13
καὶ ὁ θάνατος καὶ ἡ φθορὰ διὰ τὸν συνόντα Λόγον ἐξηφανίζε το. Θανάτου γὰρ ἦν χρεία, καὶ θάνατον ὑπὲρ πάντων ἔδει γενέσθαι, ἵνα τὸ παρὰ πάντων ὀφειλόμενον γένηται. 20.6 Ὅθεν, ὡς προεῖπον, ὁ Λόγος, ἐπεὶ οὐχ οἷόν τε ἦν αὐτὸν ἀποθανεῖν- ἀθάνατος γὰρ ἦν-, ἔλαβεν ἑαυτῷ σῶμα τὸ δυνάμενον ἀποθανεῖν, ἵνα ὡς ἴδιον ἀντὶ πάντων αὐτὸ προσε νέγκῃ, καὶ ὡς αὐτὸς ὑπὲρ πάντων πάσχων, διὰ τὴν πρὸς αὐτὸ ἐπίβασιν, «καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστιν τὸν διάβολον· καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δου λείας».
21.1 Ἀμέλει, τοῦ κοινοῦ πάντων Σωτῆρος ἀποθανόντος ὑπὲρ ἡμῶν, οὐκέτι νῦν ὥσπερ πάλαι κατὰ τὴν τοῦ νόμου ἀπειλὴν θανάτῳ ἀποθνῄσκομεν οἱ ἐν Χριστῷ πιστοί· πέπαυται γὰρ ἡ τοιαύτη καταδίκη· ἀλλὰ τῆς φθορᾶς παυο μένης καὶ ἀφανιζομένης ἐν τῇ τῆς ἀναστάσεως χάριτι, λοιπὸν κατὰ τὸ τοῦ σώματος θνητὸν διαλυόμεθα μόνον τῷ χρόνῳ ὃν ἑκάστῳ ὁ Θεὸς ὥρισεν, ἵνα «κρείττονος ἀνα στάσεως» τυχεῖν δυνηθῶμεν. 21.2 ∆ίκην γὰρ τῶν ἐν τῇ γῇ καταβαλλομένων σπερμάτων, οὐκ ἀπολλύμεθα διαλυόμενοι, ἀλλ' ὡς σπειρόμενοι ἀναστησόμεθα, καταργηθέντος τοῦ θανάτου κατὰ τὴν τοῦ Σωτῆρος χάριν. ∆ιὰ τοῦτο γοῦν καὶ ὁ μακάριος Παῦλος ἐγγυητὴς τῆς ἀναστάσεως πᾶσι γενό μενός φησι· «∆εῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν· ὅταν δὲ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· κατεπόθη ὁ θάνατος εἰς νῖκος. Ποῦ σου, θάνατε, τὸ κέντρον;» 21.3 ∆ιὰ τί οὖν, ἄν τις εἴποι, εἴπερ ἀναγκαῖον ἦν ἀντὶ πάντων αὐτὸν παραδοῦναι τὸ σῶμα θανάτῳ, οὐχ ὡς ἄνθρωπος ἰδίως ἀπέθετο τοῦτο, ἀλλὰ καὶ μέχρι τοῦ σταυρωθῆναι παρῆλθεν; Ἐντίμως γὰρ μᾶλλον αὐτὸν ἔπρεπεν ἀποθέσθαι τὸ σῶμα, ἤπερ μεθ' ὕβρεως τὸν τοιοῦτον θάνατον ὑπομεῖναι. 21.4 Θέα δὴ πάλιν εἰ μὴ ἡ τοιαύτη ἀντίθεσίς ἐστιν ἀνθρωπίνη· τὸ δὲ ὑπὸ τοῦ Σωτῆρος γενόμενον, θεῖον ἀληθῶς καὶ ἄξιον τῆς αὐτοῦ θεότητος διὰ πολλά· πρῶτον μέν, ὅτι ὁ συμβαίνων τοῖς ἀνθρώποις θάνατος κατὰ ἀσθένειαν τῆς αὐτῶν φύσεως αὐτοῖς παραγίνεται· οὐ δυνάμενοι γὰρ ἐπὶ πολὺ διαμένειν, τῷ χρόνῳ διαλύονται. ∆ιὰ τοῦτο γὰρ καὶ νόσοι τούτοις συμβαίνουσι, καὶ ἐξασθενήσαντες ἀποθνῄσκουσιν. Ὁ δὲ Κύριος οὐκ ἀσθενής, ἀλλὰ Θεοῦ ∆ύναμις, καὶ Θεοῦ Λόγος ἐστί, καὶ Αὐτοζωή. 21.5 Εἰ μὲν οὖν ἦν ἰδίᾳ που, καὶ κατὰ τὴν συνήθειαν τῶν ἀνθρώπων ἀποθέμενος τὸ σῶμα ἐν κλίνῃ, ἐνομίσθη ἂν καὶ αὐτὸς κατὰ τὴν τῆς φύσεως ἀσθένειαν τοῦτο παθών, καὶ μηδὲν ἔχων πλέον τῶν ἄλλων ἀνθρώπων. Ἐπειδὴ δὲ καὶ Ζωὴ ἦν, καὶ Θεοῦ Λόγος, καὶ ἔδει τὸν ὑπὲρ πάντων γενέσθαι θάνατον, διὰ τοῦτο ὡς μὲν Ζωὴ καὶ ∆ύναμις ὢν συνίσχυεν ἐν αὐτῷ τὸ σῶμα· 21.6 ὡς δὲ ὀφείλοντος γενέσθαι τοῦ θανάτου, οὐχ ἑαυτῷ, ἀλλὰ παρ' ἑτέρων ἐλάμβανε τὴν πρόφασιν τοῦ τελειῶσαι τὴν θυσίαν· ἐπεὶ μηδὲ νοσεῖν ἔδει τὸν Κύριον, τὸν τῶν ἄλλων τὰς νόσους θεραπεύοντα· ἀλλ' οὐδὲ ἐξασθενῆσαι ἔδει πάλιν τὸ σῶμα, ἐν ᾧ καὶ τὰς τῶν ἄλλων ἀσθενείας ἰσχυροποιεῖ. 21.7 ∆ιὰ τί οὖν καὶ τὸν θάνατον ὥσπερ καὶ τὸ νοσεῖν οὐκ ἐκώλυσεν; Ὅτι διὰ τοῦτον ἔσχε τὸ σῶμα, καὶ ἀπρεπὲς ἦν κωλῦσαι, ἵνα μὴ καὶ ἡ ἀνάστασις ἐμποδισθῇ· προηγήσασθαι μέντοι τοῦ θανάτου νόσον ἀπρεπὲς πάλιν ἦν, ἵνα μὴ ἀσθένεια τοῦ ἐν τῷ σώματι νομισθῇ. Οὐκ ἐπείνασεν οὖν; Ναὶ ἐπείνασε διὰ τὸ ἴδιον τοῦ σώματος, ἀλλ' οὐ λιμῷ διεφθάρη, διὰ τὸν φοροῦντα αὐτὸ Κύριον. ∆ιὰ τοῦτο εἰ καὶ ἀπέθανε διὰ τὸ ὑπὲρ πάντων λύτρον, ἀλλ' οὐκ εἶδε διαφθοράν. Ὁλόκληρον γὰρ ἀνέστη· ἐπεὶ μηδὲ ἄλλου τινός, ἀλλ' αὐτῆς τῆς Ζωῆς ἦν τὸ σῶμα.
22.1 Ἀλλ' ἔδει, φήσειεν ἄν τις, κρυβῆναι τὴν ἐπιβουλὴν τῶν Ἰουδαίων, ἵνα καθόλου τὸ ἑαυτοῦ σῶμα ἀθάνατον φυλάξῃ. Ἀκουέτω δὴ ὁ τοιοῦτος, ὅτι καὶ τοῦτο ἀπρεπὲς ἦν τῷ Κυρίῳ· ὡς γὰρ οὐκ ἔπρεπε τῷ τοῦ Θεοῦ Λόγῳ, ζωῇ ὄντι, τῷ σώματι