1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

11

μακαρίζεσθαι, οὐ τοὺς εἰσαεὶ πενθοῦντας· ὡς ἐπὶ ὑποδείγματος συγκρίσει τῆς ἐν τῇ νόσῳ διαγωγῆς τοὺς θεραπευθέντας μακαρίζομεν, οὐ τοὺς εἰσαεὶ θεραπευομένους. Ἡ γὰρ παράτασις τῆς θεραπείας, καὶ τὸ τῆς ἀῤῥωστίας διηνεκὲς συν ενδείκνυται. Καὶ ἄλλως δέ μοι δοκεῖ καλῶς ἔχειν μὴ τῷ τοιούτῳ μόνῳ νοήματι τίθεσθαι, ὡς τοῦ Λόγου τοῖς ἐφ' ἁμαρτίαις πενθοῦσιν τὸν μακαρισμὸν νέμον τος. Πολλοὺς γὰρ εὑρήσομεν ἀκατηγόρητον ἐσχηκό τας τὸν βίον, καὶ ὑπ' αὐτῆς τῆς θείας φωνῆς μεμαρ τυρημένον ἐπὶ παντὶ τῷ βελτίονι. Ποία γὰρ πλεον εξία τοῦ Ἰωάννου; ποία εἰδωλολατρεία τοῦ Ἠλίου; Τί μικρὸν ἢ μεῖζον κατὰ τὸν βίον ἐκείνων οἶδεν ἡ ἱστορία πλημμέλημα; Τί οὖν; Ἆρα ἔξω τῆς μακα ριότητος εἶναι ὁ λόγος αὐτοὺς ὑποθήσεται, τοὺς μήτε τὴν ἀρχὴν νενοσηκότας, μήτε τοῦ φαρμάκου τούτου, λέγω δὲ τοῦ ἐκ μετανοίας πένθους, εἰς χρείαν ἐλθόν τας; Ἢ ἄτοπον εἴη τοὺς τοιούτους τῆς θείας μακα ριότητος ἀποβλήτους οἴεσθαι, ὅτι μήτε ἥμαρτον, μήτε πένθει τὴν ἁμαρτίαν ἰάσαντο; Ἢ οὕτω γ' ἂν εἴη τὸ ἁμαρτάνειν τοῦ ἀναμαρτήτως ζῇν προτιμότε 44.1224 ρον, εἰ μόνοις τοῖς μετανοοῦσιν ἡ τοῦ Παρακλήτου χάρις ἀποκεκλήρωται; Μακάριοι γὰρ, φησὶν, οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Οὐκοῦν ὡς ἔστι δυνατὸν ἑπόμενοι, καθώς φησιν ὁ Ἀμβα κοὺμ, τῷ ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβῶντι, πάλιν τὴν ἐγκει μένην διάνοιαν τοῖς εἰρημένοις ἀναζητήσωμεν, ὡς ἂν μάθοιμεν ποίῳ πένθει πρόκειται ἡ τοῦ Πνεύματος τοῦ ἁγίου παράκλησις. Σκοπήσωμεν τοίνυν ἐν τῇ ἀνθρωπίνῃ ζωῇ, τί ποτε πρῶτον αὐτὸ τὸ πένθος ἐστὶ, καὶ ἐπὶ τίσιν συνίστα. Οὐκοῦν πρόδηλον ἅπασιν τὸ τοιοῦτον, ὅτι πένθος ἐστὶ σκυθρωπὴ διάθεσις τῆς ψυχῆς, ἐπὶ στερήσει τινὸς τῶν καταθυμίων συνισταμένη· ὅπερ ἐπὶ τῶν ἐν εὐθυμίᾳ διαβιούντων συνίστασθαι χώραν οὐκ ἔχει· οἷον, εὐπραγεῖ τις κατὰ τὸν βίον, πάντα κατὰ ῥοῦν αὐτῷ διὰ τῶν ἡδέων τὰ πράγματα φέρεται, τῇ γαμε τῇ ἐπευφραίνεται, τοῖς παισὶν ἐπαγάλλεται, διὰ τῆς τῶν ἀδελφῶν συμμαχίας ὠχύρωται, σεμνὸς κατὰ τὴν ἀγορὰν, τίμιος τοῖς δυναστεύουσιν, φοβερὸς τοῖς ἀν τιτεταγμένοις, ἀκαταφρόνητος τοῖς ὑποχειρίοις, φί λοις εὐπρόσιτος, πλούτῳ κομῶν, ἀπολαυστικὸς, ἡδὺς, ἄλυπος, σθεναρὸς τῷ σώματι· πάντα ἔχων, ὅσα τί μια κατὰ τὸν κόσμον τοῦτον εἶναι δοκεῖ· ὁ τοιοῦτος πάντως ἐν εὐφροσύνῃ ἑκάστῳ τῶν παρόντων ἐπιγαν νύμενος. Εἰ δέ τις μεταβολὴ τῆς εὐημερίας ταύτης καθάψαιτο, ἢ διάζευξιν τῶν φιλτάτων, ἢ ζημίαν τῶν προσόντων, ἤ τινα πήρωσιν τῆς σωματικῆς εὐκλη ρίας, ἐκ πονηρᾶς τινος συντυχίας ἐπάγουσα, τότε τῇ ὑπεξαιρέσει τοῦ εὐφραίνοντος, ἡ ἐναντία διάθεσις γίνεται, ἣν πένθος προσαγορεύομεν. Οὐκοῦν ἀληθὴς ὁ ἀποδεδομένος περὶ αὐτοῦ λόγος, ὅτι πένθος ἐστὶν αἴσθησίς τις ἀλγεινὴ τῆς τῶν εὐφραινόντων στερή σεως. Εἰ δὴ νενόηται ἡμῖν τὸ ἀνθρώπινον πένθος, γενέσθω τις ὁδηγία τῶν ἀγνοουμένων τὰ πρόδηλα, ὡς ἂν φανερὸν γένοιτο, τί τὸ μακαριζόμενόν ἐστι πέν θος, ᾧ ἐπακολουθεῖ ἡ παράκλησις. Εἰ γὰρ ἡ τῶν προσόντων ἀγαθῶν στέρησις ἐνταῦθα τὸ πένθος ποιεῖ, οὐκ ἂν δέ τις τοῦ ἀγνοουμένου τὴν ζημίαν ἀπολοφύ ραιτο· γνῶναι προσήκει πρότερον αὐτὸ τὸ ἀγαθὸν, ὅ τί ποτέ ἐστι κατὰ ἀλήθειαν, εἶθ' οὕτως τὴν ἀνθρω πίνην φύσιν κατανοῆσαι. ∆ιὰ γὰρ τοῦτο συμβήσεται τὸ μακαριζόμενον πένθος κατορθωθῆναι. Οἷον γάρ ἐστιν ἐπὶ τῶν ἐν σκότῳ βιοτευόντων, ὅταν ὁ μὲν ἐν τεχθῇ τῷ ζόφῳ, ὁ δὲ τῇ ἀπολαύσει τοῦ ἔξω φωτὸς συνειθισμένος, ἐξ ἐπηρείας τινὸς κατάκλειστος γένη, οὐχ ὁμοίως ἀμφοτέρων ἡ τῶν παρόντων καθά πτεται συμφορὰ (ὁ μὲν γὰρ εἰδὼς οὗ ἐστέρηται, βαρεῖαν ποιεῖται τοῦ φωτὸς τὴν ζημίαν· ὁ δὲ μηδὲ ὅλως ἐγνωκὼς τὴν τοιαύτην χάριν, ἀλύπως διαβιώσε, διὰ τὴν τροφίαν τοῦ ζόφου μηδενὸς ἐκπεπτωκέ ναι τῶν ἀγαθῶν λογιζόμενος· ἐκ δὲ τούτου τὸν μὲν ἡ ἐπιθυμία τῆς τοῦ φωτὸς ἀπολαύσεως, εἰς πᾶσαν ἄξει μηχανὴν καὶ ἐπίνοιαν τοῦ πάλιν ἰδεῖν οὗ ἐξ ἐπηρείας ἀπεστερήθη· ὁ δὲ καταγηράσει τῷ ζόφῳ διαβιῶν, διὰ τὸ μὴ ἐγνωκέναι τὸ βέλτιον, ἀγαθὸν ἑαυτῷ τὸ παρὸν κρίνων)· οὕτω καὶ ἐπὶ τοῦ προκειμένου νοή ματος, ὁ τὸ ἀληθῶς ἀγαθὸν κατιδεῖν ἰσχύσας, ἔπειτα 44.1225 τὴν πτωχείαν τῆς ἀνθρωπίνης