15
μενον πάντα τὰ χαρίσματα τοῦ παναγίου Πνεύμα τος· ἐν ἑκατέρᾳ δὲ φύσει τὸν ἕνα Υἱὸν προσκυνή σωμεν Καὶ αὖθις δὲ ὁ μακάριος Παῦλος τὸν ∆αβὶδ καλέ σας εἰς μαρτυρίαν λέγοντα· «Κύριε, τί ἐστιν ἄν θρωπος ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν·» ἐπ 75.1457 ήγαγε· «Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττω μένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανά του, δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.» Τοῦτο δὲ μά λιστα σαφῶς δείκνυσι τοῦ ἀναληφθέντος ἀνθρώπου τὸ τέλειον· καὶ γάρ φησι· «Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ;» ἀλλὰ τί ἐστιν ἄνθρωπος, καὶ πᾶσαν ὁμοῦ τὴν φύσιν περιλαβών· καὶ Κύριον μὲν προσαγορεύσας, τὸν ἐνοικήσαντα Θεὸν Λόγον, τὸν τῆς οἰκείας εἰκόνος μνησθέντα, τὸν ἀῤῥήτῳ φιλαν θρωπίᾳ χρησάμενον· ἄνθρωπον δὲ τὸν ἐξ ἡμῶν ἀναληφθέντα ναὸν, ὃν τῇ παρουσίᾳ ἐπεσκέψατο, καὶ ἑαυτῷ συνῆψε, καὶ τῇ ἑνώσει τὴν σωτηρίαν εἰργά σατο· καὶ τοῦτο ἑρμηνεύων ἔφη· «Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου.» Ἀπέθανε δὲ οὐχ ὁ ἀθάνατος Θεὸς Λόγος, ἀλλ' ἡ θνητὴ φύσις. ∆ιὸ καὶ ἠλαττοῦτο βραχύ τι παρ' ἀγγέλους, τῷ τοὺς μὲν ἀθανάτους εἶναι, τὴν δὲ θνητήν. Ὁ δὲ Θεὸς Λόγος οὐκ ἐλάττων ἀγγέλων, ἀλλὰ δεσπότης ἀγγέλων· «Ἐν αὐτῷ γὰρ ἐκτίσθη τὰ πάντα, εἴτε ὁρατὰ, εἴτε ἀόρατα, εἴτε Θρόνοι, εἴτε Κυριότητες, εἴτε Ἀρχαὶ, εἴτε Ἐξουσίαι,εἴτε Ἄγγελοι, εἴτε ∆υνάμεις· πάντα δὲ δι' αὐτοῦ, καὶ εἰς αὐτὸν ἔκτισται.» Καὶ μετὰ πολλὰ πάλιν· «Ὃς ἐν ταῖς ἡμέραις, φησὶ, τῆς σαρκὸς αὐτοῦ δεήσεις καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον αὐτὸν ἐκ θανάτου ῥύ σασθαι μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσ ενεγκὼν, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας.» Καίπερ ὢν Υἱὸς, ἔμαθεν ἐξ ὧν ἔπαθε τὴν ὑπακοὴν, καὶ τελειωθεὶς γέγονεν ἅπασι τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου. Τίς τοίνυν ὁ προσευχόμενος, καὶ δεήσεις καὶ ἱκε τηρίας μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενεγ κών; Τίς ὁ ἐν εὐλαβείᾳ συζήσας, καὶ διὰ τοῦτο ὃν ἱκέτευσε πείσας; Τίς ὁ μαθὼν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοὴν, καὶ τὴν πεῖραν λαβὼν διδάσκαλον, καὶ ταύ την ἀγνοῶν πρὸ τῆς πείρας; Τίς ὁ λαβὼν κατὰ μέρος τὴν τελειότητα; Οὐχ ὁ Θεὸς Λόγος, ὁ τέλειος, ὁ εἰ δὼς πάντα πρὶν γενέσεως αὐτῶν, ἀλλ' οὐ τῇ πείρᾳ μανθάνων· ὁ πάντας ἔχων εὐλαβουμένους, ἀλλ' οὐκ αὐτὸς εὐλαβούμενος· ὁ ἀφελόμενος πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου, ἀλλ' οὐ δακρύειν ὑπ' ὀδύνης ἀνα γκαζόμενος· ὁ ἀπαθὴς καὶ ἀθάνατος, ἀλλ' οὐ δεδιὼς τὸν θάνατον, καὶ μετὰ κραυγῆς ἱκετεύων ἀπαλλα γῆναι θανάτου. Οὐκοῦν ἴδια ταῦτα τῆς ἀναληφθείσης ἀνθρωπότητος, ἣ καὶ τὸν θάνατον ἐδεδίει, καὶ δι ετέλει προσευχομένη, τῆς ἐνοικούσης Θεότητος τῷ φόβῳ παραχωρούσης, ἵνα διὰ τῶν παθημάτων δει χθῇ τοῦ ληφθέντος ἡ φύσις. Καὶ πάλιν· «Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται· ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, εἰς τὸ ἱλάσκεσθαι ταῖς ἁμαρτίαις τοῦ λαοῦ.» Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. Καὶ μετ' ὀλίγα· «Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυ νάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπει 75.1460 ραμένον δὲ κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρ τίας. Ἕτερον τοίνυν τὸ τοῦ Ἀβραὰμ σπέρμα παρὰ τὸν ἐπιλαμβανόμενον τούτου.» Σπέρμα δὲ Ἀβραὰμ οἶδεν ὁ μακάριος Παῦλος τὸν Σωτῆρα Χριστὸν κατὰ σάρκα· «Οὐ γὰρ εἶπε, φησὶ, Καὶ τοῖς σπέρμασί σου, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός.» Καὶ τὸ πειραθῆναι δὲ καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας, οὐ τοῦ Θεοῦ Λόγου ἴδιον, ἀλλὰ τοῦ ἀναληφθέντος σπέρματος. ΚΒʹ. Ὅτι Ἰησοῦς καὶ Θεὸς Λόγος καὶ ἄνθρωπος λέγεται. Οὕτως ὁ θειότατος