1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

11

ἀστέρων πανταχόθεν κατεστεμμένον, ἄνθεσιν οὐδέποτε μαραινομένοις, ἀλλ' ἀκραιφνὲς ἀεὶ τὸ οἰκεῖον κάλλος ἐπιδεικνυμένοις. 7.12 Τί δὲ αὐτοῦ ἡδύτερον, ὅταν τῆς νυκτὸς ἀπελθούσης καὶ μηδέπω τῆς ἀκτῖνος ἀνισχούσης, καθάπερ κροκωτῷ τινι πέπλῳ τοῖς προοιμίοις τῆς ἀνατολῆς τοῦ ἡλίου φοινισσόμενος καλλωπίζηται; τί δὲ ἡλίου γένοιτ' ἂν ὡραιότερον θέαμα ἀνίσχοντος ὑπὸ τὴν ἕω καὶ μικρᾷ καιροῦ ῥοπῇ πᾶσαν μὲν γῆν, πᾶσαν δὲ θάλασσαν, πᾶν δὲ ὄρος καὶ νάπας καὶ βουνούς, πάντα δὲ τὸν οὐρανὸν ταῖς τῶν ἀκτίνων καταλάμποντος βολαῖς καὶ τῆς νυκτὸς τὸ περιβόλαιον ἀπαμφιεννύντος τῶν ὁρωμένων καὶ γυμνὰ πάντα πρὸ τῶν ὀφθαλμῶν δεικνύντος ἡμῖν; 7.13 Πῶς ἄν τις αὐτοῦ ἐκπλαγείη τοὺς δρόμους, τὴν εὐταξίαν, τὴν ἐν τοσαύταις ἐτῶν περιόδοις ἀπαράλλακτον καὶ ἀνεμπόδιστον διακονίαν, τὸ κάλλος αὐτοῦ τὸ διηνεκῶς ἀκμάζον, τὴν λαμπηδόνα, τὴν φαιδρότητα, τὴν καθαρότητα, τὴν τοσούτοις ὁμιλοῦσαν σώμασι καὶ μηδαμοῦ μολυνομένην; Πρὸς δὲ τούτοις, τὴν χρείαν τὴν ἄφατον, τὴν ἐν σπέρμασι, τὴν ἐν φυτοῖς καὶ ἐν σώμασιν ἀνθρώπων, τετραπόδων, ἰχθύων, ἀέρων, λίθων, βοτανῶν, τὴν ἐν γῇ, τὴν ἐν θαλάσσῃ, τὴν ἐν ἀέρι, τὴν ἐν πᾶσιν ἁπλῶς τοῖς ὁρωμένοις; 7.14 Πάντα γὰρ αὐτοῦ δεῖται καὶ ἀπολαύει τῆς χρείας καὶ ἀμείνω γίνεται ταύτης μετέχοντα, οὐ σώματα δὲ μόνον, οὐδὲ φυτά, ἀλλὰ καὶ ὕδατα, καὶ λίμναι καὶ πηγαὶ καὶ ποταμοὶ καὶ αὐτὴ τοῦ ἀέρος ἡ φύσις λεπτυνομένη καὶ καθαιρομένη καὶ διειδεστέρα γινομένη. 7.15 ∆ιὰ δὴ τοῦτο καὶ ὁ ψαλμῳδὸς τὸ κάλλος αὐτοῦ παραδηλῶσαι βουλόμενος, τὸ διηνεκῶς φαιδρόν, τὴν ἀκμάζουσαν ὥραν, τὸ μηδέποτε διαπῖπτον ἄνθος, τὴν εὐπρέπειαν, τὴν εὐμορφίαν, τὴν ἀπαραπόδιστον διακονίαν, οὕτω πως ἔλεγεν· «Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ», τοῦτ' ἔστιν, ἐν αὐτοῖς τοῖς οὐρανοῖς· τοῦτο, σκήνωμα Θεοῦ λέγων, αἰνίττεται. «Καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ.» 7.16 Εἶτα καὶ τὸ εὔκολον τῆς διακονίας αὐτοῦ δηλῶν ἐπήγαγεν· «Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ.» Εἶτα τὸ διαρκὲς καὶ ἀποχρῶν τῇ οἰκουμένῃ πάσῃ· «Ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ.» Εἶτα τὸ πᾶσι χρήσιμον καὶ ὠφέλιμον· «Καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τῆς θέρμης αὐτοῦ.» 7.17 Ἔξεστιν, εἰ μὴ ἀπέκαμες, μαθεῖν αὐτοῦ τὴν πρόνοιαν καὶ ἑτέρωθεν· ἀπὸ τῶν νεφῶν, ἀπὸ τῶν ὡρῶν, ἀπὸ τῶν ῥοπῶν, ἀπὸ τῶν ἀνέμων, ἀπὸ τῆς θαλάσσης καὶ τῶν ἐν αὐτῇ ποικίλων γενῶν, ἀπὸ τῆς γῆς καὶ τῶν ἐν αὐτῇ τετραπόδων, ἑρπετῶν, πτηνῶν τῶν ἀεροπόρων, τῶν χερσαίων, ἀπὸ τῶν ἀμφιβίων τῶν ἐν λίμναις καὶ πηγαῖς καὶ ποταμοῖς, ἀπὸ τῆς οἰκουμένης, ἀπὸ τῆς ἀοικήτου, ἀπὸ τῶν φυομένων σπερμάτων, δένδρων, βοτανῶν, φυτῶν ἐν ταῖς ἐρήμοις, ἐν ταῖς οὐκ ἐρήμοις, 7.18 ἀπὸ τῶν βλαστανόντων ἐν πεδίοις, ἐν φάραγξιν, ἐν ὄρεσιν, ἐν νάπαις, ἀπὸ τῶν αὐτομάτως φυομένων, ἀπὸ τῶν μετὰ πόνου καὶ γεωργίας, ἀπὸ τῶν ζῴων τῶν ἡμέρων, τῶν ἀνημέρων, τῶν ἀγρίων, τῶν χειροήθων, τῶν μικρῶν, τῶν μεγάλων, ἀπὸ τῶν ἐν χειμῶνι, τῶν ἐν θέρει, τῶν ἐν μετοπώρῳ φαινομένων ὀρνίθων καὶ τετραπόδων, καὶ ἰχθύων καὶ φυτῶν καὶ βοτανῶν, ἀπὸ τῶν ἐν νυκτὶ γινομένων, ἀπὸ τῶν ἐν ἡμέρᾳ, ἀπὸ τῶν ὑετῶν, ἀπὸ τοῦ μέτρου τῶν ἐνιαυτῶν, ἀπὸ θανάτου, 7.19 ἀπὸ ζωῆς, ἀπὸ τοῦ πόνου τοῦ συγκεκληρωμένου ἡμῖν, ἀπὸ ἀθυμίας, ἀπὸ ἀνέσεως, ἀπὸ σίτων καὶ ποτῶν τῶν δεδομένων ἡμῖν, ἀπὸ τῶν ἐπιτηδευμάτων, ἀπὸ τεχνῶν, ἀπὸ ξύλων, ἀπὸ λίθων, ἀπὸ τῶν μεταλλικῶν ὀρῶν, ἀπὸ τῆς πλεομένης θαλάττης, ἀπὸ τῆς ἀπλώτου, ἀπὸ τῶν νήσων, ἀπὸ τῶν ὅρμων, ἀπὸ τῶν ἀκτῶν, ἀπὸ τῆς ἐπιφανείας τοῦ πελάγους, ἀπὸ τοῦ βάθους τῶν ὑδάτων, ἀπὸ τῆς φύσεως τῶν στοιχείων ἀφ' ὧν ὁ κόσμος ἡμῖν συνέστηκεν, ἀπὸ τῆς διατάξεως τῶν καιρῶν, ἀπὸ τῆς διαφορᾶς τοῦ μέτρου τῆς ἡμέρας καὶ τῆς νυκτός, 7.20 ἀπὸ νόσου καὶ ὑγιείας, ἀπὸ τῶν μελῶν τῶν ἡμετέρων, ἀπὸ τῆς κατασκευῆς τῆς ψυχῆς, ἀπὸ τῶν τεχνῶν καὶ τῆς σοφίας τῆς ἐν αὐταῖς παρασχεθείσης τῷ τῶν ἀνθρώπων γένει, ἀπὸ τῆς χρείας τῶν ὑπηρετουμένων ἡμῖν ἀλόγων καὶ φυτῶν καὶ ἑτέρων κτισμάτων, ἀπὸ τῶν μικροτάτων καὶ