1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

9

αὐτῶν, ἀλλὰ περιμένων, εἴ ποτε μεταμεληθεῖεν μεταβαλλόμενοί γε τὸν τρόπον, εὐθὺς ἀφίημι ἀμνηστείαν ἁπάντων ὁμοῦ χαριζόμενος αὐτοῖς. ὁ δὲ νόμος οὐχ οὕτως, ἀλλ' εὐθὺς ὡς ἥμαρτε καὶ κολάζει τὸν ἡμαρτηκότα μεταμέλειαν οὐκ εἰδὼς ἀπὸ τῶν ἑξῆς προλαβόντα ἀφιέναι οὐκ ἐπαγγελλόμενος. πάλιν ἐγὼ τὴν διάθεσιν ἀπαιτῶν οὐ τοσοῦτον περὶ τὴν τῶν γινομένων ἐξέτασιν ἀσχολῶ, ὅσον ἀρκοῦμαι ψυχῇ γνησίᾳ γνώμῃ τὸ καλὸν αἱρουμένῃ. ὁ δὲ νόμος καὶ ἐπὶ τοῖς μικροῖς κόλασιν ἐπάγει καὶ κατάρᾳ τοὺς παραβαίνοντας ὑποβάλλει. ὁ μὲν οὖν ζυγὸς χρηστὸς διὰ τὴν συγχώρησιν, τὸ δὲ φορτίον ἐλαφρόν, ὅτι οὐ πλῆθος νομίμων καὶ παρατηρήσεις διάφοροι, ἀλλ' αἱρέσεις ψυχῆς· καὶ πρὸ τοῦ καλοῦ τὸ κρεῖττον μετ' ἀληθείας ἑλέσθαι καὶ τῆς θείας διαθέσεως.

68 Mt 12, 29 Οἰκίαν ἐνταῦθα τὴν γῆν λέγει, σκεύη δὲ τοὺς ἀνθρώπους.

οὐκοῦν ἐπειδὴ σκεύη τῶν δαιμόνων καὶ τοῦ διαβόλου γεγόνασιν οἱ ἄνθρωποι διὰ τῆς κακίας ὑπὸ τὴν ἐκείνου καταστάντες ἐξουσίαν, ἀδύνατον ἦν ἀφαιρεθῆναι τοὺς δαίμονας τὴν οἰκείαν κτῆσιν, ἀλλ' ἢ πρότερον αὐτῶν ἡττηθέντων καὶ δεσμῶν περιβληθέντων εἰς τὸ μὴ δύνασθαι αὖθις ὑπὲρ τῶν ἰδίων διαμάχεσθαι κτημάτων. τοῦτο δὲ ὑπὸ τῶν δαιμόνων οὐκ ἄν ποτε ἐγένετο. 69 Mt 12, 33 Εἰ δὲ ταῦτα, φησίν, ἐπιτίμησις ἀλόγιστος εἶναι δοκεῖ καὶ οὐ τὸ πνεῦμα τὸ ἅγιον ἀληθῶς εἶναι τὸ βλασφημούμενον, τῷ δαίμονι τὸ ἔργον ἐπιτρέψαντες ἅπαξ εἴπατε καὶ αὐτὸ τὸ γινόμενον εἶναι καλὸν ἢ κακὸν φάσκετε τὸ γινόμενον; εἰ δὲ τοῦτο οὐ φατέ (κάκιστον γὰρ ἀνθρώποις ὑπὸ δαιμόνων κρατεῖσθαι, καλὸν δὲ τὸ τοὺς δαίμονας ἀπελαύνεσθαι τῶν ἀνθρώπων), πῶς δυνατὸν ἔργον οὕτω καλὸν ἐπιγράφειν τοῖς δαίμοσι, οὓς οὐκ ἄν ποτε εἴποιτε μὴ σφόδρα εἶναι κακούς; γνώρισμα γὰρ φύσεως δένδρου καρπός. 70 Mt 12, 34 Ὦ, φησίν, πάντων ἀνθρώπων πονηρότατοι καὶ κατὰ μηδὲν τῇ πονηρίᾳ τῶν ἐχιδνῶν ἀφεστηκότες, οὐ θαυμαστόν, εἰ μηδὲν φθέγγεσθε ἀγαθόν· ἕπεται γὰρ τῇ διαθέσει τῆς ψυχῆς τὰ ῥήματα· ἀλλὰ πῶς εὔφημα φθέγγεσθε τὰ χείρω προῃρημένοι καθάπαξ καὶ πρὸς τὸ χεῖρον ἐκκλίνοντες; 71 Mt 12, 46-50 Ταῦτα εἶπεν οὐκ ἀποδοκιμάζων τὴν μητέρα καὶ τοὺς ἀδελφούς, ἀλλὰ δεικνύς, ὅτι πάσης σωματικῆς συγγενείας προτιμᾷ τῆς ψυχῆς τὴν οἰκειότητα· πρὸς γὰρ τὸν οἰόμενον ὡς ἐπί τι σπουδαιότερον αὐτὸν καλεῖν τῶν οἰκείων τὴν ὁμιλίαν ἀναγκαῖον ἦν τοῦτο εἰπεῖν, ὁμοῦ καὶ εἰς διδασκαλίαν τῶν παρόντων· ὡς γὰρ αὐτὸς εἶπεν τοῖς μαθηταῖς· ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος, οὕτως νόει μοι τὸν Ἰησοῦν προκρίνοντα τοὺς μαθητὰς ὑπὲρ μητέρα καὶ ἀδελφούς. 72 Mt 13, 11 Ἠρώτησαν αὐτὸν οἱ μαθηταί, τίνος ἕνεκεν διὰ παραβολῶν ποιεῖται τὴν διδασκαλίαν. ὁ δὲ ἐνδεικνύμενος διὰ τὸ τῶν ἀκουόντων ἀνάξιον ὑμῖν φησιν γνῶναι τὰ μυστήρια τῆς βασιλείας, ἐκείνοις δὲ οὐ δέδοται, ἵνα εἴπῃ, ὅτι ὑμεῖς ἄξιοι ὄντες πάντα μαθεῖν τὰ πρὸς διδασκαλίαν συντείνοντα μαθήσεσθε καὶ τῶν παραβολῶν τὴν σαφήνειαν. πρὸς δὲ τούτους μετὰ παραβολῶν λαλεῖ, ἐπεὶ μηδὲ ἄξιοι μαθεῖν εἰσι διὰ τὴν κακίαν τοῦ τρόπου. εἶτα διὰ τῆς προφητικῆς φωνῆς τὴν κακίαν αὐτῶν ἐλέγχει ὡς πόρρωθεν κηρυττομένην καὶ παρὰ πᾶσιν ᾀδομένην μικροῦ τοῖς προφήταις. 73 Mt 13, 13 ∆ιὰ δύο τούτων ἕνεκεν πολλάκις ἔθος αὐτῷ κεχρῆσθαι ταῖς παραβολαῖς, ἢ διὰ τὸ περὶ πραγμάτων λέγειν ἀφανῶν, ὥστε τῇ παραβολῇ φανερὰ ποιῆσαι τὰ ἄδηλα καθὼς δυνατόν, ἢ διὰ τὸ τῶν ἀκουόντων ἀνάξιον, ὅταν μηδὲν ὄφελος αὐτοῖς ἀπὸ τῶν λεγομένων γίνηται. ἔστι δὲ καὶ ἑτέρα τρίτη τῆς παραβολῆς αἰτία, τὸ ἐπ' ἐλέγχῳ λέγοντά τι πολλάκις τῶν ἀκουόντων ἐκλύειν τῇ παραβολῇ τῶν ἐλέγχων τὸ αὐστηρόν, οἷον ὅταν λέγῃ τὸ κατὰ τὸν ἀμπελῶνα καὶ ὅτι κακοὺς κακῶς ἀπολέσει τοὺς γεωργούς, τὸν δὲ ἀμπελῶνα ἐκδώσεται ἄλλοις· ταῦτα γὰρ πρὸς Φαρισαίους λέγων σαφῶς ἔφυγε τὸ τραχὺ τῶν ῥημάτων.