12
οὖν αἴτιον τῆς δυσκολίας τῆς ἐν τῇ Παλαιᾷ ∆ιαθήκῃ γέγονε. Πρὸ γὰρ τριακοσίων ἐτῶν τῆς τοῦ Χριστοῦ παρουσίας, ἐπὶ Πτολεμαίου τοῦ βασιλέως τῶν Αἰγυπτίων, πρὸς τὴν Ἑλλάδα μετηνέχθη γλῶσσαν ἡ Παλαιὰ ∆ιαθήκη, χρησίμως σφόδρα καὶ ἀναγκαίως. Ἕως μὲν γὰρ ἑνὶ ἔθνει τῶν Ἰουδαίων διελέγετο, ἔμενεν ἐν τῇ Ἑβραΐδι φωνῇ. Οὐδεὶς γὰρ τότε ἔμελλεν αὐτῇ προσέχειν, τοῦ λοιποῦ τῶν ἀνθρώπων γένους εἰς θηριωδίαν ἐσχάτην ἐληλακότος. Ἐπειδὴ δὲ ἔμελλεν ὁ Χριστὸς παραγίνεσθαι, καὶ τὴν οἰκουμένην πᾶσαν πρὸς ἑαυτὸν καλεῖν, οὐχὶ διὰ τῶν ἀποστόλων μόνον, ἀλλὰ καὶ διὰ τῶν προφητῶν καὶ γὰρ κἀκεῖνοι πρὸς τὴν πίστιν ἡμᾶς χειραγωγοῦσι τῆς τοῦ Χριστοῦ γνώσεως, τηνικαῦτα λοιπὸν ὡσπερεί τινας εἰσόδους καὶ ὁδοὺς τὰς προφητείας, πρότερον ἀποκεκλεισμένας τῇ τῆς γλώττης ἀσαφείᾳ, πάντοθεν ἀνοιγῆναι παρεσκεύασε διὰ τῆς ἑρμηνείας, ἵνα πάντες οἱ ἐκ τῶν ἐθνῶν πανταχόθεν συῤῥέοντες, καὶ μετὰ πολλῆς τῆς εὐκολίας ταύτας ὁδεύοντες τὰς ὁδοὺς, δι' αὐτῶν δυνηθῶσι πρὸς τὸν βασιλέα τῶν προφητῶν ἐλθεῖν, καὶ προσκυνῆσαι τῷ μονογενεῖ τοῦ Θεοῦ Υἱῷ. ∆ιὰ τοῦτο πρό γε τοῦ χρόνου τῆς παρουσίας τοῦ Χριστοῦ ἡρμηνεύθησαν ἅπασαι· ἐπεὶ εἰ ἔμενον ἐν τῇ Ἑβραΐδι διαλέκτῳ μόνον, ἔλεγε δὲ ὁ ∆αυῒδ, Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, πόθεν ἔμελλεν εἰδέναι τὸ λεγόμενον ὁ Σύρος, ἢ ὁ Γαλάτης, ἢ ὁ Μακεδὼν, ἢ ὁ Ἀθηναῖος, ἐν ἀσαφείᾳ μενούσης τῆς Γραφῆς; Πάλιν ὁ Ἡσαΐας ἐβόα· Ὡς πρόβατον ἐπὶσφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. Καὶ πάλιν· Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι. Καὶ πάλιν· Πλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας. Καὶ ὁ ∆αυῒδ πάλιν ἔλεγεν· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος· καὶ πάλιν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. γʹ. Ἐπεὶ οὖν καὶ περὶ τοῦ πάθους, καὶ περὶ τῆς ἀναστάσεως, καὶ περὶ τῆς ἀναλήψεως, καὶ περὶ τῆς ἐκ δεξιῶν καθέδρας, καὶ περὶ τῆς δευτέρας αὐτοῦ παρουσίας, καὶ περὶ πάντων τούτων ἁπλῶς τῶν ἐν τῇ 56.179 Καινῇ κειμένων προεῖπεν ἡ Παλαιὰ ∆ιαθήκη, ἵνα μὴ ἄγνωστα μένῃ ταῦτα τοῖς ἔθνεσι τοῖς μετὰ ταῦτα μέλλουσιν ἔσεσθαι, καὶ ἀγνοῶσι τῆς προφητείας τὴν ἰσχὺν, ᾠκονόμησεν ἡ τοῦ Θεοῦ χάρις πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ ἑρμηνευθῆναι τὰς Γραφὰς, οὐ τοῖς ἐξ ἐθνῶν μόνον, ἀλλὰ καὶ Ἰουδαίων τοῖς πανταχοῦ τῆς οἰκουμένης διασπαρεῖσι καὶ τὴν Ἑβραΐδα λοιπὸν ἀποβαλοῦσι γλῶσσαν χρησίμους αὐτὰς ποιῶν. Ἰδοὺ γὰρ, ἐπίστευσεν ὁ ἐξ ἐθνῶν, βλέπων τὰ σημεῖα τῶν Ἰουδαίων. Πῶς εἶχον πάλιν ἐπαγαγέσθαι τὸν Ἰουδαῖον οἱ ἀπόστολοι, εἰ μὴ ἔμελλον αὐτῷ διδάσκαλον οἴκοθεν παρέχειν τὸν προφήτην; Εἰ γὰρ εἰς Ἀθήνας εἰσελθὼν ὁ Παῦλος ἐπιγράμματος ἐδεήθη ἐγκεκολαμμένου βωμῷ, καὶ τὴν διδασκαλίαν ἐξ ἐκείνου πρὸς αὐτοὺς ἐποιήσατο, τοῖς οἰκείοις αὐτῶν ὅπλοις εὐκολώτερον αἱρήσειν προσδοκῶν, ὅπερ καὶ ἐγένετο· πολλῷ μᾶλλον Ἰουδαίοις διαλεγόμενος ἐδεῖτο συμμαχίας τῆς ἀπὸ τῶν προφητῶν, ὥστε μὴ καὶ ἐκείνους ἐγκαλεῖν, ὅτι καινά τινα καὶ ξενίζοντα εἰσφέρει εἰς τὰς ἀκοὰς αὐτῶν. Καὶ διὰ τί, φησὶν, οὐκ ἦν μία φωνὴ, καὶ πάσης ἦμεν ἀπηλλαγμένοι τῆς δυσκολίας; Μία φωνὴ τὸ παλαιὸν ἦν, ὦ ἄνθρωπε, καὶ ὥσπερ μία φύσις ἀνθρώπων, καὶ μία φωνὴ πάντων ἦν. Οὐκ ἦν ἑτερόγλωσσος ἀπ' ἀρχῆς, οὐκ ἦν ἑτερόφωνος, οὐκ ἦν Ἰνδὸς, οὔτε Θρᾲξ, οὔτε Σκύθης, ἀλλὰ πάντες μιᾷ διελέγοντο γλώσσῃ. Τί οὖν γέγονε τὸ αἴτιον; φησίν. Ἀνάξιοι τῆς μιᾶς ταύτης φωνῆς ἐφάνημεν ἡμεῖς, οἱ ἀγνώμονες ἀεὶ περὶ τὸν εὐεργέτην. Τί λέγεις; φωνῆς ἀνάξιοι ἐφάνημεν; καὶ τὰ μὲν ἄλογα τὴν οἰκείαν φωνὴν ἔχει πάντα· βληχᾶται πρόβατα, μηκῶνται αἶγες, μυκᾶται ταῦρος, χρεμετίζει ἵππος, βρύχεται λέων, ὠρύεται λύκος, συρίζει δράκων· ἕκαστον τῶν