1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

14

καὶ τὴν μακαριότητα· διὰ φιλανθρωπίαν δὲ μόνην ἡμᾶς παρήγαγε καὶ ἅπαντα ταῦτα ἐποίησε δι' ἡμᾶς καὶ ἔτι πολλῷ πλείονα τούτων.

8.t Κεφ. ηʹ. Ὅτι προνοίας ἀπόδειξις καὶ τὸ νόμον δοῦναι καὶ

φυσικὸν καὶ γραπτὸν καὶ γενναίους ἄνδρας παρασκεύασαι διδασκάλους γενέσθαι διὰ μετοικεσίας τῶν ἀποδεχομένων ἐθνῶν καὶ τὸ μετὰ ταῦτα κεφάλαιον τῶν ἀγαθῶν χαρίσασθαι τοῦ Μονογενοῦς τὴν παρουσίαν

8.1 ∆ιὰ τοῦτο καὶ νόμον γράψας ἔδωκε δι' ἡμᾶς καὶ προφήτας ἀπέστειλε καὶ

θαύματα εἰργάσατο καὶ πρὸ τούτων ἁπάντων ὁμοῦ πλάσας τὸν ἄνθρωπον, διδάσκαλον αὐτῷ τὸν ἔμφυτον ἐναπέθετο νόμον, ὥσπερ πλοίῳ κυβερνήτην καὶ ἡνίοχον ἵππῳ, τοῖς λογισμοῖς ἡμῶν ἐπιστήσας αὐτόν. Οὕτω γοῦν καὶ Ἄβελ αὐτὸν ἔγνω, οὐ γραμμάτων ὄντων, οὐ προφητῶν, οὐκ ἀποστόλων, οὐ νόμου γραπτοῦ τινος ἐνηχοῦντος, ἀλλὰ τὸν ἔμφυτον ἔχων νόμον. 8.2 Οὕτως ὁ Κάϊν· ἀμφότεροι γὰρ αὐτὸν ᾔδεσαν καὶ τὴν δεσποτείαν ἐπεγίνωσκον, ἀλλ' οὐκ ἀμφότεροι τὴν αὐτὴν ἦλθον ὁδόν· ἀλλ' ὁ μὲν τὴν τῆς κακίας, ὁ δὲ τὴν τῆς ἀρετῆς. Καὶ ὅμως οὐδὲ οὕτως αὐτὸν ἐγκατέλιπεν, ἀλλὰ καὶ πεσόντα καὶ ὑποσκελισθέντα ἐπηνώρθου καὶ ἐπιμελείας ἀπολαύειν ἐποίει· καὶ πρῶτον μὲν παραινῶν καὶ συμβουλεύων, ὕστερον δὲ τῷ φόβῳ, τῷ τρόμῳ νουθετῶν, παιδεύων, διδάσκων. 8.3 Ἐπειδὴ δὲ τοσοῦτον προὔδωκαν δῶρον οἱ πολλοὶ τῶν ἀνθρώπων, τὴν ἀπὸ τῆς φυσικῆς διδασκαλίας λέγω ὠφέλειαν, οὐδὲ οὕτως αὐτοὺς κατέλιπεν, οὐδὲ πανωλεθρίᾳ παρέδωκεν, ἀλλ' ἔμεινε διὰ πραγμάτων, δι' εὐεργεσιῶν, διὰ κολάσεων παιδεύων, νουθετῶν, διὰ τῆς κτίσεως αὐτῆς καθ' ἡμέραν ἐργαζομένης καὶ τὴν διακονίαν πληρούσης τὴν εἰωθυῖαν, διὰ τῶν παραδόξως παρὰ τὰ εἰωθότα γινομένων, διὰ τῶν ἐν ἀρχῇ δικαίων. 8.4 Καὶ γὰρ ἄνδρας θαυμαστοὺς καὶ φιλοσοφίας γέμοντας ἀπὸ τόπων εἰς τόπους μετήγαγε. Οἷον τὸν Ἀβραὰμ νῦν μὲν εἰς Παλαιστίνην, νῦν δὲ εἰς Αἴγυπτον παρεσκεύασεν ἀπελθεῖν καὶ τὸν Ἰακὼβ εἰς Συρίαν· Μωυσέα πάλιν εἰς Αἴγυπτον καὶ τοὺς τρεῖς παῖδας εἰς Βαβυλῶνα καὶ τὸν ∆ανιὴλ καὶ τὸν Ἰεζεκιήλ; τὸν δὲ Ἱερεμίαν εἰς Αἴγυπτον. Καὶ νόμον ἔδωκε καὶ προφήτας ἀπέστειλε καὶ ἔπληξε καὶ ἀνῆκε καὶ αἰχμαλωσίᾳ παρέδωκε καὶ ἐλευθερίας ἠξίωσε καὶ οὐ διέλιπεν ἐξ ἀρχῆς ἕως τέλους πάντα ποιῶν καὶ πραγματευόμενος ὑπὲρ τοῦ γένους τοῦ ἡμετέρου. 8.5 Οὐδὲ γὰρ ἠρκέσθη τῇ ἀπὸ τῆς κτίσεως διδασκαλίᾳ πρὸς θεογνωσίαν φερούσῃ μόνον, ἀλλ' ἐπειδὴ πολλοὶ παρὰ τὴν οἰκείαν ἀγνωμοσύνην οὐδὲν ἐντεῦθεν ἀπώναντο καὶ ἑτέρας ἔτεμεν ὁδοὺς διδασκαλίας καὶ τέλος τὸ κεφάλαιον τῶν ἀγαθῶν εἰργάσατο καὶ τὸν Υἱὸν ἀπέστειλε τὸν ἑαυτοῦ. 8.6 Καὶ ὁ τῆς αὐτῆς φύσεως ὢν αὐτῷ, γίνεται ὅπερ ἐγὼ καὶ ἐπὶ γῆς βαδίζων τοῖς ἀνθρώποις συνανεστρέφετο δι' ὧν ἐθαυματούργει, δι' ὧν ἐπηγγέλλετο, δι' ὧν ἐδίδου. Καὶ γὰρ τὰ μὲν ἐντεῦθεν ἤδη παρέσχε, τὰ δὲ πρὸς τὸ μέλλον ἐταμιεύσατο, ἃ καὶ ὅτι δώσει καὶ δι' ὧν ἔτι περιὼν ἐπὶ γῆς θαυμάτων εἰργάσατο, δῆλον ἐποίησε καὶ διὰ τῆς μετὰ ταῦτα ὧν προεῖπε πάντων ἐκβάσεως· «Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ;» Τίς οὐκ ἂν ἐκσταίη, τίς οὐκ ἂν φρίξειε τὴν ἄφατον αὐτοῦ κηδεμονίαν, ἐννοῶν πῶς ὑπὲρ τῶν ἀγνωμόνων οἰκετῶν τὸν μονογενῆ Υἱὸν εἰς θάνατον ἐκδέδωκε, θάνατον τὸν ἐπάρατον, τὸν ἐπονείδιστον, θάνατον τὸν τῶν καταδίκων; 8.7 Καὶ ἐφ' ὑψηλοῦ τοῦ ἰκρίου ἀνεσκολοπίζετο καὶ 8.7 ἐνεπτύετο καὶ ἐρραπίζετο καὶ ἐπὶ κόρρης ἐτύπτετο καὶ ἐκωμῳδεῖτο καὶ ἐν μέρει χάριτος ἐθάπτετο καὶ σήμαντρα αὐτοῦ τῷ μνήματι ἐπετίθετο· καὶ ταῦτα ἅπαντα ὑφίστατο διὰ σὲ καὶ τὴν κηδεμονίαν τὴν σήν, ἵνα τῆς ἁμαρτίας ἡ τυραννὶς ἀναιρεθῇ, ἵνα καθαιρεθῇ τοῦ διαβόλου ἡ ἀκρόπολις, ἵνα τμηθῇ τοῦ θανάτου τὰ νεῦρα, ἵνα ἀνοιγῶσιν ἡμῖν αἱ τοῦ οὐρανοῦ πύλαι, ἵνα ἀφανισθῇ ἡ