13
τραπέζης καὶ διαγωγῆς καὶ τὰς διατριβὰς καὶ τὰ ἤθη καὶ τὰς χρείας καὶ τὰς διακονίας ἃς παρέχουσιν ἡμῖν πάσας ἐπέλθοιμεν καὶ τὰ μεγέθη καὶ τὴν βραχύτητα καὶ τὰς ὠδῖνας καὶ τὴν ἀνατροφὴν καὶ τὴν πολλὴν ἐν τούτοις καὶ ἄφατον ποικιλίαν καὶ τὸ αὐτὸ δὴ τοῦτο καὶ ἐπὶ ἰχθύων ποιήσαιμεν καὶ ἐντεῦθεν ἔλθοιμεν καὶ ἐπὶ τὰς βοτάνας, τὰς πανταχοῦ τῆς γῆς φυομένας, ἑκάστου τε τούτων καὶ καρπὸν ἴδοιμεν καὶ χρείαν καὶ εὐωδίαν καὶ ὄψιν καὶ θέσιν καὶ φύλλα καὶ χρῶμα, καὶ σχῆμα καὶ μέγεθος καὶ μικρότητα καὶ ὠφέλειαν, καὶ ἐργασίας τρόπους, 7.32 καὶ φλοιῶν καὶ στελεχῶν καὶ κλάδων διαφορὰς καὶ λειμῶνας καὶ παραδείσους, εἶτα μετέλθοιμεν ἐπὶ τὰ ποικίλα ἀρώματα καὶ τοὺς παντοδαποὺς τόπους αὐτῶν περιεργασαίμεθα καὶ τοὺς τρόπους τῆς εὑρέσεως καὶ τῆς ἐπιμελείας καὶ τῆς γεωργίας καὶ ὅτι πρὸς ἰατρείαν ἡμῖν συντελεῖ· καὶ μετὰ τούτων πάλιν, εἰ ἐπὶ τὰ μεταλλικὰ ἔτι χωρήσαιμεν ὄρη, πολλὰ ὄντα κἀκεῖνα καὶ ὅσα ἕτερα πολλῷ πλείονα κατὰ τὴν κτίσιν διερευνήσαιμεν, ποῖος λόγος ἢ ποῖος ἡμῖν διαρκέσει χρόνος πρὸς τὴν τούτων ἀκριβῆ κατανόησιν; 7.33 Καὶ ταῦτα ἅπαντα, ἄνθρωπε, διὰ σὲ καὶ τέχναι διὰ σὲ καὶ ἐπιτηδεύματα καὶ πόλεις καὶ κῶμαι καὶ ὕπνος διὰ σὲ καὶ θάνατος διὰ σὲ καὶ ζωὴ διὰ σὲ καὶ αὔξησις καὶ φύσεως ἔργα τοσαῦτα καὶ τοιοῦτος ὁ κόσμος διὰ σὲ νῦν καὶ πάλιν ἀμείνων διὰ σέ. Ὅτι γὰρ ἀμείνων ἔσται καὶ τοῦτο διὰ σέ, ἄκουσον τί φησιν ὁ Παῦλος· «Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς» τοῦτ' ἔστιν, ἀπὸ τοῦ εἶναι φθαρτή. Καὶ πῶς καὶ τῆς τοσαύτης ἀπολαύσεται τιμῆς διὰ σὲ δηλῶν ἐπήγαγεν «Εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ». 7.34 Εἰ δὲ μὴ μακρὸν σφόδρα καὶ ὑπὲρ τὸ μέτρον ἐποιούμην τὸν λόγον, πολλὰ ἂν καὶ περὶ θανάτου ἐφιλοσόφησα καὶ ἐν τούτῳ μάλιστα ἐδείκνυον τὴν σοφίαν τοῦ Θεοῦ καὶ τὴν πρόνοιαν καὶ πολλὰ περὶ φθορᾶς, περὶ ἰχῶρος, περὶ σκωλήκων καὶ περὶ τέφρας εἶπον ἄν, ἅπερ μάλιστα θρηνοῦσιν οἱ πολλοὶ καὶ ἀποδύρονται, ὅτι εἰς τέφραν, ὅτι εἰς κόνιν, ὅτι εἰς σκώληκας διαλυθήσεται ἡμῶν τὰ σώματα, κἀντεῦθεν ἐδείξαμεν τὴν ἄφατον αὐτοῦ πρόνοιαν καὶ κηδεμονίαν. 7.35 Ἀπὸ γὰρ τῆς αὐτῆς προνοίας, ἀπὸ τῆς αὐτῆς ἀγαθότητος ἀφ' ἧς οὐκ ὄντας ἐποίησεν, ἀπὸ τῆς αὐτῆς καὶ ἀποθνήσκειν ἐκέλευσε καὶ τοιοῦτον ἔχειν τὸ τέλος. Εἰ γὰρ καὶ διάφορα τὰ γινόμενα, ἀλλὰ μιᾶς εἰσιν ἀγαθότητος· ὅ τε γὰρ ἀπελθὼν οὐδὲν ἐντεῦθεν παραβλάπτεται, ὅ τε ζῶν τὰ μέγιστα ἐντεῦθεν κερδανεῖ, ἐν ἀλλοτρίῳ σώματι οἰκείαν καρπούμενος ὠφέλειαν. 7.36 Ὅταν γὰρ ἴδῃ τὸν χθὲς καὶ πρώην μετ' αὐτοῦ βαδίζοντα, τοῦτον εἰς σκώληκας διαλυόμενον καὶ εἰς ἰχῶρα καὶ τέφραν καὶ κόνιν, κἂν αὐτοῦ τοῦ διαβόλου τὴν ἀπόνοιαν ἔχῃ, καταπτήσσει, συστέλλεται, μετριάζει, φιλοσοφεῖν παιδεύεται καὶ τὴν μητέρα τῶν ἀγαθῶν τὴν ταπεινοφροσύνην εἰς τὴν διάνοιαν εἰσοικίζει. 7.37 Καὶ οὔτε ὁ ἀπελθών τι παρεβλάβη· ἀπολήψεται γὰρ τοῦτο τὸ σῶμα ἀκήρατον καὶ ἄφθαρτον· ὅ τε ἔτι ἐν τῷ σκάμματι ὤν, ἀφ' ὧν οὐδὲν ἕτερος ἐβλάβη, τὰ μέγιστα κερδανεῖ. Οὐχ ὁ τυχὼν διδάσκαλος φιλοσοφίας ὁ θάνατος εἰσηνέχθη εἰς τὸν ἡμέτερον βίον, παιδαγωγῶν τὴν διάνοιαν καὶ τὰ πάθη τῆς ψυχῆς χαλινῶν καὶ τὰ κύματα καταστέλλων καὶ γαλήνην ποιῶν. 7.38 Μαθὼν τοίνυν καὶ ἐκ τῶν εἰρημένων καὶ ἐξ ἑτέρων πλειόνων τοῦ φωτὸς τούτου φανερώτερον διαλάμπουσαν τὴν τοῦ Θεοῦ πρόνοιαν, μὴ περιεργάζου τὰ περιττά, μηδὲ ἀκίχητα δίωκε, τὰς αἰτίας πάντων ἐξετάζων. Καὶ γὰρ αὐτὸ τὸ εἶναι ἐξ ἀγαθότητος ἡμῖν παρέσχεν οὐ χρείαν ἔχων ἡμῶν τῆς διακονίας. 7.39 Καὶ χρὴ θαυμάζειν αὐτὸν καὶ προσκυνεῖν, οὐχ ὅτι ἐποίησε μόνον, οὐδ' ὅτι ψυχὴν ἐχαρίσατο ἀσώματον καὶ λογικήν, οὐδ' ὅτι τῶν ἄλλων ἁπάντων βελτίους εἰργάσατο, οὐδ' ὅτι τὴν βασιλείαν ἐνεχείρισε τῶν ὁρωμένων καὶ σκῆπτρα ἐπέτρεψεν, ἀλλ' ὅτι μηδὲν δεόμενος ἡμῶν. Τὸ γὰρ δὴ θαυμαστὸν τῆς ἀγαθότητος αὐτοῦ τοῦτό ἐστιν ὅτι οὐδὲν χρῄζων ἡμῶν τῆς διακονίας παρήγαγε. Καὶ γὰρ πρὶν γενέσθαι καὶ ἡμᾶς καὶ ἀγγέλους καὶ τὰς ἄνω δυνάμεις, ἦν τὴν οἰκείαν δόξαν ἔχων