1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

11

Ἀντιοχέων 1.4.3 ἐκκλησίαν ὡς οἰκείου ἀγαθοῦ μεταποιηθῆναι αὐτοῦ. ἀλλὰ καὶ τοῦτον, μακαρίως μὲν βεβιωκότα, μακαρίως δ' ἀναπεπαυμένον πάλαι τε κεκοιμημένον καὶ μηδὲν αὐτῷ διενοχλοῦντα, ὁ θαυμαστὸς οὗτος συγγραφεὺς σκώπτει. καὶ ἐκ τούτου μεταβὰς Ὠριγένει πολεμεῖ, πρόπαλαι καὶ αὐτῷ πεπαυμένῳ τοῦ βίου. ἔπειτα Ναρκίσσῳ ἐπιστρατεύεται, καὶ τὸν ἕτερον Εὐσέβιον διώκει, ὁμοῦ τε πάντας τοὺς ἐκκλησιαστικοὺς πατέρας ἀθετεῖ, οὐδενὶ τὸ παράπαν ἀρεσκόμενος ἢ 1.4.4 μόνῳ ἑαυτῷ. γράφει δ' οὖν ὀνομαστὶ κακῶς μνημονεύων ἁπάντων τοῦτον τὸν τρόπον ἄρξομαι τοίνυν ἀπὸ τῆς ὑπ' αὐτοῦ γραφείσης ἐπιστο λῆς πρὸς ἕκαστον τῶν μὴ ὀρθῶς γραφέντων ἀντιλέγειν. γέγραφεν 20πιστεύειν εἰς πατέρα θεὸν παντοκράτορα, καὶ εἰς τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ θεόν, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον20· καί φησιν 20ἐκ τῶν θείων γραφῶν μεμαθηκέναι τοῦτον τὸν τῆς θεοσεβείας 1.4.5 τρόπον20. ἐγὼ δὲ ὅταν μὲν τοῦτο λέγῃ ἀποδέχομαι σφόδρα τὰ λεγόμενα, κοινὸς γὰρ οὗτος ἁπάντων ἡμῶν τῆς θεοσεβείας ὁ τρό πος, 20πιστεύειν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα20· ὅταν δὲ μὴ τῆς θείας ἐστοχασμένος δυνάμεως ἀνθρωπικώτερον ἡμῖν διά τινος ἐντέχνου θεωρίας τόν τε πατέρα πατέρα λέγῃ καὶ τὸν υἱὸν 1.4.6 υἱόν, οὐκέτ' ἐπαινεῖν τὴν τοιαύτην θεωρίαν ἀκίνδυνον. διὰ γὰρ τῆς τοιαύτης θεωρίας τὴν νῦν αὐτοῖς ἐπινοουμένην αἵρεσιν αὐξάνεσθαι συμβαίνει, ὅπερ σαφῶς ἐπιδεῖξαι ῥᾴδιον οἶμαι ἐκ τῶν αὐτοῦ λόγων. ἔφη γὰρ 20τὸν μὲν πατέρα δεῖν ἀληθῶς πατέρα εἶναι νομίζειν καὶ τὸν υἱὸν ἀληθῶς υἱὸν καὶ τὸ ἅγιον πνεῦμα ὡσαύτως20. 1.4.7 ταῦτα ὁ Μάρκελλος πρὸς Ἀστέριον, οὐκ ἀρεσκόμενος 20τῷ τὸν πατέρα δεῖν ἀληθῶς πατέρα εἶναι20 ὁμολογεῖν 20καὶ τὸν υἱὸν ἀληθῶς υἱὸν καὶ τὸ ἅγιον πνεῦμα ὡσαύτως20. ὅθεν ἑξῆς διὰ μακροτέρων ἀνασκευάζειν τὸν περὶ τούτων πειρᾶται λόγον. ψιλὸν γὰρ καὶ τῷ ἀνθρωπείῳ λόγῳ ὅμοιον, οὐχὶ δὲ υἱὸν ἀληθῶς ζῶντα καὶ ὑφεστῶτα τὸν 1.4.8 Χριστὸν εἶναι ὁμολογεῖν ἐθέλει. καὶ ἐπειδὴ ταύτην εἶπεν ἐπινοεῖσθαι νῦν αἵρεσιν, δεικτέον ὡς προϊὼν Ὠριγένους τοῦ πάλαι γενομένου μέμνηται ὡς ὁμοδοξοῦντος τοῖς νυνὶ πρὸς αὐτοῦ διαβαλλομένοις. ἐγὼ δὲ καὶ Ὠριγένους παλαιοτέρων ἀνδρῶν πλείστοις ὅσοις ἐκκλησιαστικοῖς συγγράμμασιν ἐντετύχηκα, ἐπισκόπων τε καὶ συνόδων ἐπιστολαῖς διαφόροις πρόπαλαι γραφείσαις, δι' ὧν εἷς καὶ ὁ αὐτὸς ὁ τῆς 1.4.9 πίστεως χαρακτὴρ ἀποδείκνυται. οὐκ ὀρθῶς ἄρα διαβέβληκεν εἰπὼν ταύτην ἐπινοεῖσθαι νῦν αἵρεσιν ὑπὸ τῶν διαβαλλομένων. μετὰ ταῦτα μικρὸν προελθὼν οὐ τὸν Ἀστέριον μόνον, ἀλλὰ καὶ τὸν μέγαν Εὐσέβιον, οὗ τῆς ἐπισκοπῆς πλεῖσται καὶ διαφανεῖς ἐπαρχίαι τε καὶ πόλεις μετεποιήθησαν, κακῶς ἀγορεύει τοῦτον τὸν τρόπον ὑπομνήσω δέ σε ὧν αὐτὸς γέγραφεν συνιστάμενος τοῖς κακῶς ὑπὸ Εὐσεβίου γραφεῖσιν, ἵνα γνῷς ὅτι ἀφίσταται σαφῶς τῆς 1.4.10 προτέρας ἐπαγγελίας. γέγραφεν γὰρ αὐταῖς λέξεσιν οὕτως· 20τὸ γὰρ κεφάλαιον εἶναι τῆς ἐπιστολῆς ἐπὶ τὴν βουλὴν τοῦ πατρὸς ἀνενεγκεῖν τοῦ υἱοῦ τὴν γένεσιν, καὶ μὴ πάθος ἀποφῆναι τοῦ θεοῦ τὴν γονήν. ὅπερ οἱ σοφώτατοι τῶν πατέρων ἐν τοῖς οἰκείοις συντάγμασιν ἀπεφήναντο, φυ λαξάμενοι τῶν αἱρετικῶν τὴν ἀσέβειαν, οἳ σωματικήν τινα καὶ παθητικὴν κατεψεύσαντο τοῦ θεοῦ τὴν τεκνο γονίαν, τὰς προβολὰς δογματίζοντες20. 1.4.11 καὶ πρὸς ταύτας δὲ τὰς φωνὰς πολλὴν ἑξῆς ποιεῖται τὴν ἀντίρρησιν, μεθ' ἣν ἐπισυνάπτει λέγων ὥστε συνηγορῆσαι Εὐσεβίῳ κακῶς γράψαντι βουλόμενος Ἀστέριος, 20φύσεώς τε πατρὸς καὶ φύσεως ἀγεννητοῦ20 μνη μονεύσας, αὐτὸς ἑαυτοῦ κατήγορος γέγονεν. πολὺ γὰρ βέλτιον ἦν 20τὸ βάθος τοῦ νοήματος Εὐσεβίου20, ὡς αὐτὸς γέγραφεν, 20ἐν βραχυλογίᾳ κείμενον20 ἀνεξέταστον καταλιπεῖν, ἢ τοιαύτῃ θεωρίᾳ χρησάμενον τὸ πανοῦργον τοῦ γράμματος εἰς φῶς ἀγαγεῖν. 1.4.12 καὶ μεθ' ἕτερα ἐπιλέγει νυνὶ δὲ ἐξετάσωμεν ἕν τι ῥητὸν τῶν ὑπὸ Ἀστερίου γρα φέντων· ἔφη γὰρ οὗτος· 20ἄλλος μὲν