1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

14

ζητεῖν ἐφίενται, καὶ μὴ πρότερον πληροφορεῖσθαι, ἕως ἂν αὐτὰ ἀπολάβωσιν. Ἐπεὶ οὖν ἀπώλεσας παράδεισον, οὐχὶ τὸν οὐρανόν σοι δέδωκε μόνον, ἀλλὰ καὶ παράδεισον καὶ οὐρανόν. Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ, φησίν· ἵνα μὴ μόνον τῇ τῶν μειζόνων προσθήκῃ, ἀλλὰ καὶ τῇ τῶν ἀπολωλότων ἀνακτήσει παραμυθήσηται τὴν ὀδυνωμένην ψυχήν. Ἀλλ', εἰ δοκεῖ, καὶ ἐπ' αὐτὸ τοῦτο ἔλθωμεν τὸ προκείμενον, καὶ ἴδωμεν πῶς ἀπωλέσαμεν τὴν φωνήν. Οὐδὲ γὰρ μικρὸν εἰς ἀσφαλείας λόγον ἡ ἱστορία. Ὁ γὰρ μαθὼν τὸν τρόπον τῆς προτέρας ἀσφαλείας, πρὸς τὰ λοιπὰ ἀσφαλέστερος ἔσται. Ἀναγκαῖον δὲ πάντα πρὸς ὑμᾶς εἰπεῖν· οἷον, ὅτι μία φωνὴ τὸ παλαιὸν πάντων ἀνθρώπων ἦν, ὅτι εἰς πολλὰς ὕστερον μετέπεσε· μέχρι πότε μία ἦν, καὶ πότε μετέπεσεν εἰς πολλάς· καὶ πότερον αὐτὴ ἐκείνη ἠφανίσθη, καὶ ἕτεραι εἰσηνέχθησαν, ἢ μενούσης ἐκείνης ἐπεισήχθη56.181 σαν αἱ λοιπαί· διὰ τί συνεχύθη, καὶ ἐκ ποίας αἰτίας· εἶτα ποίᾳ τούτων τῶν πολλῶν φωνῶν ἡ Παλαιὰ συνέκειτο ∆ιαθήκη· διὰ γὰρ ἐκείνην πάντα ταῦτα ἐκινήσαμεν· πότερον τῇ ἀρχαίᾳ καὶ πρεσβυτέρᾳ, ἢ ταῖς ὕστερον ἐπεισενεχθείσαις. Ἀλλὰ μὴ δείσητε· κἂν γὰρ μὴ τήμερον ἅπαντα δυνηθῶμεν ἀποδοῦναι, ἀλλὰ πάντως ὑμῖν ἀποδώσομεν ὕστερον. Τίνος οὖν ἕνεκεν μὴ μέλλοντες ἅπαντα τήμερον ἀποδιδόναι, ἁπάντων τῶν ὀφλημάτων τὴν ὑπόθεσιν ὑμῖν ἀνέγνωμεν; Ἵνα προσδοκῶντες τὴν ἀπόδοσιν, διαπαντὸς κατὰ νοῦν ἡμᾶς ἔχητε. Καὶ γὰρ ὁ χρυσίον τινὶ δανείσας, καὶ ὑπεύθυνον ἔχων τοῦ ὀφλήματος, καὶ ἐν τραπέζῃ, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ ἐν κλίνῃ, καὶ πανταχοῦ τὸν ὀφείλοντα αὐτῷ φαντάζεται καὶ ὀνειροπολεῖ· καὶ ὁ τῶν χρημάτων ἔρως μετὰ τῶν χρημάτων κἀκεῖνον ἐπὶ τῆς τοῦ δεδανεικότος ποιεῖ διαπαντὸς περιφέρεσθαι ψυχῆς. Ἵνα οὖν καὶ ἡμεῖς τῇ ἐλπίδι τῆς ἀποδόσεως ἐσώμεθα διαπαντὸς ἐν ταῖς ὑμετέραις διανοίαις, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ ὅπου δ' ἂν ἦτε, διὰ τοῦτο τὰ μὲν ὀφλήματα ὡμολογήσαμεν, τὴν δὲ ἀπόδοσιν ἅπασαν οὐ ποιούμεθα σήμερον, ἵνα τῇ προσδοκίᾳ τῶν λειπομένων ὑπόθεσιν τῆς περὶ ἡμῶν μνήμης παρ' ὑμῖν καταλείψωμεν. Μεγάλη γὰρ ἡμῶν ἀσφάλεια, τῆς ὑμετέρας ἀγάπης ἀπολαύειν διηνεκῶς, δήμου τοιούτου καὶ τοσούτου. Ὁ γὰρ ἀγάπης ἀπολαύων, καὶ εὐχῆς ἀπολαύσεται πάντως. Τοῦτο δὲ ἡλίκον ἐστὶν ἀγαθὸν, δῆλον ἐκεῖθεν· Παῦλος ἐκεῖνος, ὁ εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, ὁ ῥήματα ἀκούσας ἄῤῥητα, ὁ πάσας καταπατήσας τὰς ἀνάγκας τῆς φύσεως, ὁ ἐν ἀσφαλείᾳ τελείᾳ λοιπὸν ὢν, ἐδεῖτο καὶ εὐχῆς τῶν μαθητῶν, καὶ ἔλεγε· Προσεύχεσθε ὑπὲρ ἐμοῦ, ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων· καὶ πάλιν, Προσεύχεσθε, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου. Καὶ πανταχοῦ ὁρᾶτε αὐτὸν καὶ αἰτοῦντα τὰς εὐχὰς τῶν μαθητῶν, καὶ εὐχαριστοῦντα αὐτοῖς μετὰ τὸ λαβεῖν. Ἵνα γὰρ μὴ λέγῃ τις, ὅτι διὰ ταπεινοφροσύνην καταφεύγει ἐπὶ τὰς εὐχὰς τῶν μαθητῶν, δείκνυσιν αὐτῶν καὶ τὴν δύναμιν, οὕτω λέγων· Ὃς ἐκ τηλικούτων θανάτων ἐῤῥύσατο ἡμᾶς· ἠλπίκαμεν δὲ ὅτι καὶ ῥύσεται, συνυπουργούντων καὶ ὑμῶν τῇ δεήσει ὑπὲρ ἡμῶν, ἵνα τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν. Εἰ δὲ Παῦλον κινδύνων ἀπήλλαξεν ἡ τοῦ πλήθους εὐχὴ, πῶς οὐ μεγάλα δεῖ προσδοκᾷν καὶ ἡμᾶς ἀπὸ ταύτης καρπώσεσθαι τῆς προστασίας; Ἐπειδὴ γὰρ καθ' ἑαυτοὺς εὐχόμενοι ἀσθενεῖς ἐσμεν, ὅταν δὲ συλλεγῶμεν, ἰσχυροὶ γινόμεθα μᾶλλον, δυσωποῦμεν τὸν Θεὸν τῷ πλήθει καὶ τῇ συμμαχίᾳ. Οὕτω καὶ βασιλεὺς πολλάκις τινὰ παραπέμψας θανάτῳ, ἑνὶ μὲν οὐκ ἐπένευσε δεομένῳ περὶ τοῦ καταδικασθέντος, πόλιν δὲ ὁλόκληρον παρακαλοῦσαν ἐδυσωπήθη, καὶ τὸν ἐπὶ τὸ βάραθρον ἀπαγόμενον διὰ τὸ πλῆθος τῶν παρακαλούντων ἐξήρπασε τῆς καταδίκης, καὶ πρὸς ζωὴν ἐπανήγαγε. Τοσαύτη ἡ δύναμις τῆς τοῦ πλήθους ἱκετηρίας ἐστί. ∆ιὰ τοῦτο καὶ ἐνταῦθα συλλεγόμεθα πάντες, ἵνα μειζόνως εἰς οἶκτον ἐπισπασώμεθα τὸν Θεόν. Ἐπειδὴ γὰρ καθ' ἑαυτοὺς εὐχόμενοι, καθὼς ἔφθην εἰπὼν, ἀσθενεῖς ἐσμεν, ἀπὸ τοῦ