1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

12

Φαρισαίων αἱρέσεως, οἳ ταῖς οἰκείαις ἐπινοίαις πλεῖστα ἐναντία τοὺς πειθομένους αὐτοῖς ἐξεπαίδευον, καθὼς καὶ αὐτὸς ὁ κύριος ἀνωτέρω φαίνεται σαφῶς ἐλέγχων αὐτούς. τοῦτο οὖν φησιν, ὅτι τὸ τούτων σύστημα οὐ παρὰ τοῦ πατρὸς καταστάν, ἀλλ' ἀνθρωπίνως συστὰν ὑπεναντίως ταῖς τοῦ νόμου διατάξεσιν, ἃς ἔθετο διὰ Μωσέως τοῖς ἀνθρώποις ὁ πατήρ, λυθήσεται πάντως, κἂν μυρία μάχεσθαι δοκῶσι πρὸς τὴν ἀλήθειαν· ἀλλὰ μηδὲ τὸ ἑπόμενον αὐτοῖς πλῆθός φησιν πτοείτω ὑμᾶς· πλανῶνται γὰρ κἀκεῖνοι ὡς εἰκός, ἐπείπερ οὐκ ἔστιν ὑπὸ πλανωμένου τὴν ἀλήθειαν ἐκπαιδεύεσθαι· ὥστε τὸ ἀληθὲς δοκιμάζοντας ἀκριβῶς οὐ τῷ πλήθει προσέχειν προσῆκεν, ἀλλὰ καταφρονεῖν ὁμοίως γε κἀκείνων καὶ τῶν διδασκόντων αὐτούς, προτιμοτέραν ἁπάντων τὴν ἀλήθειαν εἶναι νομίζοντας. 82 Mt 15, 21-28 Ὁ δὲ κύριος ἰδὼν τῆς γυναικὸς τὴν πίστιν καὶ ὅτι ἀλλόφυλος ἦν ἀνεβάλλετο τῷ δοκεῖν τὴν θεραπείαν, ὁμοῦ μὲν Ἰουδαίοις ἐνδεικνύμενος τὸ μὴ ἐπ' ἴσῳ αὐτοῖς καὶ τοῖς ἀλλοτρίοις τὴν θεραπείαν χαρίζεσθαι, ὁμοῦ δὲ καὶ τῆς γυναικὸς ἅπασι καταφανῆ τὴν πίστιν ἐργαζόμενος. ὅρα δέ, εἰ βούλει, διὰ πείρας αὐτῆς τὸ ἠγνωμονηκὸς καὶ τὴν πίστιν. τὸ μὲν γὰρ ἑλέσθαι καὶ ἐν κυνὸς τάξει καταλογισθῆναι τῷ κυρίῳ εὐλαβείας ἦν· τὸ δὲ οἰηθῆναι, ὅτι καὶ τὸ βραχύτατον αὐτοῦ τῆς δυνάμεως-τοῦτο γὰρ ψιχίον ὀνομάζει-ἱκανὸν τῆς θυγατρὸς αὐτῆς παρασχεῖν τὴν ἴασιν πίστεως ὑπερβαλλούσης. τὸ δὲ ἀπὸ τῆς λοιδορίας ἁρπάσαι τὴν οἰκείωσιν κα ποιήσασθαι ἀπόκρισιν συνέσεως εἶχε γνώρισμα. τί γάρ φησιν; ὅτι χάριν ἔχω καὶ ἐν κυνὸς εἶναί σοι τάξει· τέως γὰρ οὐκ ἀλλοτρία, ἀλλά τις οἰκεία ἀπὸ τραπέζης ἐσθίουσα τῆς δεσποτικῆς, εἰ καὶ μὴ τοῦ ἄρτου, ἀλλὰ τῶν γοῦν ψιχίων. τοσοῦτος δέ σου τῆς τραπέζης ὁ πλοῦτος, ὥστε ἀρκεῖν μοι καὶ ψιχία πρὸς ἀπόλαυσιν τῶν σπουδαζομένων. 83 Mt 15, 23-28 Ὅτε εἶδεν τοὺς συνηγόρους ἑαυτῆς ἀποτυχόντας ἡ γυνή, τότε πάλιν δι' ἑαυτῆς αἰτεῖ καὶ οὐκ ἀπέστη, ἀλλ' ὡς κυρίῳ λέγει βοήθει μοι, οὐ μὴν δεήθητι ὑπὲρ ἐμοῦ. εἶτα πάλιν φησὶν ὁ σωτήρ· οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. καὶ κύνα μὲν καλεῖ τὴν ἐθνικὴν διὰ τὸ τῆς ζωῆς ἀκάθαρτον καὶ τὴν περὶ εἰδωλολατρίας λιχνείαν, τέκνα δὲ τοὺς Ἰουδαίους διὰ τὸ δοκεῖν ἀνακεῖσθαι θεῷ, ἄρτον δὲ καλεῖ οὐ μόνον τὴν διὰ λόγων διδασκαλίαν, ἀλλὰ καὶ τὴν διὰ σημείων τρέφουσαν τοὺς πιστούς. πρὸς κατάκριμα δὲ τῶν Ἰουδαίων προῆλθεν ὁ λόγος, ἐπείπερ δοθείσης αὐτοῖς τῆς ἐν κυρίῳ ζωῆς ὡς ἄρτου οὐ προσήκαντο. εἶτα οὐδὲ ὑβριζομένη ἀγανακτεῖ ἡ γυνή. τί οὖν ὁ σωτήρ; ἐφανέρωσε τὸ ἐξ ἀρχῆς οἰκονομούμενον τῆς ἀποκρίσεως· διὰ τοῦτο γὰρ ἀνεβάλλετο, ἵνα τοῦτο ἀναβοήσῃ τὸ ῥῆμα ἡ γυνὴ καὶ ἐπιδείξῃ αὐτὴν μυρίων οὖσαν στεφάνων ἀξίαν· οὐ γὰρ ὡς μὴ βουλόμενος δοῦναι αὐτῇ τὴν χάριν ὑπερετίθετο, ἀλλ' ἐκκαλύψαι αὐτῆς τὴν πίστιν προμηθούμενος. τιμᾷ δὲ τοῖς ἐπαίνοις αὐτὴν τύπον ἐπέχουσαν τῆς ἐξ ἐθνῶν ἐκκλησίας. οὐκ εἶπε δέ· ἰαθήτω ἡ παῖς σου, ἀλλά· γενηθήτω σοι ὡς θέλεις, ἵνα δείξῃ, ὅτι ἡ δύναμις τῆς πίστεως αὐτῆς ἐξεβιάσατο τὴν θεραπείαν· εἰ δὲ καὶ πλειόνων ἀξία ἦν, ἀλλ' ὃ ἤθελε τοῦτο ἐδόθη αὐτῇ. 84 Mt 15, 28 Εἰ μὲν γὰρ εὐθὺς προσελθούσης τοῦτο ἔφη, χαρίζεσθαι μᾶλλον ἐδόκει· νῦν δὲ τῇ ἀναβολῇ ἀπὸ τῶν ῥημάτων τῆς γυναικὸς τούτου δειχθέντος καὶ ὁ ἔπαινος ἀκολούθως ἐπήγετο σύμφωνος ὢν τοῖς λεχθεῖσι καὶ ἡ θεραπεία προσεβεβαίου ἀμφότερα· καὶ Ἰουδαίοις μὲν κατηγορίας οὐκ ἀπελιμπάνετο πρόφασις, ὁ δὲ ἔλεγχος μείζων ἐγίνετο. 85 Mt 15, 34 Οὐκ ἀγνοοῦντος ἡ ἐρώτησις, ἀλλ' ἐπὶ τὴν αἴσθησιν τῆς ἑαυτοῦ δυνάμεως ἐνάγοντος. 86 Mt 15, 34 Οὔπω τὴν βούλησιν συνῆκαν, ὅτι τὴν ἐπὶ ταῖς τροφαῖς αὖθις θαυματουργίαν ὑπὲρ τῆς πίστεως ὁ κύριος ἐβούλετο παρασχέσθαι· καίτοι ἡ ἐπερώτησις εἰς τοῦτο αὐτὸ διανίστησιν ὡς ὁ Ἰωάννης διδάσκει, τὸ πόθεν ἀγοράσωμεν ἄρτους, ἵνα φάγωσιν οὗτοι. καὶ μετ' ὀλίγα· ἐβούλετο γὰρ διαγυμνάζεσθαι τὴν τῶν μαθητῶν ψυχὴν εἰς τὸ πιστεύειν τῇ θείᾳ αὐτοῦ δυνάμει, ὅτι μὴ λόγοις μόνον, ἀλλὰ καὶ ἔργοις τοὺς ἀκολουθοῦντας