, καθάπερ τινὲς ἐρασταὶ διηκόνουν, ἐχόρευον, εὐφήμουν τὸν ἀθλητὴν, ἐστεφάνουν, ἀνεκήρυττον, ἔχαιρον ἐπὶ τῇ τῶν ὁμο δούλων ἀνθρώπων ἐλευθερίᾳ, ἐγάννυντο τοῦ ἀντιπά λου τὴν ἧτταν ὁρῶντες. ΙΕʹ. Ὅτι εἰ νοῦν οὐκ ἀνέλαβεν, οὐδὲν πρὸς ἡμᾶς ἡ κατὰ τοῦ διαβόλου νίκη. Κατὰ τοῦ Ἀπολι ναρίου. Ταῦτα τὴν Ἀπολιναρίου ἐλέγχει ματαιολογίαν, ὃς 75.1444 ἀντὶ νοῦ τὸν Θεὸν Λόγον ἐνοικῆσαι λέγει τῇ προσ ληφθείσῃ σαρκί. Εἰ γὰρ νοῦν οὐκ εἶχεν ἀνθρώπινον ἡ ἀναληφθεῖσα φύσις, Θεὸς μὲν ὁ πρὸς τὸν διάβολον ἀγωνισάμενος ἦν, Θεὸς δὲ ὁ τὴν νίκην ἀναδησάμενος· Θεοῦ δὲ νενικηκότος, ἐγὼ μὲν οὐδὲν ἀπωνάμην τῆς