14
ἑαυτοῦ θάνατον παρ' ἑαυτοῦ διδόναι· οὕτως οὐχ ἥρμοζεν οὐδὲ τὸν παρ' ἑτέρων διδόμενον φεύγειν· ἀλλὰ καὶ μᾶλλον διώκειν αὐτὸν εἰς ἀναίρεσιν, ὅθεν εἰκότως οὔτε ἑαυτῷ ἀπέθετο τὸ σῶμα, οὔτε πάλιν ἐπιβουλεύοντας τοὺς Ἰουδαίους ἔφυγε. 22.2 Τὸ δὲ τοιοῦτον οὐκ ἀσθένειαν ἐδείκνυε τοῦ Λόγου, ἀλλὰ μᾶλλον καὶ Σωτῆρα καὶ Ζωὴν αὐτὸν ἐγνώριζεν, ὅτι καὶ τὸν θάνατον εἰς ἀναίρεσιν περιέμενε, καὶ τὸν διδόμενον θάνατον ὑπὲρ τῆς πάντων σωτηρίας ἔσπευδε τελειῶσαι. 22.3 Καὶ ἄλλως δέ, οὐ τὸν ἑαυτοῦ θάνατον ἀλλὰ τὸν τῶν ἀνθρώπων ἦλθε τελειῶσαι ὁ Σωτήρ· ὅθεν οὐκ ἰδίῳ θανάτῳ, οὐκ εἶχε γὰρ Ζωὴ ὤν, ἀπε τίθετο τὸ σῶμα, ἀλλὰ τὸν παρὰ τῶν ἀνθρώπων ἐδέχετο, ἵνα καὶ τοῦτον ἐν τῷ ἑαυτοῦ σώματι προσελθόντα τέλεον ἐξαφανίσῃ. 22.4 Ἔπειτα καὶ ἐκ τούτων ἄν τις εὐλόγως ἴδοι τὸ τοιοῦτον τέλος ἐσχηκέναι τὸ κυριακὸν σῶμα. Ἔμελε τῷ Κυρίῳ μάλιστα περὶ ἧς ἔμελλε ποιεῖν ἀναστάσεως τοῦ σώματος· τοῦτο γὰρ ἦν κατὰ τοῦ θανάτου τρόπαιον ταύτην ἐπιδείξασθαι πᾶσι, καὶ πάντας πιστώσασθαι τὴν παρ' αὐτοῦ γενομένην τῆς φθορᾶς ἀπάλειψιν, καὶ λοιπὸν τὴν τῶν σωμάτων ἀφθαρσίαν, ἧς πᾶσιν ὥσπερ ἐνέχυρον καὶ γνώρισμα τῆς ἐπὶ πάντας ἐσομένης ἀναστάσεως τετήρηκεν ἄφθαρτον τὸ ἑαυτοῦ σῶμα. 22.5 Εἰ μὲν οὖν ἦν πάλιν νοσῆσαν τὸ σῶμα, καὶ ἐπ' ὄψει πάντων διαλυθεὶς ἀπ' αὐτοῦ ὁ Λόγος, ἀπρεπὲς μὲν ἦν τὸν τῶν ἄλλων τὰς νόσους θεραπεύοντα παρορᾶν τὸ ἴδιον ὄργανον ἐν νόσοις τηκόμενον. Πῶς γὰρ ἂν ἐπιστεύθη τὰς ἄλλων ἀπελάσας ἀσθενείας, ἀσθενοῦντος ἐν αὐτῷ τοῦ ἰδίου ναοῦ; Ἢ γὰρ ὡς οὐ δυνάμενος ἀπελάσαι νόσον ἐγελάσθη, ἢ δυνάμενος, καὶ μὴ ποιῶν, ἀφιλάνθρωπος καὶ πρὸς τοὺς ἄλλους ἐνομίζετο.
23.1 Εἰ δὲ καὶ χωρίς τινος νόσου καὶ χωρίς τινος ἀλγηδόνος, ἰδίᾳ που καὶ καθ' ἑαυτὸν ἐν γωνίᾳ, ἢ ἐν ἐρήμῳ τόπῳ, ἢ κατ' οἰκίαν, ἢ ὅπου δήποτε τὸ σῶμα κρύψας ἦν, καὶ μετὰ ταῦτα πάλιν ἐξαίφνης φανείς, ἔλεγεν ἑαυτὸν ἐκ νεκρῶν ἐγηγέρθαι· μύθους μὲν ἂν ἔδοξε λέγειν παρὰ πᾶσιν, ἠπιστήθη δὲ πολλῷ πλέον καὶ περὶ τῆς ἀνα στάσεως λέγων, οὐκ ὄντος ὅλως τοῦ μαρτυροῦντος περὶ τοῦ θανάτου αὐτοῦ. Τῆς δὲ ἀναστάσεως προηγεῖσθαι δεῖ θάνατον, ἐπεὶ οὐκ ἂν εἴη ἀνάστασις μὴ προηγουμένου θανάτου· ὅθεν εἰ κρύφα που ἐγεγόνει τοῦ σώματος ὁ θάνατος, οὐ φαινομένου τοῦ θανάτου, οὐδὲ ἐπὶ μαρτύρων γενομένου, ἀφανὴς ἦν καὶ ἀμάρτυρος καὶ ἡ τούτου ἀνάστασις· 23.2 Ἢ διὰ τί τὴν μὲν ἀνάστασιν ἐκήρυττεν ἀναστάς, τὸν δὲ θάνατον ἀφανῶς ἐποίει γενέσθαι; Ἢ διὰ τί τοὺς μὲν δαίμονας ἐπ' ὄψει πάντων ἀπήλαυνε, τόν τε ἐκ γενετῆς τυφλὸν ἀναβλέπειν ἐποίει, καὶ τὸ ὕδωρ εἰς οἶνον μετέβαλεν, ἵνα δι' αὐτῶν πιστευθῇ Λόγος Θεοῦ· τὸ δὲ θνητὸν οὐκ ἐπ' ὄψει πάντων ἄφθαρτον ἐδείκνυεν, ἵνα πιστευθῇ αὐτὸς ὢν ἡ Ζωή; 23.3 Πῶς δὲ καὶ οἱ τούτου μαθηταὶ παρρησίαν εἶχον περὶ τοῦ τῆς ἀναστάσεως λόγου, οὐκ ἔχοντες εἰπεῖν ὅτι πρῶτον ἀπέθανεν; Ἢ πῶς ἂν ἐπιστεύθησαν λέγοντες γεγονέναι πρῶτον θάνατον, εἶτα τὴν ἀνάστασιν, εἰ μὴ παρ' οἷς ἐπαρρησιάζοντο, εἶχον τούτους μάρτυρας τοῦ θανάτου; Εἰ γὰρ καὶ οὕτως ἐπ' ὄψει πάντων γενομένων τοῦ τε θανάτου καὶ τῆς ἀναστάσεως οὐκ ἠθέλησαν οἱ τότε Φαρι σαῖοι πιστεύειν, ἀλλὰ καὶ τοὺς ἑωρακότας τὴν ἀνάστασιν ἠνάγκασαν ἀρνήσασθαι ταύτην· πάντως εἰ κεκρυμμένως ἐγεγόνει ταῦτα, πόσας ἂν προφάσεις ἐπενόουν ἀπιστίας; 23.4 Πῶς δὲ ἄρα τὸ τοῦ θανάτου τέλος ἐδείκνυτο, καὶ ἡ κατὰ τούτου νίκη, εἰ μὴ ἐπ' ὄψει πάντων προσκαλεσάμενος αὐτὸν ἤλεγξε νεκρόν, κενωθέντα λοιπὸν τῇ τοῦ σώματος ἀφθαρσίᾳ;
24.1 Τὰ δὲ καὶ παρ' ἑτέρων ἂν λεχθέντα, ταῦτα προβαλεῖν ἡμᾶς ἀναγκαῖον ταῖς ἀπολογίαις. Τάχα γὰρ ἄν τις εἴποι καὶ τοῦτο· Εἰ ἐπ' ὄψει πάντων καὶ ἐμμάρτυρον ἔδει γενέσθαι τὸν τούτου θάνατον, ἵνα καὶ ὁ τῆς ἀναστάσεως πιστευθῇ λόγος, ἔδει κἂν αὐτὸν ἑαυτῷ ἔνδοξον ἐπινοῆσαι θάνατον, ἵνα μόνον τὴν ἀτιμίαν τοῦ σταυροῦ φύγῃ. 24.2 Ἀλλ' εἰ καὶ τοῦτο ποιήσας ἦν, ὑπόνοιαν καθ' ἑαυτοῦ παρεῖχεν, ὡς οὐ