13
στρατιὰν ὅλην καὶ ἐμβόημα ἱκανὸν συστεῖλαι ψυχῆς θράσος. Καὶ ἄμαχος ἐν λόγοις ἐπίσης ἐπιχειρῶν ἐπᾶραί τε καὶ συστεῖλαι τὸν στρατιώτην εἰς πόλεμον καὶ φυγήν. Μετὰ τοιούτων πλεον εκτημάτων στρατευόμενος ὁ ἀνὴρ καὶ περὶ αὐτὸν συλλεξά μενος ἄμαχον στρατιὰν τὴν Θετταλῶν πόλιν καταλαμβάνει, καθάπερ ἔφημεν. 1.7.3 Ὁ δέ γε ἐμὸς πατὴρ ὁ Κομνηνὸς Ἀλέξιος ὡς πρὸς Τυφῶνα μέγαν ἢ ἑκατοντάχειρα Γίγαντα ἀντιπαραταξάμενος καὶ πᾶσαν ἑαυτῷ ἀνεγείρας στρατη γικὴν μηχανὴν καὶ φρόνημα γενναῖον ὡς πρὸς ἀντίπαλον παρεσκεύαστο. Καὶ μήπω τὸν ἐκ τῶν προτέρων ἄθλων κονιορτὸν ἀποτιναξάμενος μηδὲ τὸν λύθρον τοῦ ξίφους καὶ τῶν χειρῶν ἀποπλυνάμενος ὥσπερ λέων ἐχώρει βλοσυρὸς πρὸς τὸν χαυλιόδοντα τοῦτον σῦν Βασιλάκιον τὸν θυμὸν αὐτοῦ ἀνεγείρας. Καὶ καταλαμβάνει δῆτα τὸν ποταμὸν Βαρδάριον· οὕτω γὰρ ἐγχωρίως αὐτὸν ὀνομάζουσι. Ῥεῖ μὲν γὰρ ἄνωθεν ἀπὸ τῶν ἐγγύθεν τῆς Μυσίας ὀρῶν, παραμείβων δὲ πολλοὺς μεταξὺ τόπους καὶ διορίζων πρός τε τὴν ἕω καὶ τὴν ἑσπέραν τά τε Βερροίᾳ καὶ τὰ Θεσσα λονίκῃ προσήκοντα ἐκδίδωσιν εἰς τὴν καθ' ἡμᾶς καὶ νοτίαν θάλασσαν. Πάσχουσι δὲ οἱ μέγιστοι τῶν ποταμῶν τοιοῦτόν τι. Ἐπειδὰν διὰ τῆς προσχώσεως ἀνάστημά τι ἀξιόλογον ἐπιφορήσωσι γῆς, τότε δὴ ἐπὶ τὰ κατάρροπα ῥέουσιν ὥσπερ δὴ μεταμείβοντες τὰς πρώτας κοίτας αὐτῶν, καὶ τὴν μὲν παλαιὰν καταλείπουσι πάροδον διάκενον ὑγροῦ καὶ χηρεύουσαν ὕδατος, ἣν δὲ νῦν διοδεύουσιν, ἐμπιπλῶσι ῥευμάτων πολλῶν. 1.7.4 Τούτων οὖν τῶν δυεῖν παρόδων, τῆς τε παλαιᾶς χαράδρας καὶ τῆς ἄρτι γενομένης πορείας, τὸ μεταξὺ θεασάμενος ὁ στρατηγικώτατος οὗτος Ἀλέξιος καὶ ἐμὸς πατήρ, καὶ τὸν μὲν ὁλκὸν τοῦ ποταμοῦ ὡς ἀσφά λειαν θέμενος ἐκ θατέρου, τῇ δὲ παλαιᾷ διόδῳ ἤδη φάραγγι γεγονυίᾳ ἐκ τῆς τοῦ ῥεύματος ἐπιρροίας καθάπερ αὐτοφυεῖ ἀποχρησάμενος διώρυχι ἐστρατοπέδευσεν, οὐ πλεῖον τῶν δυεῖν ἢ τριῶν σταδίων ἀλλήλων ἀποδιεστηκότων. Καὶ εὐθὺς ἐν παραγγελίᾳ πάντες ἦσαν, ἡμέρας μὲν ἀναπαύσασθαι καὶ παραμυθῆσαι ὕπνῳ τὸ σῶμα καὶ τοῖς ἵπποις τροφὴν δοῦναι τὴν ἀρκοῦσαν· μέλλουσι γὰρ τῆς ἑσπέρας καταλα βούσης ἀγρυπνῆσαί τε καὶ ἐλπίζειν ἀδόκητόν τι παρὰ τῶν πολεμίων ἐπισυμβῆναι. 1.7.5 Ταῦτα δέ, οἶμαι, διῳκονόμητο ὁ ἐμὸς πατὴρ κίδνυνον ὑφορώμενος κατὰ τὴν ἑσπέραν ἐκείνην παρὰ τῶν πολεμίων. Ἐπιθήσεσθαι γὰρ ἑαυτῷ τούτους ἤλπιζεν εἴτ' ἐκ πολυπειρίας τοῦτο προμαντευό μενος εἴτε ἄλλως εἰκάσας. Οὐ μὴν τὰ τῆς προφητείας αὐτῷ εἰς μακρὰν ἐληλύθει οὐδὲ προέγνω μέν, οὐ τὸ δέον δὲ διῳκήσατο· ἀλλ' ἀπάρας τῆς τούτου σκηνῆς ἅμα τοῖς ἀμφ' αὐτὸν στρατιώταις σὺν ὅπλοις καὶ ἵπποις καὶ πᾶσι τοῖς πρὸς μάχην ἐπιτηδείοις, ἀπέστη μὲν τῆς σκηνῆς, λαμπάδας καταλελοιπὼς ἐκεῖθι πανταχόθεν φαινούσας καί τινα τῶν ἀμφ' αὐτὸν οἰκεῖον Ἰωαννίκιον πάλαι τὸν μοναχικὸν ἑλόμενον βίον τὴν σκηνὴν καταπισ τεύσας καὶ ὅσα ἐπεφέρετο εἴς τε τράπεζαν χρειώδη καὶ τὴν ἄλλην παρασκευήν. Αὐτὸς δὲ πορρωτάτω ἀπιὼν ἐκάθητο μετὰ τῆς ἐνόπλου στρατιᾶς τὸ μέλλον καραδοκῶν, τοῦτο τεχναζόμενος, ἵν' ὁ Βασιλάκιος ἀνημμένας ἁπαντα χόθεν πυρκαϊὰς ἰδὼν καὶ λαμπαδουχουμένην τὴν τοὐμοῦ πατρὸς σκηνὴν οἰήσαιτο ἐκεῖθι τοῦτον εἶναι διανα παυόμενον, ὡς ἐντεῦθεν ἐκείνῳ τοῦτον ἁλώσιμον εἶναι καὶ ὑποχείριον.
1.8.1 Οὐκ εἰς μάτην, καθάπερ εἰρήκειμεν, ἡ μαντεία τοὐμοῦ πατρὸς Ἀλεξίου. Ἐπῆλθε γὰρ τῷ προσδοκωμένῳ στρατοπέδῳ ἀθρόον ὁ Βασιλάκιος σὺν ἱππεῦσί τε καὶ πεζοῖς μυρίανδρον στρατιὰν ἐπαγόμενος. Καὶ τὰς μὲν κλισίας ἐφεῦρεν ἑκασταχοῦ ἀναλαμπούσας πυρί, ἐξαστράπτουσαν δὲ καὶ τὴν τοῦ στρατηγοῦ σκηνὴν θεασάμενος ὡς εἶχε ῥύμης εἰς ταύτην εἰσεληλύθει πολυτάρακτόν τε καὶ θορυ βῶδες βοῶν. Ὡς δ' οὐκ ἦν οὐδαμοῦ ὁ προσδοκώμενος οὐδέ τις ἀνέπτη στρατιώτης ἐκεῖθεν τὸ παράπαν ἢ στρατηγός, εἰ μή πού τινες καταλελειμμένοι τῶν θητευόντων εὐκατα φρόνητοι,