16
τῇ Θεσσαλονίκῃ ἐγκαρτερήσας καὶ τὰ ἐν αὐτῇ καταστησάμενος λαμπρὸς στεφανίτης ἐπανῄει. Οἱ δὲ πρὸς τοῦ βασιλέως πεμφθέντες μεταξὺ Φιλίππων καὶ Ἀμφιπόλεως τὠμῷ πατρὶ συναντή σαντες τὰς περὶ αὐτοῦ ἐγγράφους προστάξεις βασιλικὰς αὐτῷ ἐγχειρίσαντες, παραλαβόντες τὸν Βασιλάκιον περί τι χωρίον Χλεμπίναν καλούμενον ἀπαγαγόντες ἐγγὺς τῆς ἐν αὐτῷ πηγῆς τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐξορύττουσιν· ἐξ οὗ καὶ μέχρι τῆς δεῦρο ἡ πηγὴ Βασιλακίου κέκληται. 1.9.6 Τοῦτο τρίτον ἆθλον πρό γε τῆς βασιλείας καθάπερ τινὶ Ἡρακλεῖ τῷ μεγάλῳ Ἀλεξίῳ γεγένητο. Ἂν γάρ τις Ἐρυμάνθιονκάπρον τὸν Βασιλάκιον τοῦτον καλέσειεν, Ἡρακλέα δέ τινα καθ' ἡμᾶς γενναιότατον τὸν ἐμὸν πατέρα Ἀλέξιον, οὐκ ἂν ἁμάρτοιτο τῆς ἀληθείας. Ταῦτα μὲν ἔστω πλεονε κτήματα καὶ πρὸ τοῦ θρόνου κατορθώματα τῷ Κομνηνῷ Ἀλεξίῳ, ὧν ἁπάντων γέρας ἀπέλαβε παρὰ τοῦ αὐτοκρά τορος τὴν τοῦ σεβαστοῦ ἀξίαν σεβαστὸς ἀναρρηθεὶς ἐκ μέσης συγκλήτου.
1.10.1 Καθάπερ, οἶμαι, τὰ πονηρευόμενα τῶν σωμάτων πὴ μὲν ταῖς ἔξωθεν αἰτίαις κακοῦνται, ἔστι δ' ὅπου καὶ τὰ αἴτια τῶν νοσημάτων ἀφ' ἑαυτῶν ἀναβλύζουσι, καὶ αἰτιώ μεθα πολλάκις μὲν τὰς τοῦ περιέχοντος ἀνωμαλίας καί τινας τροφῶν ποιότητας πυρετῶν γενέσεις, ἐνίοτε δὲ καὶ χυμῶν σηπεδόνας· οὕτω δῆτα καὶ ἡ τῶν Ῥωμαίων κακότης κατ' ἐκεῖνο καιροῦ νῦν μὲν ἀνεβλάστησε θανατώδεις κῆρας τοὺς προειρημένους ἄνδρας ἐκείνους, λέγω δὴ Οὐρσελίους καὶ Βασιλακίους καὶ ὅσοι τὸ τυραννικὸν συνεπλήρουν πλῆθος, νῦν δὲ ἔξωθέν τινας καὶ ἐπεισάκτους τυράννους τὰ τῆς τύχης ταύτῃ ἐπεισηγάγετο ἀπρόσμαχόν τι κακὸν καὶ ἀνίατον νόσημα, καθά γε καὶ τὸν ἐπὶ τυραννικῇ γνώμῃ διαβόητον Ῥομπέρτον ἐκεῖνον τὸν ἀλαζόνα, ὃν Νορμανία μὲν ἤνεγκε, φαυλότης δὲ παντοδαπὴ καὶ ἐθρέψατο καὶ ἐμαίευσεν. 1.10.2 Ἡ δὲ Ῥωμαίων ἐχθρὸν τηλικοῦτον ἐφ' ἑαυτῆς εἵλκυσε πρόφασιν δεδωκυῖα τῶν ἀπ' ἐκείνου πολέ μων τοῖς πρὸς ἡμᾶς κῆδος ἑτερόφυλόν τε καὶ βάρβαρον καὶ τὰ πρὸς ἡμᾶς ἀπροσάρμοστον, μᾶλλον δὲ ἀπροσεξία τοῦ τότε κρατοῦντος Μιχαὴλ τοῦ τὰς τοῦ γένους σειρὰς πρὸς τοὺς ∆ούκας ἀνάπτοντος. Εἰ δὲ καὶ καθαπτοίμην τινὸς τῶν καθ' αἷμά μοι προσηκόντων (καὶ γὰρ κἀμοὶ τὰ πρὸς μητρὸς ἐκεῖθεν καταρρεῖ), νεμεσάτω μηδείς· τήν τε γὰρ ἀλήθειαν ἐξ ἁπάντων προειλόμην ξυγγράφειν καὶ ὅσον ἐπὶ τούτῳ τὰς ἐξ ἁπάντων μέμψεις ἀνεστειλάμην. Ἐκεῖνος γὰρ ὁ εἰρημένος αὐτοκράτωρ ὁ ∆ούκας Μιχαὴλ τὴν τοῦ βαρβάρου τούτου θυγατέρα εἰς τὸν ἑαυτοῦ υἱὸν κατηγγυήσατο Κωνσταντῖνον, κἀντεῦθεν ἀνερράγη τὰ τῶν πολεμίων. Καὶ περὶ μὲν τοῦ υἱέος τοῦ βασιλέως τουτουὶ Κωνσταντίνου καὶ τοῦ περὶ αὐτὸν γαμικοῦ συναλλάγματος καὶ ὅλως τοῦ βαρβαρικοῦ κήδους καὶ δὴ καὶ ὅπως εἶχε κάλλους τε καὶ μεγέθους ὁ ἀνὴρ καὶ ὁποῖος ἦν τὴν φύσιν καὶ ποδαπός, κατὰ καιρὸν ἐροῦμεν, ἐπειδὰν ἀπολοφυροίμην καὶ τὰς ἐμὰς συμφορὰς μικρὸν μετὰ τὴν τοῦ κήδους τούτου διήγησιν καὶ τὴν ἧτταν τῆς βαρβαρικῆς ἁπάσης δυνάμεως καὶ τὴν ἀπώλειαν τῶν Νορμανόθεν τυράννων, οὓς ἐξ ἀλογίας κατὰ τῆς τῶν Ῥωμαίων ἐθρέψατο. 1.10.3 Ἀλλὰ πρότερον δεῖ ἄνωθέν που τὸν λόγον ἀναγαγοῦσαν τὰ περὶ τοῦ Ῥομπέρτου τούτου διηγήσασθαι, ὅπως τε εἶχε γένους καὶ τύχης καὶ εἰς οἷον κράτος καὶ ὕψος ἡ φορὰ τῶν πραγμάτων τοῦτον ἀνήνεγκε, μᾶλλον δέ, ἵν' εὐσεβέ στερον φαίην, οὗ παρεχώρησε τοῦτον ἡ πρόνοια προελθεῖν ἐνδοῦσα πρὸς τὰς ἐκείνου κακοτρόπους ὁρμάς τε καὶ μη χανάς. 1.10.4 Ὁ δὲ Ῥομπέρτος οὗτος Νορμάνος τὸ γένος, τὴν τύχην ἄσημος, τὴν γνώμην τυραννικός, τὴν ψυχὴν πανουργότατος, τὴν χεῖρα γενναῖος, ἐπιθέσθαι μὲν δεινό τατος πλούτῳ καὶ περιουσίᾳ μεγάλων ἀνδρῶν, καταπρᾶξαι δὲ ἀφυκτότατος, ἐς τὸ ἀναντίρρητον τὰ τοῦ σκοποῦ περιάγων. Τὰ δὲ τοῦ σώματος τοσοῦτος εἰς μέγεθος, ὡς καὶ τῶν μεγίστων ὑπερανέχειν, πυρσὸς τὸ χρῶμα, τὴν κόμην ξανθός, τοὺς ὤμους εὐρύς, τοὺς ὀφθαλμοὺς *** ἀλλὰ πῦρ ἀπ'