12
εὐτελεστάτων ζῴων. Τί γὰρ μελίττης βραχύτερον καὶ εἰδεχθέστερον; τί δὲ μυρμήκων καὶ τεττίγων εὐτελέστερον; Ἀλλ' ὅμως καὶ ταῦτα λαμπρὰν ἀφίησι φωνὴν ὑπὲρ τῆς τοῦ Θεοῦ προνοίας καὶ δυνάμεως καὶ σοφίας. 7.21 ∆ιὰ τοῦτο καὶ ὁ προφήτης, ὁ τοσούτου Πνεύματος ἠξιωμένος, ἐπιὼν τῆς κτίσεως τὸ σῶμα καὶ ὀλίγα ἄττα διεξελθὼν, ἀνεβόησε μετ' ἐκπλήξεως πολλῆς τὴν θαυμασίαν ἐκείνην φωνήν· «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας.» 7.22 Καὶ ταῦτα πάντα, ἄνθρωπε, διὰ σέ. Καὶ γὰρ καὶ ἄνεμοι διὰ σὲ-ἐπὶ γὰρ τὴν ἀρχὴν τὸν λόγον ἐπανάξομεν πάλιν-ἵνα τὰ σώματα πεπονηκότα ῥιπίζωσιν, ἵνα τὸν ἀπὸ τοῦ βορβόρου μολυσμὸν καὶ τὴν γινομένην βαρύτητα ἀπὸ τοῦ καπνοῦ καὶ τῶν καμίνων καὶ ἑτέρων ἀναθυμιάσεων διακαθαίρωσιν, ἵνα τὴν ἐκ τῆς ἀκτῖνος θερμότητα παραμυθῶνται, ἵνα κοῦφον ποιῶσι τὸ πνῖγος, ἵνα τὰ σπέρματα τρέφωσιν, ἵνα τὰ φυτὰ αὔξωσιν, ἵνα σοι καὶ ἐν θαλάσσῃ συνοδοιπορῶσι καὶ ἐν γῇ τῆς γεωργίας ὑπηρέται γένωνται, ἐκεῖ μὲν βέλους ὀξύτερον τὰ πλοῖα παραπέμποντες, οὕτω τὸν πλοῦν κοῦφον καὶ εὐμαρῆ κατασκευάζοντες, 7.23 ἐνταῦθα δὲ μετὰ σοῦ τὰς ἅλωνας ἀνακαθαίροντες καὶ τὰ ἄχυρα τοῦ καρποῦ διαχωρίζοντες καὶ τὴν ἐκ τῆς ἐργασίας ταλαιπωρίαν ἐπικουφίζοντες, ἵνα σοι τὸν ἀέρα κοῦφον καὶ προσηνῆ κατασκευάσωσιν, ἵνα σε καὶ ἑτέρωθεν τέρπωσι, νῦν μὲν γλυκὺ καὶ προσηνὲς συρίζοντες, νῦν δὲ ἠρέμα φυτοῖς προσβάλλοντες καὶ πέταλα δένδρων σείοντες, 7.24 ἵνα σοι τὸν ὕπνον καὶ θέρους καὶ ἔαρος ὥρᾳ ἡδίω καὶ μέλιτος γλυκύτερον ἐργάσωνται, ἵν', ὅπερ ἐπὶ τῶν δένδρων ποιοῦσι, τοῦτο καὶ ἐπὶ τῶν θαλαττίων νώτων ἐργαζόμενοι, ἐπί τε τῶν ποταμίων ναμάτων καὶ τὴν ἐπιφάνειαν αὐτῶν μετεωρίζοντες, πολλήν σοι ἐντεῦθεν παρέχωσι τὴν ἀπὸ τῆς θέας τέρψιν καὶ πρὸ τῆς τέρψεως δὲ ταύτης καὶ ὠφέλειαν μεγίστην. 7.25 Καὶ γὰρ καὶ τοῖς ὕδασιν οὗτοι καὶ ἄλλως χρήσιμοι, οὐκ ἀφιέντες διηνεκῶς ἑστῶτα τὰ ὕδατα κατασήπεσθαι, ἀλλὰ τῷ συνεχῶς αὐτὰ κινεῖν καὶ ἀναρριπίζειν νεαρὰ καὶ ἀκμάζοντα καθιστῶντες καὶ πρὸς τροφὴν τῶν ἐν αὐτοῖς νηχομένων ζῴων ἐπιτηδειότερα. 7.26 Εἰ δὲ καὶ αὐτὴν βουληθείης περιεργάζεσθαι τὴν νύκτα, ὄψει καὶ ἐντεῦθεν πολλὴν τοῦ ποιητοῦ τὴν πρόνοιαν. Καὶ γὰρ ἀναπαύει σοι τὸ σῶμα πεπονηκὸς καὶ τὰ μέλη σοι κατατεινόμενα τοῖς μεθημερινοῖς πόνοις ἀνίησι καὶ χαλᾷ, ἀλλοιοῦσα καὶ πρὸς ἀκμὴν διὰ τῆς ἡσυχίας ἐπανάγουσα πάλιν· 7.27 οὐ μόνον δέ, ἀλλὰ καὶ τῶν μεθημερινῶν σε ἀπαλλάττει λυπῶν καὶ τῶν ἀκαίρων ἀνίησι φροντίδων· πολλάκις δὲ καὶ νοσοῦντος πυρετὸν ἔσβεσεν, ἀντιφάρμακον ὕπνον ἐπάξασα καὶ τὴν τῶν ἰατρῶν ἀπορουμένην τέχνην εἰς εὔδιον ὁρμίσασα λιμένα καὶ πολλῶν ἀπαλλάξασα πόνων. Καὶ τοσαύτη αὐτῆς ἡ χρεία, τηλικαύτη ἡ ὠφέλεια ὡς καὶ τὴν ἡμέραν πολλάκις παραπόλλυσθαι τοῖς ἐν αὐτῇ σχολάζειν ἀποστερηθεῖσιν. 7.28 Εἰ γάρ τις ἀνέλοι τῷ λόγῳ τὴν τῆς νυκτὸς ἡσυχίαν καὶ τὴν ἄνεσιν καὶ τὴν ἀνακωχήν, δι' ἧς ἅπαντα ἀναπαύονται καὶ ψυχὴ πεπονηκυῖα καὶ σῶμα ταλαιπωρηθὲν ἀκμαζούσῃ τῇ διανοίᾳ τῆς μεθ' ἡμέραν ἐργασίας ἅπτεσθαι παρασκευάζει, ἄχρηστον ὄψεται τὸ ζῷον τοῦτο γινόμενον. 7.29 Εἰ δέ τις προσθείη τὰς νύκτας ταῖς ἡμέραις ἐγρηγορὼς καὶ ἐργαζόμενος ἢ καὶ ἀργῶν καὶ ἐπὶ πλέον τοῦτο ποιήσειεν, ἀποθανεῖται εὐθέως ἤ, εἰ μὴ τοῦτο, νόσῳ πάντως μακρᾷ παραδοθείς, οὐδὲν ἀπὸ τῆς ἡμέρας καρπώσεται εἰς τὴν τῆς οἰκείας χρείας ἐνέργειαν, τῆς δυνάμεως αὐτῷ κατασβεσθείσης. 7.30 Εἰ δὲ καὶ ἐπὶ τὸν ἄπειρον τῶν ἰχθύων δῆμον ἁπλώσαιμεν τὸν λόγον, τῶν ἐν λίμναις, τῶν ἐν πηγαῖς, τῶν ἐν ποταμοῖς, τῶν ἐν τῇ πλεομένῃ, τῶν ἐν τῇ ἀπλώτῳ θαλάττῃ ἢ καὶ τὰ ἄφατα τῶν ὀρνίθων κατίδοιμεν ἔθνη, τῶν ἐν ἀέρι, τῶν ἐν γῇ, τῶν ἐν ὕδασιν ὁμοῦ καὶ γῇ-καὶ γάρ ἐστιν ἀμφίβια πολλὰ ἐν αὐτοῖς-τῶν ἀγρίων, τῶν ἡμέρων, τῶν ἀγρίων μέν, τιθασσευομένων δέ, τῶν δι' ὅλου μενόντων ἀγρίων, τῶν ἐσθιομένων, τῶν οὐκ ἐσθιομένων καὶ περιεργασαίμεθα ἑκάστου καὶ κάλλος καὶ πτερὸν καὶ φωνὴν ᾠδικήν, 7.31 ἔτι τε τὰς διαφορὰς μόνον αὐτῶν εἰ καταμάθοιμεν καὶ ᾠδῆς καὶ