1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

11

πυκνοῖς ἀποχρῆσθαι τοξεύμασι. Συνείπετο δὲ τούτοις καὶ ὁ τὴν ὅλην στρατηγίαν ἀναδησάμενος ἐμὸς πατὴρ Ἀλέ ξιος συλλέξας ἀπὸ τῶν σκεδασθέντων ὅσους ὁ καιρὸς ὑπηγόρευε στρατιώτας. Ἐνταῦθά τις τῶν ἀμφὶ τὸν Ἀλέξιον ἀθανάτων θρασύσπλαγχνός τις ὢν καὶ τολμητίας προεξελάσας τὸν ἵππον καὶ τῶν ἄλλων προεκδραμὼν ἄντι κρυς κατὰ τοῦ Βρυεννίου ὅλους χαλάσας ῥυτῆρας ἐφέρετο. Καὶ αὐτὸς μὲν τὸ δόρυ μάλα σφοδρῶς ἐρείδει κατὰ τῶν στέρνων ἐκείνου· ὁ δὲ γοργῶς τοῦ κουλεοῦ τὸ ξίφος ἑλκύ σας μήπω φθάσαντος τοῦ δόρατος κραταιότερον ἐρεισθῆναι τοῦτό τε ἀπέκοψεν αὐτίκα, καὶ τὸν τρώσαντα κατὰ τῆς κλει δὸς πλήξας ὅλῳ βραχίονι κατενεγκὼν τὴν πληγὴν ἅμα τὴν χεῖρα πᾶσαν ἐξέτεμεν αὐτῷ θώρακι. 1.6.4 Οἱ μὲν οὖν Τοῦρ κοι ἄλλος ἐπ' ἄλλῳ καταλαμβάνοντες τοῖς συνεχέσι βέλεσι τὸ στράτευμα κατεσκίαζον. Οἱ δέ γε περὶ τὸν Βρυέννιον ἐπλήγησαν μὲν τῷ αἰφνιδίῳ, ὅμως συλλέξαντες ἑαυτοὺς καὶ εἰς τάξεις καταστησάμενοι τὸ τοῦ πολέμου βάρος ἐδέ ξαντο ἄλλος ἄλλον παρακαλοῦντες ἀνδρίζεσθαι. Οἱ μέντοι Τοῦρκοι καὶ ὁ ἐμὸς πατὴρ βραχύ τι πρὸς τοὺς πολεμίους ἀντικαταστάντες ἑξῆς φεύγειν ἐσχηματίζοντο κατ' ὀλίγον ἐφέλκοντες εἰς τὰς ἐνέδρας τοὺς πολεμίους καὶ τεχνικῶς ὑποσύροντες. Ἐπεὶ δὲ κατὰ τὴν πρώτην γεγόνασιν ἐνέδραν, ἐξ ὑποστροφῆς κατὰ μέτωπον τούτοις εἱστήκεσαν, καὶ συν θήματός τινος γεγονότος εὐθὺς καθάπερ σφηκιαί τινες ἄλλος ἀλλαχόθεν διεξιππάζοντο τῶν ἐλλοχιζόντων καὶ ἀλα λαγμῷ πολλῷ καὶ βοῇ καὶ τοῖς ἐπαλλήλοις τοξεύμασι τά τε ὦτα κατάκροτα τῶν ἀμφὶ τὸν Βρυέννιον ἐποιήσαντο καὶ τὰ ὄμματα ξυνεζόφωσαν τῇ πυκνότητι τῶν βελῶν ἁπανταχό θεν διεκπιπτόντων. 1.6.5 Ἐνταῦθα δὲ μὴ ἀντιστῆναι δυνά μενον τὸ τοῦ Βρυεννίου στράτευμα (ἤδη γὰρ πᾶς κατετέ τρωτο καὶ ἵππος καὶ ἄνθρωπος) πρὸς τροπὴν ἀπέκλινε τὴν σημαίαν καὶ τὸν νῶτον παίειν παρέσχε τοῖς ἐναντίοις. Ἀλλ' ὅ γε Βρυέννιος καίτοι πολλὰ βαρυνόμενος ὑπὸ τοῦ πολέμου καὶ σὺν βίᾳ ὠθούμενος ἐδείκνυ τὸ ἀνδρεῖον καὶ εὔψυχον ἀεὶ μὲν ἐπιστροφάδην τύπτων τὸν ἐπιόντα, ἀεὶ δὲ τὰ τῆς φυγῆς καλῶς καὶ ἀνδρείως διοικονομούμενος. Συνήραντο δὲ τούτῳ καὶ ὁ ἀδελφὸς ἐξ ἑκατέρου μέρους καὶ ὁ υἱὸς καὶ κατ' ἐκεῖνο καιροῦ θαῦμα τοῖς πολεμίοις ἐδεί χθησαν ἡρωϊκῶς ἀνταγωνισάμενοι. 1.6.6 Ἤδη δὲ τοῦ ἵππου καμόντος καὶ μὴ δυναμένου φεύγειν ἢ καὶ διώκειν (ἐγγὺς γὰρ ἦν τοῦ ἀποπεπνευκέναι διὰ τοὺς ἐπαλλήλους δρόμους) ἀνασειράσας τοῦτον ὁ Βρυέννιος καθάπερ τις ἀθλητὴς γεν ναῖος εἱστήκει πρὸς τὰς λαβὰς καὶ πρὸς ἑαυτὸν δύο τῶν Τούρκων γενναίους ἐξεκαλέσατο. Ὧν ὁ μὲν εἷς παίει τῷ δόρατι, ἀλλ' οὐκ ἔφθη δοῦναι βαρεῖαν πληγὴν καὶ λαμβάνει ἀπὸ δεξιᾶς τἀνδρὸς βαρυτέραν· φθάνει γὰρ ἀποκόψας τούτου τὴν χεῖρα ὁ Βρυέννιος τῷ ξίφει, ἣ μετὰ τοῦ δόρατος πρὸς τοὔδαφος ἐξεκυλίσθη. Ἅτερος δὲ τούτων τοῦ ἰδίου ἵππου καταπηδήσας καθάπερ τις πάρδαλις ἥλλετο ἐπὶ τοῦ ἵππου τοῦ Βρυεννίου ἐναρμόσας ἑαυτὸν ἐπὶ τῆς ὀσφύος. Καὶ ὁ μὲν εἴχετο τούτου ἀπρὶξ καὶ ἐπιβαίνειν ἐπειρᾶτο τοῦ νώτου, ὁ δὲ καθάπερ θηρίον ἐπιστρέψας ἑαυτὸν ἐκκεν τεῖν διὰ τοῦ ξίφους ἐβούλετο. Οὐ μέντοι κατὰ νοῦν ἐχώρει αὐτῷ τὰ πράγματα, ἀεί τοι τοῦ κατὰ νῶτον Τούρκου λυγι ζομένου καὶ τὰς τρώσεις ἐκφεύγοντος. Ἐπεὶ δὲ καὶ ἡ δεξιὰ αὐτῷ ἀπειρήκει κενεμβατοῦσα καὶ ἀπεῖπεν ὁ ἀθλητής, ἐνταῦθα πρὸς ἅπασαν χεῖρα πολεμίων ἐνδέδωκεν ἑαυτόν. Οἳ καὶ συλλαβόμενοι τοῦτον καὶ ὥσπερ μέγα κῦδος ἀράμενοι κομίζουσιν Ἀλεξίῳ τῷ Κομνηνῷ οὐ πάνυ μέν τοι πορρωτέρω καθεστηκότι τῆς τοῦ Βρυεννίου ἁλώσεως, ἐκτάττοντι δὲ τάς τε τῶν βαρβάρων καὶ τὰς ἑαυτοῦ φάλαγγας καὶ πρὸς τὸν πόλεμον ἐρεθίζοντι. 1.6.7 Καὶ πρό τερον μὲν διά τινων κηρύκων τὴν ἅλωσιν τοῦ ἀνδρὸς διεπέμψαντο, ἔπειτα δὲ καὶ αὐτὸν παριστῶσι τῷ στρατηγῷ θέαμα ὄντως φοβερὸν καὶ πολεμοῦντα καὶ ἁλισκόμενον. Οὕτω μὲν οὖν τὸν Βρυέννιον εἰς χεῖρας ἔχων ὁ Κομνηνὸς Ἀλέξιος δορύκτητον τῷ βασιλεῖ ἐκπέμπει Βοτανειάτῃ