1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

10

εἰς τὸ εἶναι οὐ δεόμενον. Φύσις ἐστὶν ἀρχὴ κινήσεως καὶ ἠρεμίας. Φύσιν δὲ καλοῦμεν πολλάκις τὸ τοιῶσδε πεφυκέναι καὶ οὐκ αὐτὴν πάντως τὴν οὐσίαν. Φύσιν δὲ πάλιν ὡς τὰ πολλὰ τὴν οὐσίαν καλεῖν σύνηθες καὶ μάλιστα τοῖς ἡμετέροις διδασκάλοις. Φύσις ἀληθῶς τοῦτό ἐστιν, ἐν ᾧ τὸ εἶναι τῆς οὐσίας λαμβάνεται. Φύσις ἐστὶ κατὰ τοὺς ἔξω φιλοσόφους δύναμίς τις ἐνδεδυκυῖα τῇ ὕλῃ, ἀρχὴ ἠρεμίας καὶ κινήσεως. Φύσις ἐστὶν ἡ τῶν πραγμάτων ἀλήθεια. Φύσις καὶ οὐσία καὶ μορφή ἐστιν ἡ τῶν ὄντων οὖσα ποιότης. Ἀνούσιόν ἐστι τὸ ἄκτιστον καὶ ἀνύπαρκτον διὰ παντός. -Μερικὴ οὐσία ἐστὶ λόγος ἔναρθρος καὶ ἀσήμαντος. Οὐσιῶδές ἐστιν, ὃ παρὸν μὲν σῴζει, ἀπὸν δὲ φθείρει, ὡς ἐπὶ τοῦ λογικοῦ. Ἐπουσιῶδες δέ ἐστιν, ὅπερ οὔτε παρὸν σῴζει οὔτε ἀπὸν φθείρει, ὡς ἐπὶ τοῦ λευκοῦ. Ἐπεισουσιώδη καλοῦσιν οἱ φιλόσοφοι τὰ ἀχώριστα συμβεβηκότα. -Ἄτομόν ἐστι τὸ ἐξ ἰδιωμάτων συγκείμενον, ὧν τὸ ἄθροισμα οὐκ ἂν ἐπ' ἄλλου ποτὲ ὀφθείη. - Πρόσωπόν ἐστιν, ὃ διὰ τῶν οἰκείων ἐνεργημάτων τε καὶ ἰδιωμάτων ἀρίδηλον καὶ περιωρισμένην τῶν ὁμοφυῶν αὐτοῦ παρέχεται ἡμῖν τὴν ἐμφάνειαν. 12 <Περὶ ὑποστάσεως ἐνυποστάτου τε καὶ ἀνυποστάτου> Ὑπόστασίς ἐστι συνδρομὴ τῶν χαρακτηριστικῶν ἰδιωμάτων τὸ ἄτομον καὶ ἰδικὸν τουτέστι τὸν τινὰ ἄνθρωπον τοῦ κοινοῦ διαστέλλουσα. Ὑπόστασίς ἐστι συνδρομὴ τῶν περὶ ἕκαστον ἰδιωμάτων. Ὑπόστασίς ἐστιν ἡ διὰ τῶν χαρακτηριστικῶν ἰδιωμάτων ἐν τῷ τινὶ πράγματι παριστῶσα καὶ διαγράφουσα τὸ κοινὸν καὶ ἀπερίγραπτον τῆς φύσεως. Ὑπόστασίς ἐστιν οὐσία μετὰ ἰδιωμάτων ἀριθμῷ τῶν ὁμογενῶν διαφέρουσα. Ἐνυπόστατόν ἐστι τὸ καθ' ἑαυτὸ μὲν οὐδαμῶς ὑφιστάμενον ἐν ἄλλοις δὲ θεωρούμενον ὡς εἶδος ἐν τοῖς ὑπ' αὐτὸ ἀτόμοις, ἢ τὸ σὺν ἄλλῳ διαφόρῳ κατὰ τὴν οὐσίαν εἰς ὅλου τινὸς γένεσιν συντιθέμενον. Ὑπόστασιν λέγομεν τὸ καθ' ἑαυτὸ ὑφεστὸς καὶ οὐδενὶ ἑτέρῳ συνθεωρούμενον, ὅπερ καὶ ἄτομον καλοῦσί τινες· ἄθροισμα δὲ συμβεβηκότων τοῦτο ἂν εἴη, ἅπερ ἅμα πάντα θεωρούμενα οὐδενὶ πρόσεστιν ἑτέρῳ πλὴν τοῦ ἑνός, ᾧ πρόσεστιν. Ἐνυπόστατόν ἐστι τὸ ἐν ἀληθείᾳ ὂν καὶ ἐν ὑπάρξει θεωρούμενον. Ἀνυπόστατόν ἐστιν οὐχὶ τὸ μὴ ὂν ἀλλὰ τὸ μὴ γενόμενον ὡς τὸ σκότος. Ἀνυπόστατόν ἐστι πᾶν τὸ μὴ ἐκ θεοῦ γεγονὸς ἀλλ' ἐν ἀπουσίᾳ τοῦ κρείττονος ἱστάμενον ὡσανεὶ τὸ σκότος ἢ νόσος ἢ ἁμαρτία ἢ θάνατος. -Ὁμοούσιόν ἐστι τὸ μηδαμῶς καὶ ἀπαραλείπτως ἐνδεὲς τοῦ ἑτέρου. -Καθ' ὑπόστασίν ἐστι τὸ ἐκ διαφόρων φύσεων ὑφεστὸς πρᾶγμα. Καθ' ὑπόστασίν ἐστι τὸ ἐκ δύο μὲν πραγμάτων, ἐν ἑνὶ δὲ προσώπῳ. Καθ' ὑπόστασιν ἕνωσίς ἐστιν ἡ ἐν ὑποστάσει ἑτέρᾳ προστρέχουσα φύσις. <Κρᾶσίς ἐστι> σωμάτων παράθεσις, ποιοτήτων ἀντέμβασις. Κρᾶσίς ἐστι σύζευξις σωμάτων τὰς ἐν αὐτοῖς ἀλλήλοις ἀντικιρνώντων ποιότητας. Κρᾶσίς ἐστιν οὐσιῶν ἀλλήλαις ἑτεροίων συνδρομὴ καὶ τῶν περὶ αὐτὰς ποιοτήτων ἀντεμβολή. 13 <Ἔτι περὶ τῶν αὐτῶν> Κατὰ φύσιν ἐστὶ τὸ κοινῶς ὁρώμενον ἐν τῷ γένει συστατικὸν τῆς οὐσίας. -Μονοειδής ἐστιν ἡ ἐν μόνῳ τῷ εἴδει αὐτῆς καὶ οὐκ ἐν μετασχηματισμῷ ὁρωμένη οὐσία. Μονοειδές ἐστι τὸ μονοτρόπως ὁραθῆναι δυνάμενον. Μονοειδές ἐστιν ἡ πάσης τροπῆς καὶ μετασχηματισμοῦ οὐσία χωρίς. -Καθ' αὑτό ἐστι τὸ πρώτως καὶ κατ' οὐσίαν προσόν τινι καὶ μὴ κατὰ συμβεβηκὸς ὥσπερ τὸ λογικόν· τοῦτο γὰρ οὐσιωδῶς πρόσεστι τῷ ἀνθρώπῳ. Ὁμογενῆ εἰσι τὰ ὑπὸ τὸ αὐτὸ γένος. Ὁμοειδῆ εἰσι τὰ ὑπὸ τὸ αὐτὸ εἶδος. Ὁμοϋπόστατά εἰσι τὰ μίαν καὶ τὴν αὐτὴν ἔχοντα ὑπόστασιν. Ἑτερογενῆ εἰσι τὰ