1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

11

παρουσία, εἰς τὴν τάξιν ἀνάγουσα Μωϋσέως. Ἀλλ' ἴσως ἐρεῖ τις· Καὶ τίνος ἕνεκεν ἐλέγετο τότε, εἰ μὴ ἔμελλεν αὐτοῖς σαφῆ εἶναι τὰ λεγόμενα; Ἵνα τοῖς μετὰ ταῦτα γένηται χρήσιμα. Προφητείας γὰρ ἀξίωμα τοῦτό ἐστιν, οὐχ ὅταν τὰ παρόντα ἀπαγγείλῃ πράγματα, ἀλλ' ὅταν τὰ μέλλοντα προαναφωνήσῃ. Προφητεία δὲ ὅταν συνεσκιασμένως λέγηται, μετὰ τὴν τῶν πραγμάτων ἔκβασιν γίνεται σαφεστέρα, πρὸ δὲ τῆς ἐκβάσεως οὐδαμῶς. Ὥστε, ἐπειδὴ τότε μὲν ἐλέγετο συνεσκιασμένως, ἀσαφῆ ἦν· ὅτε δὲ ἐκβέβηκε τὰ πράγματα, διὰ τοῦτο σαφέστερα ἦν τὰ λεγόμενα. Καὶ ἵνα μάθητε, ὅτι προφητεία, κἂν πρὸ πολλοῦ λέγηται τοῦ χρόνου, συνεσκιασμένως δὲ λέγηται, ἀσαφεστέρα γίνεται ἀναμένουσα τὴν ἐκ τῶν πραγμάτων ἔκβασιν, ἀπ' αὐτῶν τῶν μαθητῶν ὑμῖν τοῦτο ποιήσω φανερόν. Λύσατε τὸν ναὸν τοῦτον, τοῖς Ἰουδαίοις ἔλεγεν ὁ Χριστός. Ἐπειδὴ γὰρ ἐδίωκε τοὺς διὰ τῆς καπηλείας εἰς τὸν ναὸν ἐνυβρίζοντας, λέγουσιν ἐκεῖνοι· Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; Καὶ πρὸς τοῦτό φησι· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. Τοῦτο προφητεία τίς ἐστιν· οὔπω γὰρ ἦν ἐκβεβηκὼς ὁ σταυρὸς, οὐδὲ ἡ λύσις τοῦ ναοῦ, οὐδὲ ἡ τριήμερος ἀνάστασις, ἢν αὐτὸς ἐποιήσατο Καὶ ὅρα πῶς τὰ ἀμφότερα μετὰ ἀκριβείας ᾐνίξατο, καὶ τὴν τόλμαν τὴν ἐκείνων, καὶ τὴν οἰκείαν αὐτοῦ δύναμιν. Ἀλλ' ὅμως οὐκ ᾔδεισαν τὰ λεγόμενα. Καὶ τὸ μὲν Ἰουδαίους ἀγνοεῖν, οὐδὲν θαυμαστόν· λέγει δὲ, ὅτι οὐδὲ οἱ μαθηταὶ αὐτοῦ συνῆκαν, ἕως ἀνέστη ἐκ τῶν νεκρῶν· Καὶ τότε ἐπίστευσαν τῇ Γραφῇ, καὶ τῷ λόγῳ, ᾧ εἶπεν ὁ Ἰησοῦς. βʹ. Ὁρᾷς ὅτι ἐδεήθησαν τῆς διὰ τῶν πραγμάτων ἐκβάσεως, ἵνα σαφεστέρα γένηται ἡ προφητεία, καὶ ὅτι ἔγκλημα οὐκ εἶχον οἱ Ἰουδαῖοι μὴ συνιέντες τὰς προφητείας ἐκείνας τὰς περὶ Χριστοῦ πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας; Τῇ γὰρ παρουσίᾳ δῆλαι ἔμελλον γίνεσθαι καὶ σαφεῖς. Ἄκουσον αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· Εἰ μὴ ἦλθον, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. ∆ιὰ τί οὐκ εἶχον ἁμαρτίαν, εἰ αἱ προφητεῖαι προέλεγον; Ὅτι προέλεγον μὲν, οὐκ ἦσαν δὲ σαφεῖς, οὐδὲ δῆλαι πρὸ τῆς παρουσίας τοῦ προλεγομένου. Εἰ γὰρ καὶ τότε σαφεῖς ἦσαν αὐτοῖς καὶ δῆλαι, δῆλον ὅτι καὶ πρὸ τῆς παρουσίας αὐτοῦ ἁμαρτίαν εἶχον· εἰ δὲ ἁμαρτίαν οὐκ εἶχον, εὔδηλον ὅτι διὰ τὴν ἀσάφειαν αὐτῶν καὶ τὸ συνεσκιάσθαι τὰ λεγόμενα. Οὐδὲ γὰρ ἀπῃτοῦντο τὴν εἰς τὸν Χριστὸν πίστιν πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας. Τίνος οὖν ἕνεκεν προελέγετο τότε; Ἵν', ὅταν παραγένηται, οἴκοθεν ἔχωσι τοὺς διδασκάλους ἐνάγοντας αὐτοὺς, καὶ εἰδῶσιν ὅτι οὐ καινοτομία τὰ γινόμενα, οὐδὲ πρόσφατος ἡ οἰκονομία, ἀλλ' ἄνωθεν ταῦτα καὶ πρὸ πολλῶν προανεκηρύττετο χρόνων· οὐ μικρὸν δὲ τοῦτο εἰς τὸ ἐπισπάσασθαι πρὸς τὴν πίστιν αὐτούς. Μία μὲν οὖν αὕτη τῆς ἀσαφείας αἰτία, ἣν καὶ διὰ πλειόνων ἀπεδείξαμεν μαρτυριῶν ἐν τῇ προτέρᾳ διαλέξει. Ἵν' οὖν μὴ πάλιν ὑμᾶς ἐνοχλῶμεν τὰ αὐτὰ λέγοντες, ἀναγκαῖον μὲν ταύτης ἀποστῆναι, ἑτέραν δὲ εἰπεῖν τὴν οὐκ ἀσαφῆ καὶ ἄγνωστον, ἀλλὰ δυσκολωτέραν ἡμῖν ποιοῦσαν τὴν Παλαιὰν ∆ιαθήκην. Ἄλλο γάρ ἐστι μηδὲν ὅλως εἰδέναι τῶν ἐγκειμένων, καὶ ὁρᾷν κάλυμμα ἐπικεί56.178 μενον, ἄλλο δὲ εὑρεῖν μὲν τὰ λεγόμενα, μετὰ πόνου δὲ εὑρεῖν. Τίς οὖν ἐστιν ἡ δευτέρα αἰτία, δι' ἣν δυσκολωτέρα ἡ Παλαιὰ ∆ιαθήκη τῆς Νέας ἐστίν; Οὐχὶ τῇ ἐγχωρίῳ φωνῇ ἔχομεν τὴν Παλαιὰν ∆ιαθήκην παρ' ἡμῖν γεγραμμένην· ἀλλ' ἑτέρᾳ μὲν συνετέθη γλώττῃ, ἑτέρᾳ δὲ ἔχομεν αὐτὴν ἀναγινωσκομένην ἡμεῖς. Τῇ γὰρ Ἑβραίων φωνῇ παρὰ τὴν ἀρχὴν συνεγράφη, ἡμεῖς δὲ αὐτὴν τῇ Ἑλλήνων παρελάβομεν γλώττῃ· ὅταν δὲ γλῶττα ἑρμηνευθῇ εἰς ἑτέραν γλῶτταν, πολλὴν ἔχει τὴν δυσκολίαν. Καὶ ἴσασιν ἀκριβῶς, ὅσοι πολλῶν γλωσσῶν εἰσιν ἔμπειροι, πῶς οὐ δυνατὸν πᾶσαν τὴν σαφήνειαν τῆς φωνῆς τῆς ἐν τῇ οἰκείᾳ φύσει κειμένης μετενεγκεῖν εἰς τὴν ἑτέραν μεταβάλλοντας γλῶσσαν. Τοῦτο