1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

10

διαλάμπουσα καὶ τῶν ὁρωμένων καὶ τῶν οὐχ ὁρωμένων. Πλὴν ἀλλ' ἀπὸ τῶν ὁρωμένων τέως ποιησώμεθα τὴν ἀπόδειξιν. 7.2 Τὴν γὰρ θαυμασίαν ταύτην καὶ παναρμόνιον κτίσιν δι' οὐδένα ἕτερον ἐποίησεν ἢ διὰ σέ· καὶ καλὴν οὕτω καὶ μεγάλην οὕτω καὶ ποικίλην καὶ πολυτελῆ καὶ διαρκῆ καὶ χρησίμην καὶ πανταχόθεν κερδαλέαν καὶ πρὸς σώματος διατροφὴν καὶ σύστασιν καὶ πρὸς ψυχῆς φιλοσοφίαν καὶ πρὸς θεογνωσίας ὁδὸν ἐπιτηδείαν κατεσκεύασε διὰ σέ. 7.3 Οὐδὲ γὰρ ἄγγελοι ταύτης ἐδέοντο· πῶς γὰρ οἱ καὶ πρὶν ἢ γενέσθαι αὐτὴν ὄντες; Ὅτι γὰρ ἐκεῖνοι πολλῷ ταύτης πρεσβύτεροι, ἄκουε τί φησιν ὁ Θεὸς τῷ Ἰὼβ διαλεγόμενος· «Ὅτε ἐγένετο ἄστρα, ᾔνεσάν με πάντες ἄγγελοί μου καὶ ὕμνησαν φωνῇ μεγάλῃ»· τοῦτ' ἔστιν, ἐκπλαγέντες τὸ πλῆθος, τὸ κάλλος, τὴν θέσιν, τὴν χρείαν, τὴν ποικιλίαν, τὴν φαιδρότητα, τὴν λαμπηδόνα, τὴν ἁρμονίαν, τὰ ἄλλα πάντα ἅπερ ἀκριβέστερον ἡμῶν συνορῶσιν ἐκεῖνοι. 7.4 Οὐκ ἀστράσι δὲ ἐκαλλώπισε μόνον, ἀλλὰ καὶ ἡλίῳ καὶ σελήνῃ κατεκόσμησεν, ἐν ἑκατέρῳ τῷ καιρῷ πολλὴν μέν σοι τὴν ἡδονήν, πολλὴν δὲ παρέχων τὴν χρείαν. Τί γὰρ ὡραιότερον οὐρανοῦ, νῦν μὲν ὑπὸ τῆς ἀκτῖνος λαμπομένου, νῦν δέ, καθάπερ τισὶν ὀφθαλμῶν βολαῖς, τῷ ἀπείρῳ τῶν ἄστρων πλήθει καταυγάζοντος τὴν γῆν καὶ ναύταις καὶ ὁδοιπόροις ὁδηγούς τινας διδόντος καὶ χειραγωγούς; 7.5 Ὁ γὰρ τὸ πέλαγος τέμνων καὶ ἐπὶ τῶν οἰάκων καθήμενος καὶ κυμάτων ἐμβολαῖς καὶ ὑδάτων ἀτάκτων ῥύμῃ καὶ πνευμάτων βιαίων φορᾷ καὶ νυκτὸς ἀσελήνῳ σκότῳ ἐκδίδωσιν ἑαυτόν, τῇ παρὰ τούτου ὁδηγίᾳ θαρρῶν· 7.6 καὶ ὁ ἐν ὕψει κείμενος ἀστὴρ τὸν ἐκ τοσούτου καθήμενον διαστήματος, ὥσπερ ἐγγὺς καὶ πλησίον παρών, οὕτω μετὰ ἀκριβείας χειραγωγεῖ καὶ πρὸς λιμένας ὁρμίζει, φωνὴν μὲν οὐκ ἀφιείς, τῇ δὲ ὄψει δεικνὺς αὐτοῖς τὰς ὁδοὺς καὶ τὴν θάλασσαν τέμνειν αὐτοῖς χαριζόμενος μετ' ἀσφαλείας, καιροὺς ὑποδεικνύς, ὥστε νῦν μὲν εἴσω τοῦ λιμένος κατέχειν τὸ πλοῖον, νῦν δὲ θαρροῦντας εἰς τὸ πέλαγος ἐξάγειν καὶ μὴ διὰ τὴν τοῦ μέλλοντος ἀδηλίαν ἀπροόπτως εἰς χειμέριον ἐμπίπτοντας ἡμέραν ναυάγιον ὑπομένειν. 7.7 Καὶ οὐχ ὁλοκλήρων δὲ ἐνιαυτῶν μέτρα μόνον καὶ καιροὺς χαρακτηρίζουσιν οὗτοι, ἀλλὰ καὶ ἑκάστης νυκτὸς καὶ ὥραν καὶ ῥοπὴν μετὰ πολλῆς παριστῶσι τῆς ἀκριβείας καὶ ποιοῦσιν εἰδέναι τοὺς ὁρῶντας, πότε μὲν τὸ πλέον αὐτῆς παρῆλθε, πότε δὲ τὸ ἔλαττον ὑπολέλειπται καὶ αὖ τοὐναντίον πάλιν, ὅπερ οὐ ναύταις μόνον, ἀλλὰ καὶ ὁδοιπόροις χρήσιμον, ὥστε μὴ ἀωρὶ τῆς νυκτὸς τῆς ὁδοιπορίας ἅπτεσθαι, μήτε ἐν καιρῷ τῷ προσήκοντι οἴκοι καθῆσθαι. Τοῦτο μετὰ τῶν ἀστέρων καὶ οἱ σεληναῖοι δρόμοι μετὰ ἀκριβείας εἰσὶν ἐμπεπιστευμένοι. 7.8 Καθάπερ γὰρ ὁ ἥλιος τὰς ὥρας τῆς ἡμέρας, οὕτω καὶ ἡ σελήνη τὰς τῆς νυκτὸς κανονίζει καὶ πολλὴν ἑτέραν χρείαν παρέχει καὶ ἀέρος εὔκρατον χύσιν καὶ δρόσου γένεσιν πρὸς τὴν τῶν σπερμάτων βλάστην καὶ πολλὴν οἴκοθεν εἰς τὴν σύστασιν τῶν ἀνθρώπων παρεχομένη τὴν ὠφέλειαν καὶ μέση τοῦ χοροῦ τῶν ἀστέρων καὶ τῆς ἡλιακῆς ἱσταμένη λαμπηδόνος· τῆς μὲν γάρ ἐστιν ἐλάττων, τῶν δὲ ἀμείνων καὶ πολλῷ μείζων. 7.9 Οὐ μικρὰ δὲ καὶ ἐκ τῆς ποικιλίας ταύτης ἡδονὴ τοῖς θεαταῖς καὶ χρεία, ὥσπερ οὐδὲ τυχοῦσα ἡ ὄνησις ἡ ἀπὸ τῶν καιρῶν, ἡ ἀπὸ τῶν ὡρῶν, ἡ ἀπὸ τοῦ μέτρου, ἡ ἀπὸ τοῦ μεγέθους καὶ τῆς βραχύτητος, ἡ ἀπὸ τῆς διαφορᾶς τῆς ἀφάτου· τὸν μὲν γὰρ ἐλάττω, τὸν δὲ μείζω καὶ φαιδρότερον ἔστιν ἰδεῖν καὶ κατὰ διαφόρους καιροὺς φαινομένους αὐτῶν τινας. 7.10 Ἡ γὰρ περιουσία τῆς εὐμηχάνου σοφίας πολλὴν πανταχοῦ τὴν ποικιλίαν ἐργάζεται, ὁμοῦ μὲν τῆς οἰκείας θαυματουργίας τὴν ἀπόδειξιν ἐπιδεικνυμένη, ὁμοῦ δὲ καὶ τῆς τῶν ὁρώντων προνοοῦσα χρείας καὶ πολλὴν καὶ ἄφατον τὴν ὠφέλειαν παρεχομένη καὶ μετὰ τούτων ἁπάντων καὶ τὴν ἡδονήν. 7.11 Τί γὰρ τερπνότερον οὐρανοῦ, νῦν μὲν ὡς σινδόνος καθαρᾶς καὶ διαυγοῦς ὑπὲρ κεφαλῆς ἡπλωμένου, νῦν δὲ ὡς λειμῶνος πολυανθοῦς ποικιλλομένου καὶ τὸν αὐτοῦ φαίνοντος στέφανον; Οὐδὲ γὰρ οὕτως ἡδὺ λειμῶνα ἰδεῖν ἐν ἡμέρᾳ ὡς ἡδὺ καὶ τερπνὸν οὐρανὸν ἰδεῖν ἐν νυκτὶ μυρίοις ἄνθεσι τοῖς τῶν