15
Βασι λακίου παραλῦσαι φάλαγγος καὶ διαπεμπόμενος εἰς τοὺς ὄπισθεν καὶ παρακελευόμενος μὴ μέλλειν, ἀλλ' ἕπεσθαι οἷ καὶ καταλαμβάνειν ταχύτερον. 1.8.6 Ἐν τοσούτῳ δὲ ἀνήρ τις Κελτὸς τῶν ἀμφὶ τὸν δομέστικον, ἵν' ἐν βραχεῖ τὰ πάντα διηγήσωμαι, γενναῖος στρατιώτης καὶ Ἄρεως ὅλος ἔμπλεως τὸν ἐμὸν πατέρα ἰδὼν μεσόθεν τῶν πολεμίων ἄρτι ἐξιόντα ἐσπασμένον τὸ ξίφος θερμὸν ἀπὸ τοῦ αἵματος ἀναπέμπον ἀτμὸν καὶ τῶν πολεμίων νομίσας ἕνα ἀθρόον αὐτῷ ἐμπεσὼν παίει τῷ δόρατι περὶ τὸ στέρνον, καὶ τάχα ἂν ἔξεδρον τὸν στρατηγὸν ἐπεποιήκει, εἰ μὴ αὐτὸς ἅμα τε πρὸς τὸ ἑδραιότερον ἑαυτὸν ἐφηδράσατο καὶ ὀνομαστὶ τοῦτον ἐκάλεσεν ἀποκόψειν ἀπειλησάμενος διὰ τοῦ ξίφους παρα χρῆμα τὴν κεφαλήν. Ὁ δέ, ἐπειδή πως τὸν ἀγνοοῦντα προὐ βάλετο καὶ τὴν νύκτα καὶ τὸ συγκεχύσθαι περὶ τὴν μάχην, μετὰ τῶν ζώντων ἠρίθμητο.
1.9.1 Τὰ μὲν νυκτὸς ἔργα τοῦ δομεστίκου τῶν σχολῶν σὺν ὀλίγοις τοιαῦτα· ἡμέρας δὲ ἄρτι διαγελώσης καὶ τοῦ ἡλίου τοῦ ὁρίζοντος ὑπερκύψαντος οἱ τοῦ Βασιλακίου φαλαγγάρχαι ἔσπευδον ὅλῃ γνώμῃ ἐπισυλλέγειν τοὺς περὶ τὴν λείαν ἐσπουδακότας καὶ ἀπολειφθέντας τῆς μάχης. Ὁ δὲ μέγας δομέστικος τὸ ἴδιον καταστήσας στράτευμα κατὰ τοῦ Βασιλακίου αὖθις ἵετο. Πόρρωθεν δέ τινας αὐτῶν οἱ τοῦ δομεστίκου θεασάμενοι καὶ κατ' αὐτῶν σφοδρῶς ἐξορμήσαντες ἐτρέψαντο καί τινας αὐτῷ ζωγρίαν ἐπανε ληλυθότες προσῆγον. 1.9.2 Ὁ δὲ τοῦ Βασιλακίου ἀδελφὸς Μανουὴλ ἐπὶ λόφου τινὸς ἀνελθὼν ἐπερρώννυε τὸ στρά τευμα μέγα φωνῶν ὧδε «τοῦ Βασιλακίου ἡ σήμερόν ἐστιν ἡμέρα καὶ νίκη». Εἷς δέ τις Βασίλειος τὴν κλῆσιν Κουρ τίκιος τὴν ἐπωνυμίαν, γνωστὸς καὶ συνήθης τοῦ Βρυεννίου ἐκείνου Νικηφόρου, περὶ οὗ ὁ λόγος ἐμνήσθη, καὶ τὰ εἰς πολέμους ἀκάθεκτος, προθέων τῆς τοῦ Κομνηνοῦ παρα τάξεως ἄνεισι πρὸς τὸν λόφον. Ὁ δὲ Βασιλάκιος Μανουὴλ τοῦ κουλεοῦ τὸ ξίφος σπασάμενος ὅλας ἡνίας χαλάσας σφοδρῶς κατ' αὐτοῦ ἵετο. Ὁ δὲ Κουρτίκιος οὐ διὰ ξίφους, ἀλλὰ τὴν ἀπῃωρημένην τῇ ἐφεστρίδι ῥάβδον ἐφελκύσας παίει τοῦτον κατὰ τοῦ κράνους καὶ παραχρῆμα καταβάλλει τοῦ ἵππου καὶ δεσμώτην τοῦτον ἐπισυρόμενος καθάπερ τι λάφυρον τὠμῷ πατρὶ προσῆγεν. Ἐν τοσούτῳ δὲ καὶ τὸν Κομνηνὸν μετὰ τῶν ἰδίων ἀναφανέντα ταγμάτων τὸ ἐκλει πόμενον τοῦ Βασιλακίου στράτευμα θεασάμενον μικρὸν ἀντισχὸν εἰς φυγὴν ἐξώρμησε. Καὶ ὁ μὲν Βασιλάκιος πρόσθεν ἔφευγεν, ὁ δὲ Κομνηνὸς Ἀλέξιος ἐδίωκε. 1.9.3 Κα ταλαβόντων δὲ εἰς Θεσσαλονίκην, εὐθὺς οἱ Θεσσαλονικεῖς τὸν Βασιλάκιον ἐδέξαντο τῷ στρατηγῷ ἐπιζυγώσαντες παραχρῆμα τὰς πύλας. Ἀλλ' οὐδ' ὣς ἀνῆκεν ὁ ἐμὸς πατὴρ οὐδ' ἀπεδύσατο τὸν θώρακα οὐδὲ τὸ κράνος ἀπέθετο οὐδὲ τὴν ἀσπίδα τῶν ὤμων παρεῖτο οὐδὲ τὸ ξίφος ἀπέρρι ψεν, ἀλλὰ στρατοπεδεύσας ἠπείλει τειχομαχίας τῇ πόλει καὶ πόρθησιν ἄντικρυς. Καὶ ἐθέλων διασῶσαι τὸν ἄνδρα διὰ τοῦ συνεφεπομένου αὐτῷ μοναχοῦ Ἰωαννικίου (ἀνὴρ δὲ οὗτος ἐπ' ἀρετῇ διαβόητος) τὰ περὶ εἰρήνης πρὸς τὸν Βασιλάκιον ἠρώτα, ὥστε τὰς πίστεις λαβόντα μηδὲν δεινὸν πείσεσθαι, ἐγχειρίζειν αὐτῷ ἑαυτόν τε ὁμοῦ καὶ τὴν πόλιν. Καὶ ὁ μὲν Βασιλάκιος ἀπειθὴς ἦν, οἱ δὲ Θεσσαλονικεῖς δέει τοῦ μὴ ἁλῶναι τὴν πόλιν καὶ δεινόν τι παθεῖν παρεχώ ρουν τῷ Κομνηνῷ τῆς εἰσόδου. 1.9.4 Ἀλλ' ὁ Βασιλάκιος αἰσθόμενος τοῦ γινομένου ἀπὸ τοῦ πλήθους ἐπὶ τὴν ἀκρό πολιν μεταβαίνει καὶ ἀπὸ ταύτης εἰς ἐκείνην ἐφάλλεται. Καὶ οὐδ' ὣς ἐπιλανθάνεται πολέμου καὶ μάχης, καίτοι τοῦ δομεστίκου πίστεις αὐτῷ διδόντος μηδέν τι παθεῖν ἀνή κεστον, ἀλλ' ὡρᾶτό γε ὁ Βασιλάκιος καὶ ἐν τοῖς δεινοῖς καὶ ἐν οἷς ἐστενοχωρεῖτο λίαν ἀνήρ. Οὐδὲ γὰρ ὑφεῖναί τι τοῦ ἀνδρώδους καὶ τοῦ γενναίου ἠβούλετο, ἕως ἐκεῖθεν αὐτὸν οἱ τῆς ἀκροπόλεως οἰκήτορες καὶ φύλακες ἐξελάσαντες ἅπαντες ἄκοντα καὶ βίᾳ τοῦτον τῷ μεγάλῳ δομεστίκῳ παρέδωκαν. 1.9.5 Εὐθὺς δὲ πρὸς τὸν βασιλέα τὴν τούτου ἅλωσιν διαμεμηνυκὼς αὐτὸς ἐπ' ὀλίγον