13
κατοικήσας κατὰ τὸν λόγον τῆς φύ σεως, καὶ ἕτερος ὁ ναός. ∆ιὸ καὶ τοῖς Ἰουδαίοις ἔλεγε· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Λύσις δὲ τοῦ ναοῦ, ψυχῆς καὶ σώμα τος ἡ διάζευξις· θάνατος γάρ ἐστι ψυχῆς ἀπὸ σώ ματος ἀναχώρησις· οὐκοῦν τὴν λύσιν τοῦ ναοῦ ὁ τῆς ψυχῆς ἐργάζεται χωρισμός· εἰ τοίνυν Ἰουδαῖοι τὸν ναὸν ἔλυσαν σταυρῷ καὶ θανάτῳ παραδεδωκότες, λύσις δὲ ναοῦ τῶν συνημμένων ὁ χωρισμὸς, ὁ δὲ Θεὸς Λόγος τοῦτον λυθέντα ἀνέστησε, σαφὲς οἶμαι τοῖς ἔμφροσιν, ὡς οὐκ ἄψυχον οὐδὲ ἄνουν, ἀλλὰ τέλειον ἄνθρωπον ὁ Θεὸς ἀνελάβετο Λόγος· εἰ γὰρ ἀντὶ τῆς ἀθανάτου ψυχῆς, ἐν τῷ ἀναληφθέντι σώματι γέγονεν ὁ Θεὸς Λόγος, εἶπεν ἂν τοῖς Ἰουδαίοις· Λύσατέ με, καὶ ἐν τρισὶν ἡμέραις ἀναστήσομαι· νῦν δὲ διδά σκων, καὶ τοῦ ναοῦ τὸ τηνικαῦτα τὸ θνητὸν, καὶ τὸ δυνατὸν τῆς ἐνοικούσης Θεότητος, «Λύσατε, φησὶ, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐ τόν·» οὐ γὰρ ἐγὼ, φησὶν, ὑφ' ὑμῶν λυθήσομαι, ἀλλ' ὁ ληφθεὶς ὑπ' ἐμοῦ ναός· καὶ οὗτος δὲ λύεται, ἵνα κρείττονος ἀναστάσεως ἀπολαύσῃ, ἵνα τὴν θνητὴν ἀπόθηται φύσιν, ἵνα τὴν φθορὰν ἀποδύσηται καὶ τὴν ἀφθαρσίαν ἐνδύσηται, ἵνα τοῦ θανάτου καταλύσῃ τὸ κράτος, ἵνα τῶν κεκοιμημένων ἀπαρχὴ γένηται, ἵνα λύσας τῆς φθορᾶς τὰς ὠδῖνας ἀναδειχθῇ τῶν νεκρῶν πρωτότοκος, καὶ διὰ τῆς οἰκείας ἀναστάσεως εὐαγ γελίσηται τὴν πάντων ἀνθρώπων ἀνάστασιν. ΙΘʹ. Ἀπόδειξις ὅτι ψυχὴν νοερὰν ὁ Θεὸς Λόγος ἔλαβεν. Ὅτι δὲ ταῦτα οὕτως ἔχει, μαρτυρεῖ τῶν ἀποστό λων ὁ κορυφαῖος ἐν ταῖς Πράξεσι λέγων, ὅτι οὐκ ἐγκατελείφθη ἡ ψυχὴ αὐτοῦ εἰς ᾅδου, οὐδὲ ἡ σὰρξ αὐτοῦ οἶδε διαφθοράν. Λύσις τοιγαροῦν τοῦ ναοῦ, ψυχῆς καὶ σώματος χωρισμός· καὶ πάλιν ἀνάστασις, πρὸς τὴν σάρκα τὴν οἰκείαν ἐπάνοδος· εἰ τοίνυν, ὥς φασιν οἱ τῆς αἱρέσεως προστάται, ψυχὰς δύο τῶν ἀν θρώπων ἕκαστος ἔχει, τήν τε ζωτικὴν, καὶ τὴν λογι κὴν, καὶ σὰρξ ἄνευ ψυχῆς οὐκ ἄν ποτε νοηθείη τῆς ζωτικῆς (σῶμα γὰρ, ἀλλ' οὐ σὰρξ, φησὶ, τὸ τοιοῦτον προσαγορεύεται)· Πέτρος δὲ ἔφη, οὐ τὸ σῶμα τοῦ Κυ ρίου, ἀλλὰ τὴν σάρκα τοῦ Κυρίου μὴ ἰδεῖν διαφθο ρὰν, καὶ τὴν ψυχὴν αὐτοῦ μὴ ἐγκαταλειφθῆναι εἰς ᾅδου· εὔδηλον ὡς τὴν μὲν ζωτικὴν, ἣν οὐκ οἶδ' ὅπως λέγουσιν, εἶχεν ἡ διαφθαρεῖσα σὰρξ, ἧς ἄνευ οὐκ ἂν προσαγορευθείη, ὥς φασι, σάρξ· ἡ δὲ ἀθάνατος καὶ 75.1453 λογικὴ καὶ τοῦ ζώου τὴν ἡγεμονίαν πεπιστευμένη, οὐ κατελείφθη εἰς ᾅδου, ἀλλὰ πρὸς τὴν οἰκείαν ἐπαν ῆκε σάρκα· καὶ μάτην ἀδολεσχοῦσιν, ἄψυχον ἢ ἄνουν τοῦ Θεοῦ Λόγου τὸν ναὸν προσαγορεύοντες. Ἡμεῖς δὲ Πέτρῳ ἑψόμεθα, καὶ σάρκα κηρύττοντι μὴ δεξαμένην διαφθορὰν, καὶ ψυχὴν μὴ καταλειφθεῖσαν εἰς ᾅδου, ἀλλ' ἐπανελθοῦσαν καὶ τῷ οἰκείῳ σώματι συναφθεῖσαν· πιστεύομεν δὲ καὶ αὐτῷ τῷ Κυρίῳ λέ γοντι· «Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου.» Τῆς γὰρ λύπης τὴν αἴσθησιν τὸ ἐν ἡμῖν λογικὸν ὑπο δέχεται· εἰ δὲ ἀντὶ νοῦ ὁ Θεὸς Λόγος ὑπάρχων, τὰ τοῦ νοῦ κατεδέχετο πάθη, αὐτὸς ἦν ὁ λυπηθεὶς, καὶ φοβηθεὶς, καὶ ἀγνοήσας, καὶ ἀγωνιάσας, καὶ ἀγγε λικῇ συμμαχίᾳ ῥωσθείς· εἰ δὲ καὶ ταῦτα φήσουσιν οἱ τῆς Ἀπολιναρίου ματαιολογίας κληρονόμοι, μετὰ Ἀρείου καὶ Εὐνομίου τῶν χριστομάχων ταχθήτωσαν· ὧν γὰρ ἴση ἡ βλασφημία, τούτων μίαν εἶναι τὴν ἑταιρίαν δίκαιον· ἡμεῖς δὲ ἀκούσωμεν τοῦ Κυρίου λέγοντος· «Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ.» Ἐκ γὰρ τῶν λόγων τούτων μαθησόμεθα, ὡς ἕτερος μὲν ὁ τιθεὶς, ἕτερον δὲ τὸ τιθέμενον· καὶ Θεὸς μὲν ὁ τιθεὶς καὶ λαμβάνων, ψυχὴ δὲ ἡ τιθεμένη καὶ λαμβανομένη· καὶ Θεὸς μὲν τὴν ἐξουσίαν ἔχων, ψυχὴ δὲ ἡ ὑπὸ τὴν ἐξουσίαν ἐκείνην τεταγμένη.