16
Παῦλος, διὰ πάσης τῆς Ἐπιστο λῆς, τάς τε τῶν φύσεων ἰδιότητας, καὶ τοῦ προσώπου κηρύττει τὴν ἕνωσιν· διὸ Ἰησοῦν Χριστὸν καὶ ἄν θρωπον καὶ Θεὸν προσαγορεύει· «Εἷς γὰρ, φησὶ, Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα.» Καὶ πάλιν Τιμοθέῳ γράφων· «Εἷς μεσίτης, φησὶ, Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς·» καὶ ἐν αὐτῇ δὲ τῇ πρὸς Ἑβραίους· «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας·» καὶ ἄλλας δ' ἄν τις ἐθελήσας εὕροι μυρίας μαρτυρίας ἐκ τῆς θείας Γραφῆς τὸν τέλειον ἄνθρωπον κηρυττούσας, καὶ τῶν αἱρετικῶν ἐλεγχούσας τὴν ἄνοιαν. Ἀλλ' ἡμῖν οὐ σχολὴ ταῦτα συλλέγειν ἐπὶ τοῦ παρόντος. Τοῖς φιλοπόνοις τοίνυν τὸν πόνον τοῦτον καταλιπόντες, ἡμεῖς τῆς προ κειμένης πραγματείας ἐχώμεθα. ΚΓʹ. Περὶ τῆς ἀῤῥήτου τῆς Παρθένου γεννήσεως. Τοιγαροῦν τὴν οἰκείαν εἰκόνα πολεμουμένην οἰ κτείρας ὁ Ποιητὴς, καὶ θανάτῳ παραπεμπομένην, ἔκλινεν οὐρανοὺς, καὶ κατέβη, οὐ τὸν τόπον ἀμεί ψας, οὐδ' ἑτέρωσε μεταβάς· πληροῖ γὰρ τὰ σύμπαντα, μᾶλλον δὲ ἄπειρός ἐστι, καὶ ἀχώρητος, καὶ πάντα ἔχων, κατὰ τὸν προφήτην, ἐν τῇ χειρί. «Τίς γὰρ, φησὶν, ἐμέτρησε τῇ χειρὶ αὐτοῦ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί;» Καὶ πάλιν ὁ ∆αβίδ· «Ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς.» Καὶ αὐτὸς δὲ ὁ Θεὸς διὰ τοῦ προφήτου· «Ὁ οὐρανός μου θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου.» Οὐκοῦν τὴν κατάβασιν νοήσωμεν συγκατάβασιν· ἔκλινε τοίνυν οὐρανοὺς, καὶ κατέβη, καὶ παρθενικὴν ἐκλε ξάμενος νηδὺν κόρης ἁγίας καὶ εὐσεβείᾳ συντεθραμ μένης, δι' ἀγγελικῆς φωνῆς τὸν τόκον προμηνυσά σης, καὶ τῆς συλλήψεως τὸν τρόπον προερμηνευσά σης, καὶ τῆς παρθενίας τὸν φόβον τῇ ἑρμηνείᾳ λυ σάσης, εἰσοικίζεταί τε, καὶ ναὸν ἑαυτῷ κατασκευάζει, καὶ τὴν ἄσπαρτον, καὶ ἀνήροτον σκηνὴν διαπλάττει· ἐπειδὴ ὁ πρώτως δουλεύσας τῇ ἁμαρτίᾳ, ἀπάτωρ ἐτύγχανε, μητέρα δὲ μόνην εἶχε τὴν γῆν· «Ἔλαβε γὰρ, φησὶν, ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον.» ∆ιὸ καὶ ὁ μακάριος Παῦλός φησιν· «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἄνθρω πος ὁ Κύριος ἐξ οὐρανοῦ.» Τούτου χάριν ὁ μονογε νὴς τοῦ Θεοῦ Λόγος ἐκ μόνης Παρθένου τὰς ἀφορ μὰς λαβὼν τῆς διαπλάσεως, καὶ τούτῳ τῷ τρόπῳ τὸν ἀγεώργητον δημιουργήσας ναὸν, καὶ ἑαυτῷ συνάψας, πρόεισιν ἐκ τῆς Παρθένου, οὐ λύσας τῇ συλλήψει τὴν 75.1461 παρθενικὴν ζώνην, οὐ τῇ γεννήσει διαῤῥήξας, ἀλλ' ἀκήρατον καὶ ἀνέπαφον διαφυλάξας, καὶ τὸ μέγα τοῦτο καὶ ἄῤῥητον θαῦμα θαυματουργήσας· μέγα γὰρ τῷ ὄντι καὶ ἀνερμήνευτον, καὶ λόγου δύναμιν ὑπερβαῖνον, βότρυν ἰδεῖν ἐκ γῆς ἄνευ κλημάτων βλα στήσαντα, σῖτον ἄνευ σπερμάτων φύντα, χιτῶνα χωρὶς νημάτων καὶ χειρῶν ὑφαντικῶν ὑφασμένον, ἄρτον οὐ μύλῃ καὶ χερσὶ καὶ πυρὶ δημιουργηθέντα, ἀλλ' ἀῤῥήτως ἐκ παρθενικῶν ἀλεύρων γεγενημένον, καὶ τὴν οἰκουμένην καλύψαντα· πρὸς δὲ τούτοις, Παρθένον οἰκείῳ βρέφει θηλὴν ὀρέγουσαν, καὶ γά λακτος χορηγοῦσαν πηγὰς, καὶ μητέρα γενομένην τὴν γάμου νόμον οὐ δεξαμένην, μητέρα γενομένην τὴν πῶς γίνεται μήτηρ οὐκ ἐπισταμένην, μητέρα γενομένην τὴν γυναῖκα πρότερον οὐ γενομένην, ἀλλ' ἐν παρθενίᾳ καὶ τὸν ὄγκον τῆς γαστρὸς ἐπιδεικνῦ σαν, καὶ τὸν καρπὸν ἐν ταῖς χερσὶ περιφέρουσαν, καὶ τὰ μητρὸς ἐργαζομένην, σωζομένης τῆς παρθε νίας, καὶ παρθένον μητέρα καλουμένην, καὶ τἀναν τία ὀνόματά τε καὶ πράγματα κατὰ ταὐτὸν συν άγουσαν. Κ∆ʹ. Ἐν κεφαλαίῳ διήγησις τῆς μετὰ τὴν γέννη σιν τοῦ Χριστοῦ πολιτείας. Οὕτως τεχθεὶς ὁ ∆εσπότης Χριστὸς (οὐ γὰρ εὐαγὲς μετὰ τὸν τόκον ἢ Θεὸν Λόγον μόνον αὐτὸν προσ αγορεύειν, ἢ ἄνθρωπον γεγυμνωμένον θεότητος, ἀλλὰ Χριστὸν, ὃ ἑκατέραν