10
νίκης, ὡς οὐδὲν εἰς ταύτην εἰσενεγκών· ἀλλὰ καὶ τῆς ἐντεῦθεν εὐφροσύνης γεγύμνωμαι, ὡς ἐπὶ τροπαίοις γαυριῶν ἀλλοτρίοις· ὁ δὲ διάβολος αὐχεῖ, καὶ κομ πάζει, καὶ μέγα φρονεῖ, καὶ σεμνύνεται, ὡς Θεῷ παλαίσας, καὶ ὑπὸ Θεοῦ ἡττηθείς· μέγα γὰρ αὐτῷ καὶ τὸ ἡττηθῆναι ὑπὸ Θεοῦ· ὅτι εἰ ὁ Θεὸς Λόγος ἦν ἀντὶ νοῦ ἐν τῷ ληφθέντι, καὶ ὁ διάβολος δικαιολογίαις χρήσαιτο ἂν εὐλόγοις, καὶ εἴποι ἂν εἰκότως· Ἐγὼ, ∆έσποτα καὶ ποιητὰ τῶν ὅλων, οὐ πρὸς σὲ τὴν μάχην ἀνεδεξάμην· οἶδα γάρ σου τὴν ἀξίαν, ἐπίσταμαι τὴν ἐξουσίαν, γινώσκω τὴν δεσποτείαν. Ὁμολογῶ τὴν δουλείαν, εἰ καὶ ἀποστασίαν νοσῶ· παραχωρῶ δὲ καὶ ἀγγέλοις τῆς νίκης, καὶ πᾶσι τοῖς οὐρανίοις δήμοις, ὧν ποτε καὶ ὁ ταλαίπωρος εἷς ὑπῆρχον ἐγώ· τὴν δὲ μάχην πρὸς τοῦτον ἀνεδεξάμην, ὃν ἀπὸ πηλοῦ μὲν διέπλασας, κατ' εἰκόνα δὲ σὴν ἐποίησας, καὶ ἐτίμησας τῷ λόγῳ, καὶ παραδείσου πολίτην κατέστησας, καὶ γῆς καὶ θαλάττης δεσπότην ἀπέφηνας· τοῦτον μέχρι τῆς σήμερον ἡμέρας νικῶν, καὶ βάλλων, καὶ τῷ θα νάτῳ παραπέμπων διατελῶ· τοῦτον εἰς τὸ στάδιον ἀγαγὼν, καὶ παλαίειν ἐμοὶ κελεύσας, γενοῦ θεατὴς αὐτὸς καὶ τῶν παλαισμάτων ἀγωνοθέτης· εἰ δὲ βούλει καὶ τὰ παιδοτρίβου ποιεῖν, δίδαξον παλαίειν, ὑπόδει ξον αὐτῷ τὰς τῆς νίκης λαβὰς, ἄλειψον ὡς θέλεις, μόνον μὴ συμμαχήσῃς παλαίοντι. Οὐ γὰρ οὕτω θρα σὺς ἐγὼ, καὶ τοῦ φρονεῖν ἐξεστηκὼς, ὡς σοὶ τῷ Ποιητῇ παλαίειν ἐπιχειρῆσαι. Ταῦτα ἂν εἶπεν ὁ διά βολος δικαίως πρὸς τὸν Σωτῆρα Χριστὸν, εἴπερ οὐκ ἄνθρωπος ἦν, ἀλλὰ Θεὸς, ὁ ἀντὶ ἀνθρώπου παλαίων. Εἰ γὰρ νοῦς ἀνθρώπινος οὐκ ἦν ἐν αὐτῷ, Θεὸς ἀντὶ νοῦ ὑπάρχων τὰ τῷ νῷ ἐνήργει προσήκοντα· Θεὸς μὲν ἦν ὁ τῷ σώματι συμπεινάσας, Θεὸς δὲ ὁ διψήσας, καὶ κοπιάσας, καὶ ἄλλα πάντα τὰ ἀνθρώπινα ὑπομεί νας παθήματα. Εἰ δὲ Θεὸς ὁ παλαίσας, καὶ νικήσας, κἀγὼ τοῦ νίκους ἐστέρημαι, Θεὸς δὲ ὁ τὴν δικαιοσύνην ἅπασαν κατορθώσας. Εἴπερ, ὥς φασιν οἱ τῆς Ἀπο λιναρίου τερθρείας ὁμολογηταὶ, ἐπειδὴ ἀδύνατον ἦν καὶ ἐν ἀνθρωπίνῳ [νοῒ] πληρῶσαι τῆς δικαιοσύνης τοὺς νόμους, οὐκ ἀνελάβετο τοῦτον ὁ Θεὸς Λόγος. Ιςʹ. Ὅτι οἱ ἁμαρτάνοντες ἀπολογίαν ἔχουσιν, εἰ ὡς ἀσθενῆ τὸν νοῦν οὐκ ἀνέλαβεν ὁ Θεὸς Λό γος. Τοῦτο δὲ λέγοντες, πρῶτον μὲν ἀδυναμίαν προσ άπτουσιν οὐ τὴν τυχοῦσαν αὐτῷ τῷ Θεῷ, εἴπερ, ὥς φασιν, οὐχ οἷόν τε ἦν τοῦ νοῦ τοῦ ἀνθρωπίνου συν όντος δικαιῶσαι τὸν ἄνθρωπον. Ἔπειτα δὲ καὶ πᾶσι τοῖς ἁμαρτάνουσι, καὶ τοὺς θείους νόμους παραβαίνου σιν, ἀπολογίας ὑπανοίγουσι θύραν. Εἴποιεν γὰρ εἰκό τως πρὸς τὸν τῶν ὅλων Θεόν· Οὐκ ἀσύγνωστα, ∆έ σποτα, πεπλημμελήκαμεν, οὐδὲ τιμωρίας ἄξια, νοῦν ἡγεμόνα λαβόντες ἀσθενῆ, καὶ φυλάττειν τοὺς σοὺς 75.1445 οὐ δυνάμενον νόμους. Καὶ μαρτυροῦσι πατριάρχαι, καὶ προφῆται, καὶ τῶν θεοφιλῶν ἀνθρώπων τὰ τά γματα, τῶν τε πρὸ τοῦ νόμου, καὶ τῶν μετὰ τὸν νό μον, οἱ ἐν ἀζυγίᾳ, οἱ ἐν ζυγῷ, οἱ ἐν πλούτῳ, οἱ ἐν ἀκτησίᾳ πληρῶσαί σου τὰς ἐντολὰς μὴ δυνηθέντες διὰ τοῦτον· καὶ ταῦτα τῷ παναγίῳ σου Πνεύματι βοηθούμενοι. Καὶ τί δεῖ τὰ πολλὰ λέγειν; Αὐτὸς, ὦ ∆έσποτα, ἐν σαρκὶ παραγέγονας, καὶ σάρκα μὲν ἡμετέραν ἀνέλαβες, τὸν δὲ νοῦν ὡς κωλύοντα τῆς ἀρετῆς τὴν κτῆσιν, καὶ τῆς ἁμαρτίας τὴν ἀπάτην ῥᾳδίως ὑποδεχόμενον ἀπέῤῥιψας, καὶ οὐκ ἠνέσχου λαβεῖν· γέγονας δὲ ἀντὶ νοῦ τῇ σαρκὶ, καὶ τῷ τρόπῳ τούτῳ τὴν δικαιοσύνην κατώρθωσας. Τούτῳ τῷ τρόπῳ τὴν ἁμαρτίαν νενίκηκας. Θεὸς γὰρ ὑπάρ χεις, βουλῇ ποιῶν τὸ δοκοῦν, νεύματι μετασκευάζων τὰ πράγματα. Ἡμεῖς δὲ νοῦν ἔχοντες τὸν ἀνθρώπινον, ὃν ἀναλαβεῖν οὐκ ἠθέλησας, ἀναγκαίως ὑπὸ τὴν ἁμαρτίαν τυγχάνομεν, τοῖς σοῖς ἀκολουθῆσαι ἴχνεσιν οὐκ ἰσχύσαντες. Τί γὰρ νοῦς ἀνθρώπινος πρὸς Θεοῦ δυνάμιν καὶ Θεοῦ σοφίαν, καὶ φῶς, καὶ δικαιοσύνην, καὶ ζωὴν, καὶ τὰς ἄλλας ἐνεργείας τῆς σῆς οὐσίας, αἳ καθάπερ ἀκτῖνες καὶ λαμπηδόνες ἐκ τῆς σῆς ἀν ίσχουσι