1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

16

ἐστιν· τίς ἡμῶν κύριός 1.4.48 ἐστιν»; δι' ὧν δείκνυται, καθὼς ἀρχόμενος ἔφην τοῦ συγγράμματος, ἐξ ὑπερβαλλούσης ἔχθρας τε καὶ μισαδελφίας ἐπιπηδήσας τῇ γραφῇ. μεταβὰς δ' ἐκ τούτων Ἀστέριον αὖθις τραγῳδεῖ, μακρὰν ἀποτείνων καὶ περὶ αὐτοῦ διήγησιν, ὅπως τε ἀποδημεῖ, καὶ ποῖ καὶ πότε καὶ πρὸς τίνας. καὶ τούτου δὲ ἀφέμενος αὖθις ἐπὶ τὸν τοῦ θεοῦ ἄνδρα Παυλῖνον τρέπεται, ταῦτα γράφων αὐτοῖς ῥήμασιν 1.4.49 τούτοις δὲ τοῖς ῥητοῖς καὶ ὁ τούτου πατὴρ πειθόμενος Παυλῖνος, ταὐτὰ λέγειν τε καὶ γράφειν οὐκ ὀκνεῖ, ποτὲ μὲν 20δεύ τερον θεὸν20 λέγων τὸν Χριστὸν 20καὶ τοῦτον ἀνθρωπικώτε ρον γεγενῆσθαι θεόν20, ποτὲ δὲ 20κτίσμα αὐτὸν εἶναι20 διορι ζόμενος. ὅτι δὲ τοῦθ' οὕτως ἔχει, καὶ πρὸς ἡμᾶς ποτε, τὴν Ἀγκύραν διιών, 20κτίσμα εἶναι τὸν Χριστὸν ἔφασκεν20. 1.4.50 καὶ πάλιν μυθολογῶν διειλέχθαι τῷ Παυλίνῳ φησίν. ἔπειτα διαβάλλει τὸν μακάριον 20ὡς θεοὺς πολλοὺς εἰρηκότα20, καὶ καταλιπὼν τὸν Παυλῖνον πάλιν τῷ Εὐσεβίῳ σχολάζει φάσκων οὕτω δὲ καὶ Εὐσέβιος ὁ τῆς Καισαρείας γέγραφεν καὶ αὐτὸς τὴν αὐτὴν ἔχων Παυλίνῳ τε καὶ τοῖς ἔξωθεν περὶ θεῶν 1.4.51 δόξαν. γέγραφεν γὰρ οὐχ ὡς ὄντος μόνου θεοῦ, 20ἀλλ' ἑνὸς 1.4.51 ὄντος τοῦ μόνου ἀληθινοῦ θεοῦ20. ὅθεν τοίνυν μαθὼν καὶ ὁ Ἀστερίου πατὴρ Παυλῖνος 20νεωτέρους θεοὺς εἶναι20 ᾤετο. καὶ ἐν τούτοις δὲ ὡς θεῶν δόξας εἰσάγοντας αἰτιᾶται, ἀρνούμενος αὐτὸς τὴν θεότητα τοῦ υἱοῦ. καὶ παραθέμενος τὴν Εὐσεβίου λέξιν οὐ συνίησιν ὡς οὐκ ἦν αὐτοῦ ἡ τὸν πατέρα 20μόνον ἀλη1.4.52 θινὸν θεὸν20 διδάσκουσα φωνή, τοῦ δὲ σωτῆρος ἡμῶν τοῦ εἰρηκότος «ἵνα γινώσκωσίν σε τὸν μόνον ἀληθινὸν θεόν». καὶ μεθ' ἕτερα προστίθησιν λέγων ἐπεὶ πόθεν ἡμῖν ἐκ τῶν θείων δυνήσονται δεῖξαι ῥητῶν, ὅτι 20εἷς μὲν ἀγέννητος, εἷς δὲ γεννητὸς20 οὕτως, ὡς αὐτοὶ γεγεννῆσθαι αὐτὸν πεπιστεύκασιν, οὔτε προφητῶν οὔτε εὐαγγε λιστῶν ἢ ἀποστόλων τοῦτ' εἰρηκότων; 1.4.53 εἶθ', ὥσπερ ἐν ἄθλοις ἀπογραψάμενος ὁμοῦ πρὸς ἅπαντας διαπληκτίσασθαι, μεταβαίνει ἐπὶ τὸν Νάρκισσον καί φησιν ὥστε κἂν ἐκεῖνό τις λέγῃ, κατασκευάζων 20πρῶτον εἶναι θεὸν καὶ δεύτερον20, ὡς Νάρκισσος αὐταῖς λέξεσιν γέγραφεν 1.4.54 οὐδὲ γὰρ συγχωρεῖ ὁ λέγων «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν», ὅτι μὲν αὐτὸς καὶ ὁ πατὴρ αὐτοῦ δύο εἰσίν, αὐτοῦ τοῦ κυρίου μαρτυροῦντος καὶ τῶν ἁγίων γραφῶν ἐκ μέρους ἠκούσαμεν. εἰ τοίνυν Νάρκισσος διὰ τοῦτο διαιρεῖν δυνάμει τὸν λόγον τοῦ πατρὸς ἐθέλοι, γνώτω ὅτι ὁ γράψας προφήτης ὡς τοῦ θεοῦ εἰρηκότος «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν», αὐτὸς γέγραφεν «καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον». 1.4.55 καὶ μεταβὰς ἀπὸ Ναρκίσσου ἐπὶ τὸν Ἀστέριον ταῦτα γράφει ἓν γὰρ εἶναι καὶ ταὐτὸν Ἀστέριος κατὰ τοῦτο ἀπε φήνατο μόνον τὸν πατέρα καὶ τὸν υἱόν, καθ' ὃ ἐν πᾶσιν συμφωνοῦσιν. οὕτω γὰρ ἔφη· 20καὶ διὰ τὴν ἐν πᾶσιν λόγοις τε καὶ ἔργοις ἀκριβῆ συμφωνίαν «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν»20. καὶ πάλιν τοῦ Εὐσεβίου καθάπτεται λέγων ἄνθρωπον γὰρ τὸν σωτῆρα εἶναι βούλονται· δῆλον δὲ ἀφ' ὧν πανούργως τὰ τοῦ ἀποστόλου ῥητὰ Εὐσέβιος πρὸς τὸ 1.4.56 ἑαυτοῦ μετήνεγκεν βούλημα. ὡς γὰρ ἐκ παλαιᾶς τινος ὠδῖνος μεγίστην ἀποκυῆσαι βουλόμενος βλασφημίαν, «ἐξέχεεν ἀπὸ τοῦ ἰδίου θησαυροῦ» κατὰ τὴν τοῦ σωτῆρος ῥῆσιν «τὸ πονηρόν». 1.4.57 ἄνθρωπον γὰρ μόνον τὸν σωτῆρα δεῖξαι βουλόμενος, ὡς μέγιστον ἡμῖν ἀπόρρητον τοῦ ἀποστόλου ἀνακαλύπτων μυστήριον, οὕτως ἔφη· 20διὸ σαφέστατα καὶ ὁ θεῖος ἀπόστολος τὴν ἀπόρ ρητον ἡμῖν καὶ μυστικὴν παραδιδοὺς θεολογίαν βοᾷ καὶ κέκραγεν «εἷς ὁ θεός», εἶτα μετὰ τὸν ἕνα θεόν φησιν «εἷς μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς». 1.4.58 εἰ τοίνυν ἄνθρωπον αὐτὸν εἶναί φησιν τῇ κατὰ σάρκα αὐτοῦ μόνῃ προσέχων οἰκονομίᾳ, πάντως κἀκεῖνο συνομολογεῖ, τὸ μηδὲ ἔχειν ἐλπίδα ἐπ' αὐτόν. «ἐπικατάρατος» γὰρ «ἄνθρωπος» ὁ προ φήτης Ἱερεμίας ἔφη «ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον». 1.4.59