10
ἐλέγομεν, περιχορεύων ἐντὸς τοῦ στρατεύματος τοῦ Βρυεννικοῦ ὁρᾷ τῶν ἱπποκόμων ἕνα τοῦ Βρυεννίου ἵππον τινὰ τῶν βασιλικῶν ἐπισυρόμενον, τῇ τε ἁλουργῷ ἐφεστρίδι κεκοσμημένον καὶ κατάχρυσα τὰ φάλαρα ἔχοντα καὶ δὴ καὶ τοὺς κατέχοντας τὰς ἐξ ἔθους τοῖς βασι λεῦσι παρεπομένας ῥομφαίας ἐγγύθεν αὐτῷ παραθέοντας. Ταῦτ' οὖν θεασάμενος καλύπτει μὲν τὸ πρόσωπον τῷ θωρα κιδίῳ, ὃ τῆς κόρυθος κύκλῳ ἐξήρτητο, σφοδρῶς δὲ κατ' αὐτῶν ἐξορμήσας σὺν τοῖς ἓξ στρατιώταις, οὓς ἄνωθεν ὁ λόγος ἐδήλωσε, καταβάλλει μὲν καὶ τὸν ἱπποκόμον, αἱρεῖ δὲ καὶ τὸν βασιλικὸν ἵππον, συναφαιρεῖται δὲ καὶ τὰς ῥομ φαίας καὶ λάθρᾳ ὑπέξεισι τοῦ στρατεύματος. Ἐν τῷ ἀκιν δύνῳ δὲ καταστὰς τόν τε χρυσοφάλαρον ἐκεῖνον ἵππον ἐξέπεμψε καὶ τὰς παρ' ἑκάτερα τοῦ βασιλικοῦ σώματος στρεφομένας ῥομφαίας καὶ κήρυκά τινα μεγαλοφωνότατον παρακελευσάμενος ἁπανταχοῦ τοῦ στρατεύματος διαθέοντα βοᾶν ὡς ὁ Βρυέννιος ἐπεπτώκει. 1.5.8 Τοῦτο γενόμενον πολλοὺς τῶν σκεδασθέντων τοῦ στρατεύματος τοῦ μεγάλου δομεστίκου τῶν σχολῶν καὶ ἐμοῦ πατρὸς ἁπανταχόθεν ξυνέλεγε καὶ παλιμπορεύτους ἐποίει, τοὺς δὲ καὶ ἔπειθεν ἐγκαρτερεῖν. Οἱ δὲ ἑστήκεσαν ἀτρεμοῦντες, ἵνα ἕκαστος ἔτυχε, καὶ εἰς τοὐπίσω τὰς ὄψεις στρέψαντες ἐξεπλήτ τοντο ἐφ' οἷς παρ' ἐλπίδα ἐώρων. Καὶ ἦν ἰδεῖν ἐπ' αὐτοῖς καινόν τι γενόμενον, τῶν ἵππων ἐν οἷς ἐπωχοῦντο τὰς κεφαλὰς ἐπὶ τὸ πρόσω ὁρώσας, τὰ δ' αὐτῶν πρόσωπα εἰς τοὐπίσω ἐστραμμένα, καὶ μήτε ἐπὶ τὰ πρόσω χωροῦντας μήτε εἰς τοὐπίσω στρέψαι τοὺς χαλινοὺς ἐθέλοντας, ἀλλ' ἐκθάμβους ὄντας καὶ ἐξαπορουμένους οἷον ἐπὶ τοῖς ξυμπε σοῦσιν. 1.5.9 Οἵ τε γὰρ Σκύθαι νόστου μνησάμενοι καὶ οἴκαδε ἀπιόντες οὐκ ἔμελλον ἔτι ἐπιδιώκειν, ἀλλὰ πόρρω τῶν στρατευμάτων ἀμφοῖν γεγονότες μετὰ τῆς λείας αὐτοῦ που περιπεπλάνηντο. Τό τε διακηρυκευόμενον, ὡς ἄρα ὁ Βρυέννιος ἑάλω καὶ κατενήνεκτο, ἐθαρσοποίει τοὺς τέως δειλοὺς καὶ φυγάδας καὶ τὸ κηρυττόμενον αὐτόθεν εἶχε τὸ πιθανὸν ἐνδεικνυμένου πανταχόθι μετὰ τῶν βασιλικῶν παρασήμων τοῦ ἵππου καὶ τῶν ῥομφαιῶν μονονουχὶ διαγγελ λουσῶν, ὡς ὁ φυλαττόμενος ταύταις Βρυέννιος χειρὸς πολεμίας γέγονεν ἔργον.
1.6.1 Εἶτα ἡ τύχη ξυνέβαλε καί τι τοιοῦτον. Ἀπόμοιρά τις ἐκ τῆς συμμαχίας τῶν Τούρκων καταλαμβάνει τὸν δομέστικον τῶν σχολῶν Ἀλέξιον καὶ ὡς καθειστήκει τὰ τοῦ πολέμου μαθόντες καὶ τοὺς πολεμίους, ὅπου καὶ εἶεν, ἐπιζητήσαντες, ἐπὶ λόφου τινὸς συνεληλυθότες τῷ Κομνηνῷ Ἀλεξίῳ καὶ ἐμῷ πατρὶ ἐκείνου δεικνύντος τῇ χειρὶ τὴν στρατιὰν ἐθεῶντο τούτους ὥσπερ ἀπό τινος σκοπιᾶς· εἶχε δὲ ὧδε τὰ κατ' αὐτούς. Συγκεχυμένοι τε γὰρ ἦσαν μήπω συντάξαντες ἑαυτοὺς καὶ ὡς τὴν νίκην ἤδη ἀράμενοι κατα φρονητικῶς εἶχον καὶ ἔξω κινδύνων ἑαυτοὺς ᾤοντο. Μάλιστα δὲ ἀναπεπτώκεισαν τῶν τῷ ἐμῷ πατρὶ ξυνεπο μένων Φράγγων προσκεχωρηκότων τῷ Βρυεννίῳ διὰ τὴν προγεγενημένην τροπήν. Καὶ γὰρ τῶν ἵππων ἀποβεβηκότων τῶν Φράγγων καὶ δεξιὰς διδόντων αὐτῷ, καθάπερ δὴ πάτριόν ἐστι διδόναι τὰς πίστεις, ἄλλος ἀλλαχόθεν πρὸς τούτους ξυνέρρεον θεασόμενοι τὸ γινόμενον. ∆ιεσάλπιζε γὰρ ἡ φήμη τὸ στράτευμα, ὡς ἄρα καὶ οἱ Φράγγοι τούτοις προσέθεντο τὸν ἀρχιστράτηγον καταλελοιπότες Ἀλέξιον. 1.6.2 Οὕτω δῆτα συγκεχυμένως ἔχοντας τούτους οἱ ἀμφὶ τὸν ἐμὸν πατέρα καὶ τοὺς νεήλυδας Τούρκους θεασάμενοι εἰς τρεῖς μοίρας ἑαυτοὺς διενείμαντο καὶ τὰς μὲν δύο ἐλλο χεῖν αὐτοῦ που διέταττον, τὴν δὲ τρίτην μερίδα χωρεῖν ἐπὶ τοὺς πολεμίους ἐκέλευον. Καὶ τὸ ξύμπαν τῆς τοιαύτης διαταγῆς ἐς τὸν ἐμὸν πατέρα Ἀλέξιον ἀνεφέρετο. 1.6.3 Οἱ μέντοι Τοῦρκοι οὐ κατὰ φάλαγγα συντεταγμένως ἐπῄεσαν ἅμα πάντες, ἀλλὰ μεμερισμένως καὶ ἀπ' ἀλλήλων κατά τινας ὁμίλους διεστηκότες ἑκασταχοῦ. Εἶτα προσβάλλειν ἑκάστην ἴλην τοὺς ἵππους ἐπὶ τούτους ἐλαύνοντας καὶ