14
ἔτι μᾶλλον ἐβόα καὶ ἐκεκράγει «ποῦ ποτέ ἐστιν ὁ τραυλός;» Οὑτωσὶ καὶ τοῖς ῥήμασιν εἰς τὸν μέγαν δομέσ τικον ἀποσκώπτων. Ἦν γὰρ τἄλλα μὲν οὗτος ὁ ἐμὸς πατὴρ Ἀλέξιος εὔστομος καὶ οὐδεὶς οὕτω ῥήτωρ ἦν αὐτο φυὴς ἔν τε ἐνθυμήμασι καὶ ἐπιχειρήμασι, μόνον δὲ κατὰ τὸν φθόγγον τοῦ ῥῶ ὡς ὑπωλίσθαινέ τε μετρίως καὶ ἀσυμ φανῶς διώκλα ἡ γλῶττα, καίτοι κατὰ τἄλλα στοιχεῖα τὸν ῥοῦν ἀκάθεκτον ἔχουσα. 1.8.2 Ἀλλ' ὁ μὲν οὕτως ὀνειδίζων ἐβόα καὶ διηρευνᾶτο καὶ ἀνέτρεπε πάντα καὶ κιβώτια καὶ σκίμποδας καὶ σκεύη καὶ αὐτὴν δὴ τὴν τοὐμοῦ πατρὸς κλίνην, μή πως ὁ στρατηγὸς ἔν τινι τούτων κέκρυπτο. Καὶ θαμὰ πρός τε τὸν μοναχὸν οὕτω καλούμενον Ἰωαννίκιον ἐνέβλεπε· καὶ γὰρ διὰ σπουδῆς ἐπεποίητο ἡ μήτηρ ἐν ἁπάσαις ταῖς αὐτοῦ ἐκστρατείαις ὁμόσκηνον ἔχειν τῶν τιμιωτέρων τινὰ μοναχόν, καὶ ὁ εὔνους οὗτος υἱὸς ὑπεῖκε τῷ μητρικῷ θελήματι οὐ τὰ ἐν βρέφει μόνον, ἀλλὰ καὶ ἐς μείρακας παραγγείλας καὶ μέχρις ἂν γυναικὶ συνηρμόσθη. Καὶ τὰ τῆς σκηνῆς ἅπαντα ὁ Βασιλάκιος διηρευνᾶτο καί, τοῦτο δὴ τὸ τοῦ Ἀριστοφάνους, ἐρεβοδιφῶν οὐκ ἀνίει πυν θανόμενος ἅμα καὶ τὸν Ἰωαννίκιον περὶ τοῦ δομεστίκου. Τοῦ δὲ πρὸ ὥρας ἐξιέναι ξὺν παντὶ τῷ στρατεύματι διισχυριζομένου, γνοὺς ὅτι πολὺν τὸν πλάνον ὑπέμεινε καὶ τοῖς ἅπασιν ἀπειπάμενος ἄλλας ἐξ ἄλλων φωνὰς μετα μείβων ἐβόα «ἄνδρες συστρατιῶται, ἠπατήμεθα· ὁ πόλεμος ἔξωθεν». 1.8.3 Οὔπω τέλος ἔσχεν ὁ λόγος αὐτῷ, καὶ ἐξιοῦσι τοῦ στρατοπέδου ἐφίσταται τούτοις ὁ ἐμὸς πατὴρ ὁ Κομνηνὸς Ἀλέξιος προπηδήσας τῆς στρατιᾶς σὺν ὀλίγοις τισὶ μετὰ σφοδρότητος. Καί τινα εἰς τάξιν συνιστῶντα τὰς φάλαγγας θεασάμενος (καὶ γὰρ οἱ πλείους τῶν στρα τιωτῶν τῶν ἀμφὶ τὸν Βασιλάκιον εἰς τὴν λείαν ἑαυτοὺς ἐπιδεδωκότες καὶ τὰ λάφυρα, τοῦτο γὰρ καὶ πάλαι τὠμῷ πατρὶ ἐμεμηχάνητο, οὔπω ἔφθησαν συνελθεῖν καὶ εἰς παράταξιν καταστῆναι, καὶ ἐπέστη αὐτοῖς ἀθρόον κακὸν ὁ μέγας δομέστικος), ἰδὼν δὲ τὸν καθιστῶντα τὰς φάλαγγας καὶ νομίσας εἴτε ἀπὸ τοῦ μεγέθους εἴτε ἀπὸ τῆς τῶν ὅπλων λαμπρότητος (καὶ γὰρ ἀντέστιλβε τούτῳ τὰ ὅπλα πρὸς τὴν ἀστρῴαν βολήν), ἐκεῖνον εἶναι τοῦτον τὸν Βασιλάκιον, συναντήσας αὐτῷ γοργῶς παίει κατὰ τῆς χειρός. Ἣ δ' εὐθὺς μετὰ τοῦ ξίφους εἰς γῆν ἔρριπτο, ὅπερ μεγάλως τὴν φάλαγγα συνετάραξεν. Οὐ μὴν ὁ Βασιλάκιος ἦν, ἀλλά τις τῶν περὶ τὸν Βασιλάκιον γενναιότατος οὐδὲν τοῦ Βασι λακίου ὅσον γε τὰ εἰς ἀνδρείαν λειπόμενος. 1.8.4 Βαρὺς οὖν τοῦ λοιποῦ κατ' αὐτῶν κυλινδούμενος καὶ τοξεύμασι βάλλων καὶ δόρατι τιτρώσκων καὶ ἀλαλαγμοῖς ἐμβοῶν καὶ νυκτὶ συγχέων καὶ πάντα καὶ τόπον καὶ χρόνον καὶ ὄργανον εἰς νίκην λαμβάνων καὶ τούτοις προσφυῶς ἀποχρώμενος ἀκλο νήτῳ φρονήματι καὶ ἀσυγχύτῳ τῇ διανοίᾳ καὶ ἄλλον ἄλλοσε φεύγοντα προλαμβάνων πάντα διέκρινε καὶ τὸν ἐχθρὸν καὶ τὸν φίλιον. Ἀλλὰ καί τις ἀνὴρ Καππαδόκης Γούλης τὸ ἐπώνυμον, εὔνους θεράπων τοὐμοῦ πατρός, τὴν χεῖρα γενναῖος, τὸν θυμὸν ἐς πολέμους ἀκάθεκτος, τὸν Βασι λάκιον θεασάμενος καὶ ἀκριβῶς ἐγνωκὼς παίει κατὰ τῆς κόρυθος. Ἀλλὰ τὸ τοῦ Μενέλεω πρὸς τὸν Ἀλέξανδρον πέπονθε· τὸ γὰρ ξίφος αὐτοῦ τριχθά τε καὶ τετραχθὰ διατρυφθὲν ἐξέπεσε τῆς χειρός, τῆς λαβῆς καταλειφθείσης ἐν τῇ χειρί. Ὃν ὁ στρατηγὸς θεασάμενος εὐθὺς διελοι δορεῖτο, ὅτι μὴ κατάσχοι τὸ ξίφος, καὶ ἄνανδρον ἀπεκάλει τοῦτον· ἀλλ' ὁ στρατιώτης τὴν καταλειφθεῖσαν τοῦ ξίφους λαβὴν παραδεικνὺς πρᾳότερον ἐποίει τὸν μέγαν δομέστικον. 1.8.5 Καί τις δ' ἄλλος Μακεδών, Πέτρος τὴν κλῆσιν Τορ νίκιος τὴν ἐπωνυμίαν, μέσον τῶν πολεμίων ἐμπεσὼν πολλοὺς τούτων ἀνῄρει. Ἡ γὰρ φάλαγξ εἵπετο ἀγνοοῦσα τὰ δρώμενα· ἐν σκότει γὰρ τῆς μάχης καθισταμένης οὐχ οἷοί τε ἦσαν ἅπαντες τὰ γινόμενα ὁρᾶν. Ὁ δὲ Κομνηνὸς ἐπὶ τὸ μήπω διασπασθὲν τῆς φάλαγγος ἵετο παίων τοὺς ἀντικαθισταμένους καὶ ἀνθυποστρέφων αὖθις εἰς τοὺς ἰδίους, σπεύδων καὶ τὸ ἔτι συνιστάμενον τῆς τοῦ