1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

10

74 Mt 13, 33 Ἀλεύρου σάτα τρία Ἕλληνας, Ἰουδαίους, Σαμαρείτας φησίν·

τούτοις τοῖς τρισὶν ἐμβληθεῖσα ἡ ζύμη μίαν τῶν ὅλων τὴν φύσιν εἰργάσατο καὶ τὴν πιότητα· εἰς ταῦτα γὰρ τοὺς ἀνθρώπους μεμερισμένους ἡ ἐμὴ διδασκαλία ἓν τῇ πράξει <ἐποίησεν>· οὕτως καὶ ὁ ἀπόστολός φησιν· ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐχ Ἕλλην οὐκ Ἰουδαῖος καὶ τὰ ἑξῆς. Ἀλεύρου σάτα τρία Ἕλληνας καὶ Ἰουδαίους καὶ Σαμαρείτας ὀνομάζει· τούτοις τοῖς τρισὶν ἐμβληθεῖσα ἡ ζύμη ἓν φύραμα τὴν φύσιν πάντων εἰργάσατο. 75 Mt 13, 44-46 Ἐπειδὴ πολλοὶ τῶν ἀλλοτρίων πάντη τῆς εὐσεβείας ἐξαίφνης κατὰ θείαν χάριν ἔγνωσαν τοῦ Χριστοῦ τὸ μέγεθος ὡς πάντων καταφρονῆσαι τῶν παλαιῶν καὶ πρὸς ταύτην μόνον ἰδεῖν ὡς ἀληθείας καὶ σωτηρίας πρόξενον αὐτοῖς γενέσθαι δυναμένην, τοῦτό φησιν (ἤτοι τοῦ θησαυροῦ). εἶτα ἐπάγει πάλιν, ὅτι πολλοὶ δὲ καὶ σφόδρα περὶ τὴν εὐσέβειαν ἐσπουδακότες ἐγνωκότες τοῦ κηρύγματος τὸ μέγεθος τῶν παλαιῶν ἀποστήσονται, οἷος ἦν ὁ Παῦλος, πολλὴν μὲν ὑπὲρ τοῦ νόμου τὴν σπουδὴν ἐπιδεικνύμενος, ἐπειδὴ δὲ ἔγνω τούτου τὸ μέγεθος πάντων ὑπεριδὼν ἐκείνων ὡς αὐτὸν λέγειν ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. καὶ πάλιν· πάντα ἐζημιώθην καὶ ἡγοῦμαι σκύβαλα, ἵνα Χριστὸν κερδήσω. διὰ μὲν τῆς ἀνωτέρας τοὺς ἀπὸ Ἑλλήνων τῇ εὐσεβείᾳ προστιθεμένους ἔοικε λέγειν, διὰ δὲ ταύτης τοὺς ἀπὸ Ἰουδαίων. ὅθεν αὐτοὺς ἐμπόρους ἐκάλεσεν ὡς ἂν τῇ μαθητείᾳ τοῦ νόμου περὶ τὴν εὐσέβειαν σπουδάζειν ἐπαγγελλομένους.

76 Mt 14, 1-12 Ἕτερος ἦν Ἡρώδης ὁ βασιλεύς, ἕτερος δὲ ὁ τετράρχης υἱὸς ὢν

ἐκείνου· ἐπ' ἐννέα γὰρ τοῖς ἔτεσιν μετὰ τὸν Ἡρώδου θάνατον κατεσχηκότος Ἀρχελάου τὴν ἀρχήν, εἶτα ἀτίμως τῆς βασιλείας ἐκπεσόντος, διεῖλον εἰς τετραρχίας οἱ Ῥωμαῖοι τὴν βασιλείαν ἤτοι οὖν εἰς τέσσαρα μέρη, ὅθεν καὶ τετράρχης ἕκαστος αὐτῶν ὀνομάζεται. συνέβη δὲ καὶ Ἡρώδην τὸν τοῦ Ἡρώδου τοῦ βασιλέως υἱὸν ἕνα ἐκείνων γενέσθαι μέρους τινὸς ἄρχοντα καὶ αὐτόν, ὃς καὶ ἀποκεφαλίσας τὸν Ἰωάννην δίκας ἔδωκεν οὐκ εἰς μακράν, ὡς ἀκριβέστερον μαθεῖν ἀπὸ τῆς τοῦ Ἰωσήπου γραφῆς δυνατόν. τινὲς δὲ καὶ βασιλέα ἐκάλουν αὐτὸν εἴτε ἀπὸ τῆς τοῦ πατρὸς συνηθείας εἴτε καὶ ἀδεέστερον ἔτι τῇ φωνῇ κεχρημένων, ὅθεν καὶ ὁ Μᾶρκος ἀδιαφόρως αὐτὸν βασιλέα ἐκάλεσεν, τοῦ Λουκᾶ ὁμοίως τῷ Ματθαίῳ ἀπὸ τῆς ἀξίας τετράρχην αὐτὸν ὀνομάσαντος. ἡ μὲν οὖν αἰτία τοῦ φόνου, ὅτι τοῦ Ἡρώδου τὴν γυναῖκα τοῦ ἰδίου ἀδελφοῦ Φίλιππος δὲ ἐλέγετο ἀφελομένου ζῶντος ἔτι καὶ θυγατέρα ἔχοντος ἐξ αὐτῆς συνοικοῦντός τε αὐτῇ καὶ οὐκ ἐνεγκὼν τὸ μύσος ὁ Ἰωάννης ἤλεγχεν αὐτὸν ἐπὶ τῇ παρανομίᾳ. ὁ δὲ τὸν μὲν ἐλέγχοντα οὐ φέρων, δεδιὼς δὲ τὸν ὄχλον, ὅτι μεγίστην εἶχεν περὶ αὐτοῦ δόξαν, ἀνελεῖν μὲν οὐκ ἐτόλμησεν καίτοιγε σφόδρα βουλόμενος, ἐγκαθείρξας δὲ αὐτὸν τῷ δεσμωτηρίῳ τῶν γενεσίων αὐτοῦ τελουμένων καὶ τῆς θυγατρὸς τῆς Ἡρωδιάδος ὀρχησαμένης καὶ τὴν κεφαλὴν Ἰωάννου μισθὸν τῆς ἀσεβοῦς πράξεως αἰτησαμένης ἐπλήρου παρευθὺς τὴν οἰκείαν ἐπιθυμίαν ὁ Ἡρώδης· κελεύει γὰρ τοῦ μακαρίου ληφθῆναι τὴν κεφαλήν. πρόσχημα δὲ τῶν παρόντων ἐν ἑκάστου ὅρκου τῇ ἀνάγκῃ ἐποιήσατο λυπηθεὶς δῆθεν καὶ αὐτὸς ἐπὶ τῷ γίγνεσθαι μέλλοντι. εἰ δὲ μὴ εἶπεν τοῦτο ὁ εὐαγγελιστής, ἀλλὰ τὸ ἐναντίον, ὅτι ἐλυπήθη, οὐ θαυμάζειν προσῆκεν· ἔφην γὰρ πολλάκις, ὅτι τοῖς εὐαγγελισταῖς ἔθος ἅπαντα, ὡς ἐγένετο, λέγειν· τὰ γὰρ πράγματα, οὐ τὰς αἰτίας ἑρμηνεύειν οἰκεῖον ἐνόμιζον. ἀμέλει τῷ εἰπεῖν, ὅτι βουλόμενος αὐτὸν ἀποκτεῖναι τὸν ὄχλον ἐφοβήθη, ἐδήλωσε σαφῶς, ἣν Ἡρώδης εἶχε περὶ τούτου γνώμην, ἐπεὶ καὶ τοῦ ὅρκου μικρὸν φροντίσαι ἐξῆν αὐτῷ, ὡς πολλῷ χεῖρον εἰργάσασθαι φόνον ἀνδρὸς οὕτω δικαίου τολμήσας. Ἕτερος ἦν Ἡρώδης ὁ βασιλεύς, ἕτερος δὲ ὁ τετράρχης υἱὸς ὢν ἐκείνου· ἐπ' ἐννέα γὰρ τοῖς ἔτεσιν μετὰ τὸν Ἡρώδου θάνατον κατεσχηκότος Ἀρχελάου τὴν