1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

12

μηδὲν μέντοι λυμηνάμενος αὐτοῦ τὰ ὄμματα ὅλως ὁ ἀνήρ. Οὐ γὰρ ἦν τοιοῦτος ἁ Κομνηνός, ὥστε μετὰ τὴν ἅλωσιν ἐπεξέρχεσθαι τοῖς ἐπ' αὐτὸν καταστᾶσιν, ἀλλ' εἰς τιμωρίαν αὐτάρκη ἐνόμιζε τὴν τοῦ πολεμίου ἅλωσιν. Τὰ δ' ἐντεῦθεν φιλανθρωπίαι τε καὶ φιλοφροσύναι καὶ φιλοτιμία πολλή· ὅπερ κἀν τῷ Βρυεννίῳ ἐνεδείξατο. 1.6.8 Καὶ γὰρ ἱκανὸν αὐτῷ μετὰ τὴν ἅλωσιν συμπορευθεὶς διάστημα, ἐπὰν τὸν *** οὕτω καλούμενον τόπον κατέλαβεν ἀνακτήσασθαι τῆς λύπης χρησταῖς ἐλπίσι τὸν ἄνδρα βουληθείς, πρὸς αὐτὸν ἔφη «ἀποβάντες τῶν ἵππων καθεζώμεθα μικρὸν ἑαυτοὺς διαναπαύσοντες». Ὁ δὲ τὸν περὶ ψυχῆς δεδιὼς κίνδυνον μεμηνόσιν ἐῴκει καὶ οὔ γε ῥᾳστώνης ἐν χρείᾳ ἦν. Πῶς γὰρ ὁ καὶ αὐτὴν ἀπολεγόμενος τὴν ζωήν; Ἀλλ' ὅμως τῷ τοῦ στρατηγοῦ εὐθὺς ὑπετάγη βουλήματι. Τοιοῦτον γὰρ τὸ δοῦλον πρὸς ἅπαν τὸ ἐπιταττόμενον ῥᾳδίως ὑπεῖκον, καὶ μᾶλλον εἰ δορυάλωτον ἄγοιτο. 1.6.9 Ἀποβάντες τοίνυν οἱ δημαγωγοὶ τῶν ἵππων, ὁ μὲν ἔνθεν ὡς ἐπὶ στιβάδος ἐπὶ πόας εὐθὺς ἀνέκειτο χλοερᾶς, ἐκεῖθι δ' ὁ Βρυέννιος ῥίζης ὕπερθεν ὑψικόμου δρυὸς τὴν κεφαλὴν ἀνέχων. Κἀκεῖνος μὲν ἐκάθευδε, τὸν δ' οὐκ εἶχε νήδυμος ὕπνος, τοῦτο δὴ τὸ τῆς γλυκείας ποιήσεως. Ἀλλὰ τὸν ὀφθαλμὸν ἀνατείνας καὶ τὸ ἀπῃωρημένον τοῖς πτόρθοις ξίφος θεασάμενος, ἐπεὶ μηδένα μηδαμοῦ τότε παρόντα ἑώρα, ἀνακτησάμενος τῆς ἀθυμίας ἑαυτὸν κρείττονος γίνεται λογισμοῦ καὶ ἀποκτεῖναι τὸν ἐμὸν πατέρα βουλεύεται. Καὶ τάχα ἂν εἰς ἔργον ἀπέβη τὸ βούλευμα, εἰ μή τις ἄνωθεν θεία τοῦτον διεκώλυσε δύναμις τὸ ἄγριον τοῦ θυμοῦ ἐξημερώσασα καὶ ἱλαρὸν τῷ στρατηγῷ ἐνατενίζειν παρασκευάσασα. Ταῦτα ἐγὼ ἐκείνου διηγουμένου πολλάκις ἤκουον. Ἔνεστι δὲ τῷ βουλομένῳ ἐντεῦθεν κατανοεῖν, ὅπως τὸν Κομνηνὸν ἐς μείζονα ἀξίαν παρεφυλάττετο ὁ Θεὸς καθάπερ τι χρῆμα τίμιον τὰ Ῥωμαίων σκῆπτρα δι' αὐτοῦ ἐπανακαλέσασθαι θέλων. Εἰ δέ τι μετὰ ταῦτα συμβέβηκε τῷ Βρυεννίῳ τῶν ἀβουλήτων, αἰτία τῶν ἀμφὶ τὸν βασιλέα τινῶν, ὁ ἐμὸς πατὴρ ἀναίτιος.

1.7.1 Τὰ μὲν οὖν κατὰ τὸν Βρυέννιον οὕτω διήνυστο· ὁ δὲ μέγας δομέστικος Ἀλέξιος καὶ ἐμὸς πατὴρ οὐκ ἔμελλεν ἀτρεμήσειν, ἀλλ' ἐξ ἀγώνων εἰς ἀγῶνας μεταχωρεῖν. Ὁ γὰρ Βορῖλος τῶν ἀμφὶ τὸν Βοτανειάτην οἰκειότατος βάρβαρος ἐξελθὼν τῆς πόλεως καὶ ὑπαντήσας τῷ μεγάλῳ δομεστίκῳ καὶ ἐμῷ πατρὶ τὸν Βρυέννιον ἐκ τῶν χειρῶν αὐτοῦ παραλαβὼν ἔδρασεν ὅ τι δὴ καὶ ἔδρασεν. Ἐπι σκήπτει δὲ παρὰ τοῦ βασιλέως τῷ ἐμῷ πατρὶ χωρεῖν ὡς ἐπὶ τὸν Βασιλάκιον ἤδη καὶ τοῦτον βασιλείας περιθέμενον διάδημα καὶ τὴν ἑσπέραν μετά γε τὸν Βρυέννιον ἀκατα σχέτως κυμαίνοντα. Ὁ γάρ τοι Βασιλάκιος οὗτος ἀνὴρ ἦν μὲν τῶν πάνυ θαυμαζομένων ἐπ' ἀνδρείᾳ τε καὶ θυμῷ καὶ τόλμῃ καὶ ῥώμῃ· ἄλλως δὲ ἄνθρωπος τυραννικὴν ψυχὴν ἔχων ἐφεῖλκεν εἰς ἑαυτὸν τὰς ὑπερηφάνους τιμὰς καὶ ἀναρρήσεις τὰς μὲν ἐπενοεῖτο, τὰς δὲ προσέταττε. Τοῦ γὰρ Βρυεννίου καθαιρεθέντος οὗτος καθάπερ ἐκείνου διάδοχος γεγονὼς τὴν πᾶσαν εἰς ἑαυτὸν ἀνεδέξατο τῆς τυραννίδος ὑπόθεσιν. 1.7.2 Καὶ ἀπὸ τῆς Ἐπιδάμνου ἀρξά μενος (μητρόπολις δὲ αὕτη προκαθημένη τοῦ Ἰλλυρικοῦ) μέχρι τῆς τῶν Θετταλῶν πόλεως ἧκε πάντα καταστρε ψάμενος αὐτὸς ἑαυτὸν καὶ χειροτονήσας εἰς βασιλέα καὶ εὐφημήσας καὶ τὸν πλάνητα τούτου στρατὸν ὅποι καὶ βούλοιτο μεταφέρων. Ἦν γὰρ καὶ ἄλλως μὲν θαυμαζό μενος ὁ ἀνὴρ ἐπί τε μεγέθει σώματος καὶ κράτει βραχιό νων καὶ προσώπου σεμνότητι, οἷς μᾶλλον ἁλίσκεται τὸ ἀγροικικὸν τοῦτο καὶ στρατιωτικὸν ἔθνος. Οὐ γὰρ διορᾷ εἰς ψυχὴν οὐδ' ἐνατενίζει πρὸς ἀρετήν, ἀλλὰ μέχρι τῶν τοῦ σώματος ἀρετῶν ἵσταται τόλμαν καὶ ῥώμην καὶ δρόμον καὶ μέγεθος θαυμάζον καὶ ταῦτα κρῖνον ἄξια ἁλουργίδος καὶ διαδήματος. Ὁ δὲ καὶ ταῦτα ἔχων οὐκ ἀγεννῆ, καὶ τὴν ψυχὴν εἶχεν ἀνδρείαν καὶ ἀκατάπληκτον· καὶ ὅλως οὗτος ὁ Βασιλάκιος τυραννικόν τι καὶ ἔπνει καὶ ἔβλεπε. Φθέγμα τε γὰρ αὐτῷ βροντῶδες καὶ οἷον καταπλῆξαι