1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

15

αὐτῷ συντηρούσης τὴν εὐεξίαν)· οὕτως καὶ ἐπὶ τῆς ψυχῆς τροφῆς οὐ πάντων πρὸς τὸ αὐτὸ ῥέπουσιν αἱ ἐπιθυμίαι. Οἱ μὲν γὰρ δό ξης, ἢ πλούτου, ἤ τινος κοσμικῆς περιφανείας ὀρέ γονται, ἄλλοις περὶ τὴν τράπεζαν ἄσχολός ἐστιν ἡ ὄρεξις, ἕτεροι τὸν φθόνον, ὥς τινα δηλητηριώδη τρο φὴν προθύμως ἀναλαμβάνουσιν· εἰσὶν δέ τινες οἷς τὸ τῇ φύσει καλὸν ἐν ὀρέξει γίνεται. Φύσει δὲ καλὸν ἀεὶ καὶ πᾶσι τοῦτό ἐστιν, ὃ μὴ ἄλλου τινὸς ἕνεκέν ἐστιν αἱρετὸν, ἀλλ' αὐτὸ δι' ἑαυτὸ ἐπιθυμητὸν, ἀεὶ ὡσαύτως ἔχον, καὶ οὐδέποτε ἀμβλυνόμενον κόρῳ. ∆ιὰ τοῦτο μακαρίζει ὁ Λόγος οὐ τοὺς ἁπλῶς πεινῶντας, ἀλλ' οἷς πρὸς τὴν ἀληθῆ δικαιοσύνην ἡ ἐπιθυμία τὴν ῥοπὴν ἔχει. Τίς οὖν ἡ δικαιοσύνη; τοῦτο γὰρ οἶμαι δεῖν πρό τερον ἀνακαλυφθῆναι διὰ τοῦ λόγου, ὡς ἂν τοῦ κατ' αὐτὴν κάλλους φανερωθέντος, οὕτως ἐν ἡμῖν κινηθείη πρὸς τὴν ὥραν τοῦ φανέντος ἡ ὄρεξις. Οὐδὲ γάρ ἐστι δυνατὸν πρὸς τὸ μὴ φαινόμενον ἐπιθυμητικῶς ἔχειν, ἀλλ' ἀργή πως ἐπὶ τὸ ἄγνωστόν ἐστιν ἡ φύσις ἡμῶν καὶ ἀκίνητος, εἰ μὴ δι' ἀκοῆς ἢ ὄψεως ἔννοιάν τινα τοῦ ἐπιθυμητοῦ λάβοι. Φασὶ τοίνυν τῶν ἐξητακότων τὰ τοιαῦτά τινες, δικαιοσύνην εἶναι ἕξιν ἀπονεμητι κὴν τοῦ ἴσου, καὶ τοῦ κατ' ἀξίαν ἑκάστῳ. Οἷον εἴ τις χρημάτων διανομῆς γένοιτο κύριος, ὁ πρὸς τὸ ἴσον βλέπων, καὶ συμμετρῶν τῇ χρείᾳ τῶν μετεχόντων τὴν δόσιν, δίκαιος λέγεται· καὶ εἴ τις τοῦ κρίνειν τὴν ἐξουσίαν λαβὼν, μὴ πρὸς χάριν τινὰ καὶ ἀπέχθειαν τὴν ψῆφον φέροι, ἀλλὰ τῇ φύσει τῶν πραγμάτων ἑπόμενος, τιμωροῖτό τε τοὺς ἀξίους, καὶ τὴν σώζου σαν ψῆφον πρὸς τοὺς ἀνευθύνους φέροι, καὶ τῶν λοι πῶν ἀμφισβητημάτων ἐν ἀληθείᾳ ποιοῖτο τὴν κρίσιν, καὶ οὗτος δίκαιος λέγεται. Καὶ ὁ τοὺς φόρους τοῖς ὑποχειρίοις τάσσων, ὅταν σύμμετρον ἐπιβάλῃ τῇ δυ νάμει τὸν φόρον, καὶ οἰκείας δεσπότης, καὶ πόλεως 44.1236 ἄρχων, καὶ ἐθνῶν βασιλεὺς, εἰ καταλλήλως ἡγοῖτο τῶν ὑποτεταγμένων ἕκαστος τούτων, μὴ ὁρμαῖς ἀλό γοις ὑπ' ἐξουσίας κινούμενος, ἀλλ' εὐθύτητι τὸ ὑπ ήκοον κρίνων, καὶ πρὸς τὰς προαιρέσεις τῶν ὑποχει ρίων τῇ γνώμῃ συναρμοζόμενος· πάντα τὰ τοιαῦτα τῷ λόγῳ τῆς δικαιοσύνης ἀνατιθέασιν, οἱ τῇ τοιαύτῃ ἕξει τὸ δίκαιον ὁριζόμενοι. Ἐγὼ δὲ πρὸς τὸ ὕψος βλέπων τῆς θείας νομοθεσίας, πλέον τι τῶν εἰρημένων ἐν τῇ δικαιοσύνῃ ταύτῃ νοεῖσθαι στοχάζομαι. Εἰ γὰρ κοινὸς μὲν πρὸς πᾶσαν τὴν ἀνθρωπίνην φύσιν ὁ σωτήριος λόγος, οὐ παντὸς δέ ἐστιν ἀνθρώπου τὸ ἐν τοῖς εἰρη μένοις εἶναι (ὀλίγων γὰρ τὸ βασιλεύειν, τὸ ἄρχειν, τὸ δικάζειν, τὸ ἐν ἐξουσία χρημάτων, ἤ τινος ἄλλης οἰκονομίας γενέσθαι· τὸ δὲ πλῆθος ἐν τοῖς ὑποχειρίοις τε καὶ οἰκονομουμένοις ἐστίν)· πῶς ἄν τις δέξαιτο τὴν ἀληθῆ δικαιοσύνην ἐκείνην εἶναι, ἣ μὴ πᾶσι πρόκειται ὁμοτίμως τῇ φύσει; Εἰ γὰρ ὁ σκοπὸς τῷ δικαίῳ κατὰ τοὺς ἔξωθεν λόγους τὸ ἴσον ἐστίν· ἡ δὲ ὑπεροχὴ τὸ ἄνισον ἔχει· οὐκ ἔστι τὸν ἀποδεδομένον τῆς δικαιοσύνης λόγον ἀληθῆ νομίσαι, εὐθὺς τῷ κατὰ τὸν βίον ἀνίσῳ διελεγχόμενον. Τίς οὖν ἡ δικαιοσύνη ἡ εἰς πάντας φθάνουσα; Ἧς ἡ ἐπιθυμία κοινὴ πρό κειται παντὶ τῷ κατὰ τὴν εὐαγγελικὴν τράπεζαν βλέποντι· κἂν πλούσιός τις ᾖ, κἂν πένης, κἂν δου λεύῃ, κἂν κυριεύῃ, κἂν εὐπατρίδης, κἂν ἀργυρώνη τος, οὐδεμιᾶς περιστάσεως, οὔτε πλεοναζούσης, οὔτε ὑποστελλούσης τοῦ δικαίου τὸν λόγον. Εἰ γὰρ ἐν μόνῳ τῷ προήκοντι κατ' ἐξουσίαν τινὰ καὶ ὑπεροχὴν τὸ τοιοῦτον εὑρίσκοιτο· πῶς δίκαιος ὁ τῷ πυλῶνι τοῦ πλουσίου παρεῤῥιμμένος Λάζαρος, ὁ μηδεμίαν ὕλην πρὸς τὴν τοιαύτην δικαιοσύνην ἔχων, οὐκ ἀρχὴν, οὐκ ἐξουσίαν, οὐκ οἶκον, οὐ τράπεζαν, οὐκ ἄλλην τινὰ πρὸς τὸν βίον παρασκευὴν, δι' ἧς ἔστι τὴν δικαιοσύ νην ἐκείνην ἐργάζεσθαι; Εἰ γὰρ ἐν τῷ ἄρχειν, ἢ δια νέμειν, ἤ τι ὅλως οἰκονομεῖν τὸ δίκαιόν ἐστιν εἶναι, ὁ μὴ ὣν ἐν ἐκείνοις, ἔξω τοῦ δικαίου πάντως ἐστίν. Πῶς οὖν ἀξιοῦται τῆς ἀναπαύσεως ὁ μηδὲν ἐσχηκὼς τούτων, δι' ὧν ἡ δικαιοσύνη κατὰ τὸν τῶν πολλῶν λόγον χαρακτηρίζεται. Οὐκοῦν ζητητέα ἡμῖν ἡ δικαιο σύνη ἐκείνη, ἧς ὁ ἐπιθυμήσας ἐν ἐπαγγελίᾳ τὴν ἀπόλαυσιν ἔχει. Μακάριοι γὰρ, φησὶν, οἱ πεινῶντες τὴν δικαιοσύνην· ὅτι αὐτοὶ χορτασθήσονται. Πολλῶν καὶ παντοδαπῶν προκειμένων εἰς